Epistolae (Agapetus I) | Epistolae (Dioysius) |
Epistolae (Agatho) , Corpus Corporum
Τοῖς εὐσεβεστάτοις δεσπόταις,
recensereκαὶ γαληνοτάτοις νικηταῖς καὶ τροπαιούχοις, προσφιλεστάτοις τέκνοις L. ἐρασταῖς] τοῦ Κυρίου ἡμῶυ Ἰησοῦ Χριστοῦ Κωνσταντίνῳ μεγάλῳ βασιλεῖ, Ἡρακλείῳ, καὶ Τιβερίῳ Αὐγούστοις, Ἀγάθων ἐπίσκ. δοῦλος τῶν δούλων τοῦ Θεοῦ.
Κατανοοῦντί μοι τοῦ ἀνθρωπίνου βίου τὰς διαφόρους ὀδύνας, καὶ πρὸς τὸν Θεὸν τὸν μόνον ἀληθινὸν μετὰ σφοδρότητος ὀδυρμῶν στενάζοντι, ὅπως παράκλησιν τῇ χειμαζομένῃ ψυχῆ τῷ πόθῳ τῆς θείας εὐσπλαγχνίας μεταδῷ, καὶ ἀπὸ τοῦ βυθοῦ τῶν θλίψεων τῇ δυναστείᾳ τῆς αὐτοῦ δεξιᾶς ἀνακουφίσῃ, μεγάλην καὶ θαυμαστὴν μετὰ ἀκαταπαύστου εὐχαριστίας ὁμολογῶ, γαληνότατοι δεσπόται καὶ τέκνα, παραμυθίας ἐπιτηδειότητα παραστῆσαι κατηξίωσε τὴν εὐσεβῆ πρόθεσιν τῆς γαληναίας ὑμῶν ἡμερότητος· ἥντινα πρὸς σύστασιν τῇ θεόθεν καταπιστευθείσῃ αὐτῇ [αὐτῆς] Χριστιανικωτάτῃ πολιτείᾳ ἡ αὐτοῦ ἐπίνευσις ἐχαρίσατο, ὅπως ἡ βασιλικὴ ἰσχὺς καὶ εὐμένεια περὶ Θεοῦ, δι' οὗ βασιλεῖς βασιλεύουσι, τοῦ Βασιλέως ὄντως τῶν βασιλευόντων, καὶ Κυρίου τῶν κυριευόντων, καὶ φροντίσῃ, καὶ ζητήσῃ, καὶ τῆς Ἀμωμήτου αὐτοῦ πίστεως τὴν ἀλήθειαν, ὡς παρὰ τῶν ἀποστόλων, καὶ τῶν ἀποστολικῶν Πατέρων παρεδόθη, ἀγρύπνως ἐπιζητήσῃ· καὶ ὡς ἡ ἀληθὴς παράδοσις περιέχει, ἐνστατικῶς ἐπιθυμήσῃ ἐν πάσαις ταῖς Ἐκκλησίαις ἐπικρατῆσαι. Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας. Ἐπειδὴ καὶ αὐτὸς ὁ πάντων κτίστης καὶ λυτρωτὴς, ὁπόταν ἠδύνατο ἐν τῇ μεγαλειότητι τῆς ἰδίας θεότητος τοὺς θνητοὺς ἐκφοβῆσαι, ἡμερότητι μᾶλλον ἀνεικάστου φιλανθρωπίας ταπεινῶς εἰς τὰ καθ' ἡμᾶς κατελθὼν, οὓς ἐδημιούργησε, καὶ λυτρώσασθαι κατηξίωσεν· ὅστις καὶ αὐτοπροαίρετον παρ' ἡμῶν τῆς ἀληθοῦς πίστεως τὴν περὶ αὐτοῦ ὁμολογίαν ἐκδέχεται. Ὅπερ καὶ ὁ μακάριος Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων ὑπομιμνήσκει· « Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Χριστοῦ μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως κατὰ Θεὸν προτρεπόμενοι. » Ταύταις τοίνυν ταῖς θείαις συλλαβαῖς, ἡμερώτατοι τῶν πραγμάτων δεσπόται, ἐμψυχωθεὶς, καὶ πρὸς ἐλπίδα παραμυθίας ἀπὸ βαθυτάτων ὀδυνῶν κουφισθεὶς, ἠρξάμην τῇ κρείττονι κατ' ὀλίγον ἀνεθεὶς παῤῥησίᾳ τὰ ἤδη [ἴσ. τοῖς ἤδη] διὰ τῆς σάκρας τῆς ἡμερωτάτης ὑμῶν ἀνδρείας προσταχθέντα [προσταχθῶσιν] ἐνεργῶς πρόθυμον ὑπουργίαν παριστᾶν, καί τινα πρόσωπα εἴς τε τὴν τοῦ καιροῦ τούτου ἀτονίαν, καὶ τῆς δουλικῆς ὑμῶν χώρας ποιότητα ἠδύναντο εὑρεθῆναι ἕνεκεν πληροφορίας ὑπακοῆς, ἐπεζήτουν, καὶ μετὰ βουλῆς τῶν συνδούλων μου τῶν ἐπισκόπων ἀπό τε τῆς πλησιαζούσης τούτῳ τῷ ἀποστολικῳ θρόνῳ συνόδου, εἴτα δὲ καὶ ἀπὸ τοῦ δουλικοῦ κλήρου [L. οἰκείου] τοῦ φιλοῦντος [τοὺς φιλοῦντας] τὸ ὑμέτερον Χριστιανικώτατον κράτος, καὶ ἀκολούθως ἀπὸ τῶν θεοσεβεστάτων δούλων τοῦ Θεοῦ ἐπὶ τῷ σπεῦσαι παρὰ τὰ ἴχνη τῆς εὐσεβοῦς ὑμῶν γαληνότητος. Καὶ εἰ μὴ ὅτι μακρὰ περίοδος τῶν χωρῶν, ἐν αἷς ἡ σύνοδος καθέστηκε τῆς ἡμετέρας ταπεινώσεως, τοῦ τοσούτου χρόνου ἐπεσώρευσε τὴν ἐπέκτασιν, πάλαι τοῦτο, ὅπερ μόλις ποτὲ νῦν γενέσθαι ἠδυνήθη, ἡ περισπούδαστος ὑπακοὴ [ἴσ. περισπουδάστῳ ὑπακοῇ] ἡ ἡμετέρα δουλεία ἐπλήρωσεν. Ἀλλ' ἐν ὅσῳ ἀπὸ διαφόρων ἐπαρχιῶν ἡ δουλικὴ σὺν ἡμῖν σύνοδος συνηθροίζετο· ἐν ὅσῳ πρόσωπα, τινὰ μὲν ἀπὸ τῆς δουλικῆς τοῦ ἡμερωτάτου ὑμῶν κράτους πόλεως Ῥώμης, ἢ ἐκ τοῦ πλησίον στεῖλαι φροντίζομεν, τινὰ δὲ ἐκ τῶν πόῤῥωθεν τυγχανουσῶν ἐπαρχιῶν, ἐν αἷς τὸν λόγον τῆς Χριστιανικωτάτης πίστεως παρὰ τῶν ἀποστολικῶν τῶν προηγησαμένων τὴν ἐμὴν ἐλαχιστίαν οἱ σταλέντες ἐκήρυσσον, ἐξεδεχόμεθα ὑποστρέψαι, οὐ μικρὰ παραδρομὴ χρόνων ἐξηνύσθη· ἵνα τὰς σωματικὰς ἀσθενείας, ἐμοῦ τοῦ οἰκείου ὑμῶν σιωπῇ παρέλθω, ἐν αἷς οὔτε ζῇν ἔξεστιν, οὔτε ἀρέσκει συχναῖς ἀσθενείαις ἀποκάμνοντα. Καὶ διὰ τοῦτο, χριστιανικώτατοι δεσπόται καὶ τέκνα, κατὰ τὴν εὐσεβεστάτην κέλευσιν τῆς