Epistolae (Agatho) | Epistolae et decreta (Felix III) |
Epistolae (Dioysius) , Corpus Corporum
Ἑξῆς δ' ἂν εἰκότως λέγοιμι καὶ πρὸς τοὺς διαιροῦντας καὶ κατατέμνοντας καὶ ἀναιροῦντας τὸ σεμνότατον κήρυγμα τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τὴν μοναρχίαν, εἰς τρεῖς δυνάμεις τινὰς καὶ μεμερισμένας ὑποστάσεις καὶ θεότητας τρεῖς. πέπυσμαι γὰρ εἶναί τινας τῶν παρ' ὑμῖν κατηχούντων καὶ διδασκόντων τὸν θεῖον λόγον, ταύτης ὑφηγητὰς τῆς φρονήσεως· οἳ κατὰ διάμετρον, ὡς ἔπος εἰπεῖν, ἀντίκεινται τῇ Σαβελλίου γνώμῃ. ὁ μὲν γὰρ βλασφημεῖ, αὐτὸν τὸν Υἱὸν εἶναι λέγων τὸν Πατέρα, καὶ ἔμπαλιν· οἱ δὲ τρεῖς Θεοὺς τρόπον τινὰ κηρύττουσιν, εἰς τρεῖς ὑποστάσεις ξένας. ἀλλήλων παντάπασι κεχωρισμένας, διαιροῦντες τὴν ἁγίαν μονάδα. ἡνῶσθαι γὰρ ἀνάγκη τῷ Θεῷ τῶν ὅλων τὸν Θεῖον λόγον, ἐμφιλοχωρεῖν δὲ τῷ Θεῷ καὶ ἐνδιαιτᾶσθαι δεῖ τὸ ἅγιον Πνεῦμα· ἤδη καὶ τὴν Θείαν Τριάδα εἰς ἕνα, ὥσπερ εἰς κορυφήν τινα (τὸν Θεὸν τῶν ὅλων τὸν παντοκράτορα λὲγῳ) συγκεφαλαιοῦσθαί τε καὶ συνάγεσθαι πᾶσα ἀνάγκη. Μαρκίωνος γὰρ τοῦ ματαιόφρονος δίδαγμα, εἰς τρεῖς ἀρχὰς τῆς μοναρχίας τομὴν καὶ διαίρεσιν, παίδευμα ὃν διαβολικὸν, οὐχὶ δὲ τῶν ὄντως μαθητῶν τοῦ Χριστοῦ καὶ τῶν ἀρεσκομένων τοῖς τοῦ Σωτῆρος μαθήμασιν. οὗτοι γὰρ Τριάδα μὴν κηρυττομένην ὑπὸ τῆς θείας Γραφῆς σαφῶς ἐπίστανται, τρεῖς δέ Θεοὺς οὔτε Παλαιὰν οὔτε Καινὴν Διαθήκην κηρύττουσαν.
Οὐ μεῖον δ' ἄν τις καταμέμφοιτο καὶ τοὺς ποίημα τὸν Υἱὸν εἶναι δοξάζοντας, καὶ γεγονέναι τὸν Κύριον ὥσπερ Ἕν τι ὄντως γενομένων, νομίζοντας· τῶν θείων λογίων γέννησιν. αὐτῷ τὴν ἁρμόττουσαν καὶ πρέπουσαν, ἀλλ' οὐχὶ πλάσιν τινὰ καὶ ποίησιν προσμαρτυρούντων. βλάσφημον οὖν οὐ τὸ τυχὸν, μέγιστον μὲν οὖν, χειροποίητον τρόπον τινὰ λέγειν τὸν Κύριον. εἰ γὰρ γέγονεν Υἱὸς, ἦν ὅτε οὐκ ἦν· ἀεὶ δὲ ἦν, εἴ γε ἐν τῷ Πατρί ἐστιν, ὡς αὐτός φησι. καὶ εἰ λόγος καὶ σοφία καὶ δύναμις ὁ Χριστός (ταῦτα γὰρ εἶναι τὸν Χριστὸν αἱ θεῖαι λέγουσι Γραφαὶ, ὥσπερ ἐπίστασθε)· ταῦτα δὲ δυνάμεις οὖσαι τοῦ Θεοῦ τυγχάνουσιν· εἰ τοίνυν γέγονεν ὁ Υἱὸς, ἦν ὅτε οὐκ ἦν ταῦτα. ἦν ἄρα καιρὸς, ὅτε χωρὶς τούτων ἦν ὁ Θεός· ἀτοπώτατον δὲ τοῦτο· καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς διαλεγοίμην, πρὸς ἄνδρας πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν Υἱὸν ἀνακυπτούσας, αἷς μοι δοκοῦσι μὴ προςεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῆ τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται ταύτῃ ἡ θεία καὶ προφητικὴ Γραφὴ, τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐκδεξάμενοι. οὐ μία γὰρ ἡ τοῦ Ἔκτισεν, ὠς ἴστε, σημασία· Ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον, ἀντὶ τοῦ, Ἐπέστησε τοῖς ὑπ' αὐτοῦ γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι' αὐτοῦ τοῦ Υἱοῦ· οὐχὶ δέ γε τὸ Ἐκτισε νῦν λέγοιτ' ἂν ἐπὶ τοῦ Ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ κτίσαι. Οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; τῇ ἐν τῷ Δευτερονομίῳ μεγάλῃ ὠδῇ ὁ Μωσῆς φησι. πρὸς οὓς καὶ εἴποι ἄν τις· Ὦ ῥιψοκίνδυνοι ἄνθρωποι· ποίημα ὁ πρωτότοκος πάσης στίσεως, ὁ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθεὶς, ὁ εἰπὼν ὡς Σοφία, Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με; καὶ πολλαχοῦ δὲ τῶν θείων λογίων γεγεννῆσθαι, ἀλλ' οὐ γεγονέναι τὸν Υἱὸν λεγόμενον εὕροι τις ἄν. ὑφ' ὧν καταφανῶς ἐλέγχονται τὰ ψεύδη περὶ τῆς τοῦ Κυρίου γεννήσεως ὑπολαμβάνοντες, οἱ ποίησιν, αὐτοῦ τὴν θείαν καὶ ἄῤῥητον γέννησιν λέγειν τολμῶντες.
Οὔτ' οὖν καταμερίζειν χρὴ εἰς τρεῖς Θεότητας τὴν θαυμαστὴν καὶ θεὶαν Μονάδα οὔτε ποιήσει κωλύειν τὸ ἀξίωμα καὶ τὸ ὑπέρβαλλον μέγεθος τοῦ Κυρίου· ἀλλὰ πεπιστευκέναι εἰς Θεὸν πατέρα παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν, τὸν Υἱὸν αὐτοῦ, καὶ εἰς τὸ ἅγιον Πνεῦμα· ἡνῶσθαι δὲ νῷ Θεῷ τῶν ὅλων τὸν Λόγον· Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. οὕτω γὰρ ἂν καὶ ἡ θεία Τριὰς, καὶ τὸ ἅγιον κήρυγμα τῆς μοναρχίας διασώζοιτο. Extant haec apud S. Athanasium Epistola de Decretis Nicaenae Synodi, cap. XXVI, p. 231, ed. Benedictin.