θεοσκεπάστου ὑμῶν ἡμερότητος ἕνεκεν ὑπακοῆς, ἧς ὠφείλομεν, οὐχ ἕνεκεν παῤῥησίας τῶν εἰς αὐτοὺς [ἴσ. τῆς ἐν αὐτοῖς] περισσευούσης εἰδήσεως, οὓς στέλλομεν, τοὺς παρόντας συνδούλους ἡμῶν Ἀβουνδάντιον, Ιὠάννην, καὶ Ιὠάννην, τοὺς εὐλαβεστάτους ἀδελφοὺς ἡμῶν καὶ ἐπισκόπους, Θεόδωρον καὶ Γεώργιον τὰ ἀγαπητὰ ἡμῶν τέκνα, τοὺς πρεσβυτέρους, μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν τέκνου Ιὠάννου τοῦ διακόνου, καὶ Κωνσταντίνου τοῦ ὑποδιακόνου· οὐ μὴν ἀλλὰ καὶ Θεοδώρου τοῦ πρεσβυτέρου λεγάτου τῆς ἁγίας Ἐκκλησίας Ρἁβέννης, καὶ τοὺς θεοσεβεστάτους δούλους τοῦ Θεοῦ τοὺς μοναχοὺς μετὰ καθοσιώσεως ἱκετευτικῆς καρδίας ἐφρωντίσαμεν ἀποστεῖλαι. Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι, καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν Γραφῶν εἴδησις; εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσὶν, ἐν ἁπλότητι καρδίας, καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον ἔχειν διὰ παντὸς εὐχόμενοί τε καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ, ἢ προστεθῆ, ἀλλὰ ταῦτα καὶ ῥήμασι, καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν. Οἷς τισι διακομισταῖς καὶ χρησεις τινὰς τῶν ἁγίων Πατέρων, οὓς ἐδέξατο αὕτη [ταύτη] ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, μετὰ τῶν βιβλίων αὐτῶν παραδεδώκαμεν· ὅπως εὐπορίας τυχόντες τοῦ ἀναφέρειν ἀπὸ τοῦ εὐμενοῦς ὑμῶν καὶ Χριστιανικωτάτου κράτους ἐκ τούτων μόνον ἀπολογήσασθαι σπεύσωσι, ἐπ' ἄν ἡ βασιλικὴ ἡμερότης προστάξῃ, τί αὕτη [ταύτη] ἡ πνευματικὴ μήτηρ τοῦ θεοκατορθώτου ὑμῶν κράτους, ἡ τοῦ Χριστοῦ ἀποστολικὴ Ἐκκλησία πιστεύει, καὶ κηρύσσει οὐ διὰ κοσμικῆς εὐγλωττίας, ἥτις οὐδὲ ἰδιώταις ἀνθρώποις βοηθεῖ, ἀλλὰ δι' ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως, ἐν ᾗ καὶ ἐκ σπαργάνων ἀνατραφέντες μέχρι τέλους τῷ κατορθωτῇ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τῷ Κυρίῳ τοῦ οὐρανοῦ πάντας σὺν ἡμῖν ἱκετεύομεν δουλεύειν καὶ φυλάττεσθαι. Διόπερ ἄδειαν, ἤγουν αὐθεντίαν δεδώκαμεν αὐτοῖς πρὸς τὸ ὑμέτερον γαληναῖον κράτος, ἐπὰν κελεύσῃ ἡ ὑμῶν φιλανθρωπία, τοῦ ἁπλῶς ἀπολογήσασθαι εἰς ὅσον αὐτοῖς μόνον ἐπετέθη· ἵνα μηδὲν δηλονότι προπετεύσωνται προσθεῖναι, ἢ ὑφελεῖν [ὀφεῖλαι], ἢ ἀλλάξαι, ἀλλὰ τὴν παράδοσιν τούτου τοῦ ἀποστολικοῦ θρόνου, καθὼς ὡρίσθη ἀπὸ τῶν προηγησαμένων ἀποστολικῶν προέδρων, εἰλικρινῶς ἐξηγήσασθαι. Ὑπὲρ ὧν γονυπετοῦντες τῇ διανοίᾳ ἱκετικῶς [ἱκετευτικῶς] τὴν ὑμετέραν φιλανθρωπίαν, ἥτις πρὸς ἡμερότητα διὰ παντὸς ἀποβλέπει, δυσωποῦμεν, ἵνα κατὰ τὴν ἀγαθοθελῆ, καὶ σεβασμίαν τῆς βασιλικῆς σάκρας ὑπόσχεσιν ἀποδοχῆς αὐτοὺς ἀξιώσῃ ἡ χριστομίμητος ὑμῶν γαληνότης, καὶ εὐμενεῖς τὰς ἀκοὰς ὑμῶν ταῖς μετρίαις αὐτῶν ἀναφοραῖς χαρίσασθαι καταξιώσῃ. Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν. Ἵνα δὲ τῇ θεοσυστάτῳ [θεοδιδάκτῳ] ὑμῶν εὐσεβείᾳ, τί περιέχει ἡ δύναμις τῆς ἀποστολικῆς ἡμῶν πίστεως, διὰ βραχέων δηλοποιήσωμεν, ἣν καὶ παρελάβομεν διὰ τῆς ἀποστολικῆς παραδόσεως παρὰ τῶν ἀποστολικῶν ἀρχιερέων, καὶ τῶν ἁγίων πέντε οἰκουμενικῶν συνόδων, δι' ὧν οἱ θεμέλιοι τῆς καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐστερεώθησαν, καὶ ἐσταθερώθησαν, αὕτη τοιγαροῦν ἐστιν ἡ κατάστασις τῆς εὐαγγελικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως, ἵνα ὁμολογοῦντες τὴν ἁγίαν καὶ ἀχώριστον Τριάδα, τουτέστι τὸν Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον, μιᾶς εἶναι θεότητος, μιᾶς φύσεως καὶ οὐσίας, ἑνὸς αὐτὴν κηρύττωμεν καὶ φυσικοῦ θελήματος, δυνάμεως, ἐνεργείας, δεσποτείας, μεγαλειότητος, ἐξουσίας, καὶ δόξης. Καὶ εἴτι δήποτε περὶ τῆς αὐτῆς ἁγίας Τριάδος οὐσιωδῶς λέγεται, ἑνικῷ ἀριθμῷ ὡς ἀπὸ μιᾶς φύσεως τριῶν ὁμοουσίων Τριάδα προσώπων καταλαμβανώμεθα [ἴσ., ὡς ἐπὶ μιᾶς φύσεως τ. ὁμ. προσώπων συμπεριλαμβάνωμεν], κανονικῷ λόγῳ τοῦτο διδαχθέντες. Ὅτε δὲ περὶ τοῦ ἑνὸς τῶν αὐτῶν τριῶν προσώπων αὐτῆς τῆς ἁγίας Τριάδος τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ Θεοῦ Λόγου, καὶ περὶ τοῦ μυστηρίου τῆς προσκυνητῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας ὁμολογοῦμεν, πάντα διπλᾶ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν εὐαγγελικὴν παράδοσιν διαβεβαιούμεθα, τουτέστι δύο αὐτοῦ τὰς φύσεις κηρύττομεν, τὴν θείαν δηλαδὴ καὶ τὴν ἀνθρωπίνην, ἐξ ὧν καὶ ἐν αἷς καὶ μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν ὑφέστηκε. Καὶ μίαν ἑκάστην αὐτοῦ φύσιν ἰδιότητα φυσικὴν ἔχειν ὁμολογοῦμεν· καὶ ἔχειν τὴν θείαν πάντα, ἅπερ εἰσὶ θεῖα· καὶ τὴν ἀνθρωπίνην πάντα τὰ ἀνθρώπινα χωρίς τινος ἁμαρτίας. Καὶ ἑκατέραν ἑνὸς καὶ τοῦ αὐτοῦ Θεοῦ Λόγου τοῦ σαρκωθέντος, τουτέστιν ἐνανθρωπήσαντος ἀσυγχύτως, ἀχωρίστως, ἀτρέπτως εἶναι ἐπιγινώσκομεν· μόνῃ νοήσει τὰ ἡνωμένα διακρίνοντες διὰ τὴν τῆς συγχύσεως δηλαδὴ πλάνην. Ἴσως γὰρ καὶ τὴν τῆς διαιρέσεως ἀπαβαλλώμεθα βλασφημίαν. Ὁπόταν δὲ δύο φύσεις καὶ δύω φυσικὰ θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ὁμολογοῦμεν ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, οὐκ ἐναντία ταῦτα, οὔτε ἀλλήλοις ἀντικείμενα λέγομεν, καθὼς οἱ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας πλανώμενοι τῆς ἀποστολικῆς παραδόσεως κατηγοροῦσιν· ἀπέστω ἡ αὐτὴ ἀσέβεια ἀπὸ τῶν καρδιῶν τῶν πιστῶν· οὔτε ὡς κεχωρισμένας ἐν δυσὶ προσώποις, ἤγουν ὑποστάσεσιν, ἀλλὰ δύο λέγομεν, ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστὸν, καθὼς τὰς φύσεις, οὕτω καὶ φυσικὰ θελήματα, καὶ ἐνεργείας ἐν ἑαυτῷ ἔχειν, θείαν δηλαδὴ καὶ ἀνθρωπίνην, θεῖον οὖν θέλημα καὶ ἐνέργειαν ἔχειν ἐξ ἀϊδίου μετὰ τοῦ ὁμοουσίου Πατρὸς κοινόν· ἀνθρώπινον χρονικῶς ἐξ ἡμῶν μετὰ τῆς ἡμετέρας φύσεως προσληφθέν. Αὕτη ἐστὶν ἡ ἀποστολικὴ καὶ εὐαγγελικὴ παράδοσις, ἣν κρατεῖ ἡ πνευματικὴ μήτηρ τοῦ εὐτυχεστάτου ὑμῶν κράτους, ἡ ἄποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία. Αὕτη ἐστὶν ἡ καθαρὰ τῆς εὐσεβείας ὁμολογία. Αὕτη ἐστὶν ἡ τῆς τῶν Χριστιανῶν πίστεως ἀληθὴς, καὶ ἀμώμητος ὁμολογία· ἤνπερ οὐκ ἀνθρωπίνη ἐφεῦρε πανουργία, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν κορυφαίων τῶν ἀποστόλων ἐδίδαξεν. Αὕτη ἐστὶν ἡ βεβαία καὶ ἀνεπίληπτος τῶν ἁγίων ἀποστόλων διδασκαλία, ἧστινος εἰλικρινοῦς εὐσεβείας τὸ ἀκέραιον μέχρις ὅτου παῤῥησιαστικῶς κηρύττεται ἐν τῇ τῶν Χριστιανῶν πολιτείᾳ, τῆς ὑμετέρας γαληνότητος τὸ κράτος φυλάττει, καὶ σταθεροποιεῖ καὶ ὑψοῖ, καὶ ὡς τελείως θαῤῥοῦμεν, εὐτυχὲς ἀποδείξει. Πιστεύσατε ἐμοὶ τῷ ταπεινῷ, Χριστιανικώτατοι δεσπόται καὶ τέκνα, ὅτι ὑπὲρ τῆς στεῤῥότητος καὶ τοῦ ὑψώματος αὐτοῦ ταῦτα μετὰ ὀδυρμῶν ἐκχέω τὰς ἱκεσίας. Καὶ ταῦτα συμβουλεύειν εἰ καὶ ἀνάξιος καὶ ἐλάχιστος, γνησίως ἀγαπῶν προπετεύομαι· ὅτι ἡ ἐκ Θεοῦ δωρηθείσα ὑμῖν νικη, ἡμετέρα σωτηρία ἐστί, καὶ τῆς ὑμετέρας γαληνότητος ἡ εὐτυχία, ἡμετέρα εὐφροσύνη ἐστί· καὶ τῆς ὑμετέρας πρᾳότητος ἡ ῥῶσις, τῇ ἡμετέρᾳ σμικρότητι εὐθυμία ἐστὶ. Καὶ κατὰ τοῦτο μετὰ συντετριμμένης καρδίας, καὶ τοῖς τῆς διανοίας προχεομένοις δάκρυσι προσπίπτων δυσωπῶ, ἐκτεῖναι καταξιώσατε τὴν φιλάνθρωπον δεξιὰν τῇ ἀποστολικῇ διδασκαλίᾳ, ἥντινα ὁ συνεργὸς τῶν εὐσεβῶν ὑμῶν μόχθων, ὁ μακάριος Πέτρος ὁ ἀπόστολος παραδέδωκεν· οὐχ ἵνα συγκλεισθῇ ὑπὸ τὸν μόδιον, ἀλλὰ σάλπιγγος λαμπρότερον ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθῆσεται· ὅτι ἡ αὐτοῦ ἀληθὴς ὁμολογία, ἀπὸ τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν ἀπεκαλύφθη· ἧς ἕνεκεν ἀπὸ τωῦ Κυρίου τῶν ὅλων μακάριος εἶναι ἀπεφάνθη ὁ Πέτρος· ὃς καὶ τοῦ ποιμαίνειν τὰ πνευματικὰ πρόβατα τῆς Ἐκκλησίας ἀπ' αὐτοῦ τοῦ Λυτρωτοῦ τῶν πάντων τῇ τρίτῃ παραθέσει ἐδέξατο· οὗτινος ἐπινεύσαντος τῇ βοηθείᾳ, αὕτη ἡ ἀποστολικὴ αὐτοῦ Ἐκκλησία, καὶ αἱ καθολικαὶ σύνοδοι πιστῶς περιπτυσσόμεναι, ἐν πᾶσιν ἠκολούθησαν, καὶ πάντες οἱ σεβάσμιοι Πατέρες τὴν ἀποστολικὴν αὐτοῦ ἐπεσπάσαντο [ Pro ἐπησπάσαντο] διδασκαλίαν, δι' ἧς καὶ δεδοκιμασμένοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ φωστῆρες ἔλαμψαν. Καὶ οἱ μὲν ἅγιοι διδάσκαλοι ὀρθόδοξοι ἐσεβάσθησαν καὶ ἠκολούθησαν· οἱ δὲ αἱρετικοὶ τοῖς πλαστοῖς ἐγκλήμασι καὶ μίσεσιν ἀφαιρέσεων ἐπηκολούθησαν. Αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥν τινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ Ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπωμένη, καὶ θαλπομένη, καὶ παῤῥησιαστικῶς κηρυχθεῖσα· ἥτις διὰ τῆς ἀληθοῦς ὁμολογίας τῷ Θεῷ καταλλάσσει· ἥτις τῷ Δεσπότῃ Χριστῷ παρατίθεται· ἥτις τῆς εὐσεβείας ὑμῶν τὸ Χριστιανικώτατων διαφυλάττει κράτος· ἥτις ἀπὸ τοῦ Δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει· ἥτις συνοδεύει ἐν τοῖς πολέμοις, καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκαταμάχητον τεῖχος περισκέπει· ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει [L., ἐμβάλλοι], καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται [L., τιμωρῆσαιτο]· ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς [ἴσ. ἐπὶ τῇ τῶν πολεμίων καταστροφῇ, καὶ ὑποταγῇ] οὐρανόθεν παράσχοι· καὶ ἐν εἰρήνῃ καὶ ἱλαρότητι ἀμέριμνον τὴν ὑμετέραν ἀληθῶς πιστοτάτην βασιλείαν διαφυλάξοι. Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου. Καὶ σύ ποτε ἐπιστραφὴς στήριζε τοὺς ἀδελφούς σου. » Κατανοήσει τοίνυν ἡ ὑμετέρα γαληναία φιλανθρωπία, Ἐπειδὴ ὁ Κύριος καὶ Σωτὴρ πάντων, οὗτινος ἡ πίστις ἐστὶν, ὃς τὴν πίστιν Πέτρου μὴ ἐκλεῖψαι ὑπέσχετο, τοῦτον ὑπέμνησε τοὺς ἑαυτοῦ στηρίζειν ἀδελφούς· ὅπερ τοὺς ἀποστολικοὺς ἀρχιερεῖς τὴν ἐμὴν ἐλαχιστίαν προηγησαμένους παῤῥησιαστικῶς ἀεὶ πεποιηκέναι πᾶσιν ἐγνώσθη· ὧν τινων καὶ ἡ ἐμὴ σμικρότης, εἰ καὶ ἄνισος καὶ ἐλαχίστη, ὅμως ἕνεκεν τῆς προσληφθείσης ἐκ τῆς θείας ῥοπῆς διακονίας ἀκόλουθος ἐπιθυμεῖ ὑπάρχειν. Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν τὴν ἀλήθειαν τοῦ Κυρίου μου, ἣν αὐτοὶ εἰλικρινῶς ἐκήρυξαν, ἀμελήσω κηρύξαι. Οὐαί μοι ἔσται, ἐὰν σιωπῇ καλύψω τὴν ἀλήθειαν, ἣν καταβαλέσθαι τοῖς τραπεζίταις ἐπιτέτραμμαι, τουτέστι τοὺς Χριστιανικωτάτους λαοὺς μυεῖν καὶ διδάσκειν. Τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; Τί περὶ ἐμαυτοῦ; τί περὶ τῶν ἐμπιστευθεισῶngr; μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ' ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; Τίς τοίνυν, φιλανθρωπότατοigr; καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πνεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἐπηγγείλατο φήσας· « Ὅστίς με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; » Καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλὴ, ἥτις ἀγανακτοῦντα αὐτὸν προσμαρτύρεται, καὶ διαβεβαιοῦται φάσκουσα· « Ὅστίς με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κᾀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; » Ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομιμνήσκει καὶ λέγει· « Ἀλλ' εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. » Ὅπου τοιαύτη ἐπίκειται ποινὴ κολάσεως τοῖς στρεβλοῦσιν, ἢ παρασιωπῶσι τὴν ἀλήθειαν, πῶς οὐκ ἔστι φευκτέα ἡ ὑπεξαίρεσις ἀπὸ τῆς ἀληθείας τῆς Δεσποτικῆς πίστεως; Ὅθεν καὶ οἱ τῆς ἀποστολικῆς μνήμης οἱ προηγησάμενοι τὴν ἐμὴν μετριότητα ταῖς δεσποτικαῖς διδασκαλίαις κατηρτισμένοι, ἐξότου καινοτομίαν αἱρετικὴν εἰς τὴν τοῦ Χριστοῦ ἄμωμον Ἐκκλησίαν οἱ πρόεδροι τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας εἰσαγαγεῖν ἐπεχείρουν, οὐδέποτε ἠμέλησαν τούτους προτρέψασθαι, καὶ παρακαλοῦντες ὑπομνῆσαι, ἵνα ἀπὸ τοῦ φαύλου δόγματος τῆς αἱρετικῆς πλάνης κᾂν σιωπῶντες ἀποστήσωνται, μήπως ἐκ τούτου προοίμιον διαχωρισμοῦ ἐν τῇ ἑνώσει τῆς Ἐκκλησίας ποιήσωσιν, ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τῶν δύο φύσεων διαβεβαιούμενοι ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅπερ καὶ οἱ Ἀρειανοὶ, καὶ οἱ Ἀπολλιναρισταὶ, καὶ οἱ Εὐτυχιανισταὶ, καὶ οἱ Τιμοθεανοὶ, καὶ οἱ Ἀκέφαλοι, οἱ Θεοδοσιανοὶ, καὶ οἱ Γαϊανῖται, καὶ πᾶσα παντελῶς αἱρετικὴ μανία, ἥ τε τῶν συγχεόντων, ἥ τε τῶν διαιρούντων τὸ μυστήριον τῆς Ἐνανθρωπήσεως τοῦ Χριστοῦ ἐδίδαξαν. Συγχέοντες μὲν τῆς ἁγίας Ἐνανθρωπήσεως τὸ μυστήριον, καθὸ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἓν αὐτῶν [L., αὐτοῦ], ὥσπερ ἑνὸς, θέλημα, καὶ ἐνέργειαν προσωπικὴν ἔχειν φιλονεικοῦσι. Διαιροῦντες δὲ τὴν ἀχώριστον ἕνωσιν, τὰς δύο φύσεις, ἅς τινας τὸν Σωτῆρα ἔχειν ἐπιγινώσκουσιν, οὐχὶ καθ' ἕνωσιν, ἥτις καθ' ὑπόστασιν γενομένη γνωρίζεται, ἑνοῦσιν· ἀλλὰ βλασφημοῦντες, κατὰ σχέσιν θελήματος ὡς δύο ὑποστάσεις, τουτέστι δύο τινὰς καθ' ὁμόνοιαν συνάπτουσι. Τοιγαροῦν ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἑκκλησία ἡ πνευματικὴ μήτηρ τοῦ Θεοθεμελιώτου ὑμῶν κράτους καὶ ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογεῖ ἐκ δύο, καὶ ἐν δύο ὑπάρχοντα φύσεσι, καὶ δύο αὐτοῦ τὰς φύσεις, τὴν θείαν, δηλονότι, καὶ ἀνθρωπίνην, καὶ μετά τὴν ἀχώριστον ἕνωσιν ἀσυγχύτως ἐν αὐτῷ εἶναι διδάσκει, καὶ ἐκ τῶν φυσικῶν ἰδιοτήτων μίαν ἑκάστην αὐτῶν τῶν τοῦ Χριστοῦ φύσεων τελείαν εἶναι ἐπιγινώσκει, καὶ εἴτι δήποτε ἀνήκει πρὸς τὰς ἰδιότητας τῶν φύσεων, πάντα διπλᾶ ὁμολογεῖ, ὅτι αὐτὸς ὁ Κύριος ἡμῶν Ἱησοῦς Χριστὸς καὶ Θεὸς τέλειός ἐστι, καὶ ἄνθρωπος τέλειός ἐστι, καὶ ἐκ δύο καὶ ἐν δύο φύσεσι, καὶ μετὰ τὴν θαυμαστὴν Ἐνανθρώπησιν ὑπάρχων, οὔτε ἡ θεότης αὐτοῦ χωρὶς τῆς ἀνθρωπότητος, οὔτε ἡ ἀνθρωπότης αὐτοῦ χωρὶς τῆς θεότητος δύναται νοεῖσθαι. Ἀκολούθως τοίνυν πρὸς τὸν κανόνα τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ δύο φυσικὰ θελήματα ἐν αὐτῷ, καὶ δύο φυσικὰς ἐνεργείας εἶναι ὁμολογεῖ, καὶ κηρύττει. Ἐὰν γάρ τις προσωπικὸν νοήσῃ τὸ θέλημα, ἐν ὅσῳ τρία πρόσωπα ἐν τῇ ἁγίᾳ Τριάδι λέγονται, ἀναγκαῖόν ἐστιν, ἵνα καὶ τρία προσωπικὰ θελήματα, καὶ τρεῖς προσωπικαὶ ἐνέργειαι, ὅπερ ἀλλόκοτόν ἐστι καὶ λίαν βέβηλον, λεχθήσωνται. Ἐπεὶ [L., Εἰ δὲ], ὅπερ ἡ ἀλήθεια τῆς Χριστιανικωτάτης πίστεως περιέχει, φυσικὸν τὸ θέλημά ἐστιν, ὅπου μία φύσις λέγεται τῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος, ἀκολούθως καὶ ἓν φυσικὸν θέλημα, καὶ μία φυσικὴ ἐνέργεια νοεῖται. Ἡνίκα δὲ ἐν τῷ ἑνὶ προσώπῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεσίτου Θεοῦ καὶ ἀνθρώπων δύο φύσεις, τουτέστι τὴν θείαν καὶ τὴν ἀνθρωπίνην ὁμολογοῦμεν, ἐν αἷς καὶ μετὰ τὴν θαυμαστὴν ἕνωσιν ὑπάρχει. Καθὼς δύο τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς φύσεις, οὕτω καὶ δύο φυσικὰ θελήματα, καὶ δύο φυσικὰς αὐτοῦ τὰς ἐνεργείας κακονικῶς ὁμολογοῦμεν. Ἵνα δὲ ταύτης τῆς ἀληθοῦς ὁμολογίας ἡ νόησις ἐκ τῆς παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡ Θεόπνευστος διδασκαλία [L., ἐκ τῆς ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ Θεοπνεύστου διδασκαλίας] ταῖς ἐννοίαις τῆς ὑμετέρας εὐσεβείας φανῇ· πλέον γὰρ καὶ ἀσυγκρίτως ἡ ὑμετέρα φιλανθρωπία δυνήσεται τὴν ἔννοιαν τῶν ἁγίων Γραφῶν ἐπεξεργάσασθαι, ἤπερ ἡ ἡμετέρα σμικρότης ῥευστοῖς ῥήμασι σαφηνίσαι· αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς ἀληθινὸς καὶ τέλειος Θεὸς, ἀληθινὸς καὶ τέλειος ἄνθρωπός ἐστιν, ἐν τοῖς ἱεροῖς αὐτοῦ Εὐαγγελίοις προσμαρτύρεται ἔν τισι τὰ ἀνθρώπινα, ἔν τισι τὰ θεῖα, καὶ ἅμα ἑκάτερα ἐν ἄλλοις περὶ αὐτοῦ φανερὰ ποιούμενος· ὅπως αὐτὸν ἀληθῆ Θεὸν καὶ ἀληθῆ ἄνθρωπον πιστεύειν καὶ κηρύττειν τοὺς πιστοὺς αὐτοῦ καταρτίσῃ. Προσεύχεται οὖν πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ἵνα τὸ ποτήριον τοῦ πάθους παραγάγῃ, ὅτι ἐν αὐτῷ τῆς ἡμετέρας ἀνθρωπότητος ἡ φύσις χωρὶς μόνης ἁμαρτίας τελεία ἐστί· « Πάτερ, φάσκων, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ θέλεις. » Καὶ ἐν ἄλλῳ· « Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω. » Ἧστινος μαρτυρίας τὴν ἔννοιαν ἐὰν ἀπὸ τῶν ἁγίων καὶ ἐγκρίτων Πατέρων σαφηνισθεῖσαν ἐπιγνῶναι ἐπιθυμῶμεν, καὶ τί Τὸ ἐμὸν θέλημα, τί Τὸ σὸν σημαίνῃ, τὸ ἀληθὲς νοῆσαι, ὁ μακάριος Ἀμβρόσιος ἐν τῷ δευτέρῳ λόγῳ πρὸς τὸν τῆς εὐσεβοῦς μνήμης Γρατιανὸν τὸν βασιλέα τούτοις τοῖς ῥήμασι περὶ τοῦ τόπου τούτου ἡμᾶς νοεῖν ὑπομιμνήσκει φάσκων· Δέχεται τοίνυν τὴν βούλησιν τὴν ἐμὴν, δέχεται τὸ στυγνόν· θαῤῥῶν γὰρ ὀνομάζω στυγνότητα, ἐπειδὴ κηρύσσω σταυρόν. Ἐμὸν ἦν τοῦτο τὸ βούλημα, ὅπερ ἴδιον ἔλεγεν· ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησεν. Καὶ διὰ τοῦτο φησίν· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ θέλεις. » Ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ' ἐμὴν διάθεσιν ἀνεδέξατο· Ἰδοὺ φαίνεται, εὐσεβέστατοι βασιλέων, ὅτι ἐνταῦθα ὁ ἅγιος Πατὴρ τὸ ῥῆμα τοῦτο, ὅπερ ὁ Κύριος προσευχόμενος προήγαγε, τό· Οὐχ ὡς ἐγὼ θέλω, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν ἐπισφραγίζει, καθ' ἣν καὶ ὑπήκοος κατὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου τῶν ἐθνῶν λέγεται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὅθεν καὶ ὑποτασσόμενος τοῖς γονεῦσι γνωρίζεται. Οὔτε [L., καὶ πάλι] οὖν τὴν ὑπακοὴν αὐτοῦ τὴν ἑκούσιον κατὰ τὴν θεότητα, ἥτις πάντων δεσπόζει, εὐσεβές ἐστι νοεῖν, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα, δι' ἧς ἑκουσίως τοῖς γονεῦσιν ὑπετάγη. Ὅπερ καὶ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς ὁμοίως μνημονεύει, τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα προσευχόμενον πρὸς τὸν Πατέρα εἰσάγων, καὶ διαβεβαιούμενος· « Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω. » Ὅντινα τόπον ὁ τοῦ Χριστοῦ ὁμολογητὴς Ἀθανάσιος ὁ ἀρχιερεὺς τῆς Ἀλεξ. Ἐκκλ. ἐν τῷ λόγῳ τῷ κατὰ Ἀπολλιναρίου τοῦ αἱρετικοῦ περὶ τῆς Τριάδος καὶ τῆς Ἐνανθρωπήσεως, καὶ τοῦ δυϊκοῦ ἀριθμοῦ δραττόμενος οὕτω σαφηνίζει· Καὶ ὅταν λέγῃ· « Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν. » Καὶ πάλιν· « Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· » δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκὸς, τὸ δὲ θεϊκόν. Τὸ γὰρ ἀνθρώπινον, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον· ἧστινος σαφηνείας τί ἀληθέστερον δύναται γνωρισθῆναι; Πῶς γὰρ οὐκ ἐν αὐτῷ δύο θελήματα, τουτέστι θεῖον καὶ ἀνθρώπινον πιστῶς ἐπιγνωσθήσονται, ἐν ᾗ δύο φύσεις καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν συνοδικῷ κηρύγματι κηρύττονται; Καὶ Ἰωάννης γὰρ, ὃς ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνέπεσεν, ὁ ἀγαπητὸς μαθητὴς τὲν αὐτὴν περιοχὴν τούτοις σαφηνίζει τοῖς ῥήμασιν· « Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. » Καὶ πάλιν· « τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ με, μὴ ἀπολέσω ἐξ αὐτοῦ τι, ἀλλ' ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. » Ὡσαύτως τὸν αὐτὸν Κύριον εἰσάγει μετὰ τῶν Ἰουδαίων διαλεγόμενον, καὶ λέγοντα μετὰ τῶν λοιπῶν· « Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. » Οὗτινος θείου λόγου τὸν σκοπὸν ὁ μακάριος Αὐγουστῖνος ὁ ἐξοχώτατος διδάσκαλος οὕτω κατὰ Μαξίμου [L., Μαξιμὸν] τοῦ Ἀρειανοῦ φράζει, καὶ λέγει· Ὅπου δὲ εἶπεν ὁ Υἱὸς τῷ Πατρί· « Πλὴν οὐχ ὅπερ ἐγὼ θέλω, ἀλλ' ὅπερ σὺ θέλεις· » τί σοι βοηθεῖ, ὅτι τὰ σὰ ῥήματα ὑποβάλλεις, καὶ λέγεις· Ἔδειξεν ἀληθῶς τὸ ἴδιον θέλημα ὑποτεταγμένον τῷ ἰδίῳ γεννήτορι, ὡς ἂν εἰ ἡμεῖς ἠρνούμεθα τὸ θέλημα τοῦ ἀνθρώπου τῷ τοῦ Θεοῦ θελήματι ὀφείλειν εἶναι ὑποτεταγμένον; καὶ γὰρ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου τοῦτο εἰρηκέναι τὸν Κύριον ταχέως θεωρεῖ, ὅστις εἰς τὸν τόπον αὐτοῦ τοῦ ἁγίου Εὐαγγελίου μικρῷ προσεχέστερον ἐπισκύψει. Ἐκεῖ γὰρ εἶπε· « Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. » Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν. Ἀνθρώπου δηλαδὴ μὴ προσληφθέντος, οὐδαμῶς τῷ Πατρὶ εἶπεν ἂν ὁ μονογενὴς Λόγος· « Οὐχ ὅπερ ἐγὼ θέλω. » Οὐδέποτε γὰρ ἠδύνατο ἡ ἄτρεπτος ἐκείνη φύσις τί ποτε ἕτερον θέλειν παρὰ τὸν Πατέρα. Ταῦτα εἰ διαστέλλετε, Ἀρειανοὶ, αἱρετικοὶ οὐκ ἔσεσθε. Δι' ἧς διαλέξεως ὁ σεβάσμιος οὗτος Πατὴρ ἀποδείκνυσιν, ὅτι ἡνίκα λέγει ὁ Κύριος Ἴδιον, τῆς ἀνθρωπότητος αὐτοῦ σημαίνει τὸ θέλημα· καὶ ὅτε λέγει μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ὑπομιμνήσκει ἡμᾶς οὐχὶ τὸ ἡμέτερον πρωτοτύπως ζητεῖν θέλημα, ἀλλὰ δι' ὑπακοῆς τὸ ἡμέτερον θέλημα τῷ θείῳ θελήματι ὑποτάσσειν. Ὅθεν φανεροποιεῖ, ὅτι καὶ τὸ No value for key &otigr; ἀνθρώπινον ἔσχε θέλημα, καθ' ὃ ὑπήκουσε τ?ι Πατρὶ, καὶ ἄμωμον ἀπὸ πάσης ἁμαρτίας τὸ αὐτὸ ἀνθρώπινον θέλημα, ἅτε δὴ Θεὸς ἀληθὴς καὶ ἄνθρωπος, τοῦτο ἐν ἑαυτῷ ἔσχε καὶ ἀπέδειξεν. Ὅπερ καὶ ὁ ἅγιος Ἀμβρόσιος σαφηνίζων τὸν ἅγιον Λουκᾶν τὸν εὐαγγελιστὴν οὕτω φράζει· Τὸ Ἴδιον αὐτοῦ εἰς τὸν ἄνθρωπον ἀνήγαγε, τὸ τοῦ Πατρὸς εἰς τὴν θεότητα. Τὸ γὰρ ἀνθρώπινον θέλημα πρόσκαιρον, τὸ θέλημα τῆς θεότητος, αἰώνιον. Ταῦτα ὁ πνευματικὸς Πατὴρ ὑπομιμνήσκων καταρτίζει, ὁποῖον θέλημα ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ φυσικῶς κοινὸν ὁ Υἱὸς ἔχει, καὶ ποῖον χρονικῶς διὰ τῆς προσληφθείσης ἀνθρωπότητος ὁ αὐτὸς ἐν τῷ ἰδίῳ προσώπῳ ἀνέλαβεν. Ὅπερ καὶ ὁ τῆς ἁποστολικῆς μνήμης ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει, μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅ τινά εἰσιν ἐν τῷ Χριστῷ, σκοπῷ διακεκριμένῳ, ἅπερ ἐν ταῖς Γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται, φανερῶν [προσνέμων], καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ Κύριος εἶπε, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν δεικνύων οὕτω φησί· Κατὰ τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τοῦ πέμψαντος αὐτόν. Ἰδοὺ γὰρ ἐνταῦθα ὁ ἀποστολικὸς Πατὴρ πρὸς τὴν τοῦ δούλου μορφὴν τὸν αὐτὸν τοῦ Κυρίου λόγον ἁρμοδίως ἡμᾶς ἐδίδαξε νοεῖν. Προσεπιτούτοις, ὅπως εὐσεβῶς [L. πῶς ἂν εὐσεβῶς] δυνηθῶσι νοεῖσθαι αἱ διάφοροι ἐπὶ τούτῳ τῶν ἁγίων Γραφῶν μαρτυρίαι, ἅ τινα [L. αἵ τινες] ποτὲ μὲν ἐκ τῆς φύσεως τῆς ἀνθρωπότητος, ποτὲ δὲ ἐκ τῆς θείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ ἀνθρώπου κατασκευάζονται [παράγονται]; καὶ ὅτε [ἐπὶ τοῦ παρόντος] μὲν ἡ Γραφὴ μνημονεύει· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. » Ὡσαύτως· « Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ. » Καὶ τῷ λε πρῷλέγει· « Θέλω, καθαρίσθητι. » Καὶ· « Οὐδεὶς δύναται γνῶναι τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ τινι θέλει ὁ Υἱὸς ἀποκαλύψαι. » Ὡσαύτως τινὰ περὶ τοῦ ἀνθρωπίνου αὐτοῦ θελήματος τοῦ Εὐαγγελίου τὰ μυστήρια μνημονεύουσιν, ἡνίκα λέγουσιν αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα θέλειν ὡς ἀληθῶς ἄνθρωπον τοὺς ἰδίους πειράσαι [L. περάσα] μαθητάς. Καὶ ἐν τῷ διέρχεσθαι αὐτὸν διὰ τῆς Γαλιλαίας μετὰ τῶν μαθητῶν, οὐκ ἤθελεν, ἵνα τις γνῷ. Καὶ ὡς ἄνθρωπος λέγει· « Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντος με. Καὶ οὐκ ἤθελε διὰ τῆς Ἰουδαίας περιπατῆσαι, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. » Καὶ πάλιν· « Ἐγερθεὶς ἦλθεν εἰς τὰ μεθόρια Τύρου, καὶ εἰσελθὼν εἰς οἶκον οὐκ ἤθελέ τινα γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. » Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ. Τὸ γὰρ παρ' αὐτοῦ μὴ προσληφθὲν οὐδὲ σώζεται, καθὼς ἡμᾶς ὁ συστατικὸς τῆς ἀληθείας κήρυξ Γρηγόριος ὁ Ναζιανζοῦ πρόεδρος ἐφωδίασε. Τοιγαροῦν εἰς τὸ παρ' αὐτοῦ ἀνθρώπινον [L., εἰ παρ' αὐτοῦ τὸ ἀνθρώπινον] θέλημα, καθὼς ἡ φύσις, προσελήφθη, καὶ ἐσώθη, καὶ ὅπερ παρὰ τοῦ προσλαβομένου ἐσώθη, οὐκ ἠδύνατο εἶναι αὐτῷ ἐναντίον. Οὐδὲν γὰρ ἐναντίον ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὅλων ἔκτισεν, ἢ διὰ τοῦ μυστηρίου τῆς Ἐνανθρωπήσεως προσέλαβε. Καὶ ὁ ψαλμῳδὸς Δαβὶδ τὸ πρόσωπον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν Ψαλμοῖς εἰσάγων προμηνύει· « Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἠβουλήθην. » Ὡσαύτως· « Ἑκουσίως θύσω σοι. » Μήτι κατὰ τὴν θεότητα ἄλλο ἐστὶ, θέλημα τοῦ Πατρὸς παρὰ τὸν Υἱὸν; ἢ ἄλλο θέλει ὁ Υἱὸς παρὰ τὸν Πατέρα; Εἰ τοίνυν ἓν θέλουσι, καὶ οὐδεμία ἐστὶ διαφορὰ θελήματος ἐν τῇ ἁγίᾳ Τριάδι, πῶς ἐστι νοητέον, ὅπερ ὁ Προφήτης περὶ τοῦ προσώπου αὐτοῦ μαρτυρεῖ· « Τοῦ ποιῆσαι τὸ θέλημα σου, ὁ Θεός μου, ἠβουλήθην, » εἰ μὴ πιστῶς νοηθῇ εἰρημένον περὶ τοῦ ἀμώμου θελήματος τῆς αὐτοῦ ἀνθρωπότητος; Ὅθεν καὶ ἕπεται· « Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. » Οὐδεὶς γὰρ ἀμφιβάλλει, ὅτι ὁ ψαλμὸς οὗτος εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ ἀπὸ τοῦ Προφήτου ἐκηρύχθη. Ὅπερ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς Φιλιππησίους ἀναγγέλλει, εἰ πεπληρωμένῃ πίστει θελήσει τις προσέχειν, περὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισοτῦ οὕτω λέγων· « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. » Ἰδοὺ ἐνταῦθα ὁ ἀληθέστατος κήρυξ, καὶ τῶν μορφῶν, τουτέστι τῶν φύσεων τοῦ Χριστοῦ τὴν διαφορὰν διδάσκει, καὶ τὴν ὑπακοὴν μέχρι θανάτου τῆς ἀνθρωπίνης μορφῆς σοφῶς ἐπισφραγίζει [τῇ ἀνθρωπίνῃ μ. σ. ἀπονέμει ex Lat. ]. Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε. Προσεπιτούτοις ἵνα φανῇ τῇ ὑμετέρᾳ εὐσεβεῖ εὐμενείᾳ, ὅτι φυσικόν ἐστι τὸ ἀνθρώπινον θέλημα· καὶ ὁ ἀρνούμενος τὸ ἀνθρώπινον θέλημα χωρὶς μόνης ἁμαρτίας ἐν τῷ Χριστῷ, οὔτε ἔχειν αὐτὸν ἀνθρωπίνην ψυχὴν ὁμολογεῖ, ὁ σοφώτατος τῆς ἀληθείας κήρυξ, ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πέμπτῳ τόμῳ τῆς διαλέξεως κατὰ Ἰουλιανοῦ τοῦ Πελαγιανιστοῦ, τί ἐστι θέλημα, τούτοις ὁρίζει τοῖς ῥήμασι· Κίνησις ψυχῆς τί ἐστιν, εἰ μὴ κίνησις φύσεως; Ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί, διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησις ἐστι ψυχῆς. Ἰδοὺ κατὰ τὸν ὅρον τούτου τοῦ σοφωτάτου Πατρός, τί εἴη τὸ ἀνθρώπινον θέλημα, δείκνυται, ὅτι ψυχῆς κίνησις ἐστιν. Ὁμοίως ἐν τῷ αὐτῷ· Ἡ ἀλήθεια δὲ λέγει, ἐφ' ὅσον ἐστὶ θελήματι [θέλημα τι] ἀπὸ τῆς φύσεως χωρισθῆναι οὐ δύναται. Καὶ πάλιν ἐν τῷ αὐτῷ τόμῳ· Καὶ πόθεν ἐστὶ τὸ θέλημα, καὶ εἶναι οὐ λογίζεται, καὶ ἐὰν ἡ ἀρχαιογονία αὐτοῦ οὐκ ἔστι ζητητέα, οὐ διὰ τοῦτο οὐκ ἔστι ζητητέα, ὅτι τὸ θέλημα ποθεν οὐκ ἔστιν, ἀλλ' ὅτι πεφανέρωται πόθεν εἴη. Ἐξ ἐκείνου γάρ ἐστι τὸ θέλημα, οὗτινός ἐστι τὸ θέλημα· ἀπ' ἀγγέλου δηλονότι θέλημα ἀγγέλου· ἀπὸ ἀνθρώπου, ἀνθρώπου· ἀπὸ Θεοῦ, Θεοῦ. Καὶ ἐὰν ἐνεργῇ ὁ Θεὸς θέλημα ἀγαθὸν ἐν θῷ ἀνθρώπῳ, τοῦτο ἐνεργεῖ, ἵνα ἀνατείλῃ ἐξ αὐτοῦ ἀγαθὸν θέλημα, οὗτινός ἐστι τὸ θέλημα. Καὶ πάλιν φησί· Διὰ τί οὖν ἀρνῆσαι κεκλεισμένοις ὀφθαλμοῖς πράγματα φανερὰ, ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ἀναφύεσθαι θέλημα τῷ ἀνθρώπῳ; Ὡσαύτως· Αὐτὴ ἡ κίνησις τῆς ψυχῆς μηδενὸς ἀναγκάζοντος θέλημα ἐστι . . . Καὶ πάλιν· Οὕτως οὐκ ἀληθῶς ἄρα [οὕτως ἄρα ex Lat. ], Ἰουλιανὲ, ἐξ ἀνθρώπου θέλημα ἀνθρώπου οὐκ ἀναφύεται, ὁπόταν ὁ ἀνθρωπος ἀγαθὸν ποίημα Θεοῦ εἴη; Ἔπειτα δὲ [μὴ] ἠδυνήθη ἀνελθεῖν εἰς τὴν καρδίαν σου, φύεσθαι μὲν ἐξ ἀνθρώπου θέλημα, ἀλλ' οὐχὶ ἐκ τοῦ αὐτεξουσίου αὐτοῦ; Εἰπὲ οὖν πόθεν, ἐὰν οὐχὶ ἀπὸ τῆς φύσεως, τουτέστιν, ἐὰν οὐχὶ ἀπ' αὐτοῦ τοῦ ἀνθρώπου; Αἷστισι μαρτυρίαις φαίνεται μίαν ἑκάστην αὐτῶν, ἅς τινας ἐνταῦθα ὁ πνευματικὸς Πατὴρ ἀπηρίθμησε φύσεις, ἴδιον φυσικὸν ἔχειν, καὶ ἑνὶ ἑκάστῳ προσκυροῦσθαι ὀφείλειν θέλημα. Οὔτε γὰρ δυνήσεται ἡ τῶν ἀγγέλων φύσις θεῖον ἔχειν θέλημα, ἢ ἀνθρώπινον, οὔτε ἡ ἀνθρωπίνη φύσις θέλημα Θεοῦ, ἢ ἀγγέλου, καθὼς οὔτε ἑτέρου, παρ' ὅ ἐστι, τὶ ἔχειν φύσιν δυνήσεται ἢ κίνησιν, εἰ μὴ ὅπερ ἐστὶ φυσικῶς ἢ ἐδημιουργήθη. Ὁπόταν ταῦτα οὕτως ἔχει, ἀκριβέστατα φαίνεται, ὅτι ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ δύο, τουτέστι, Θεοῦ καὶ ἀνθρώπου φύσεις, ἤτοι οὐσίας ὁμολογοῦντες εἰς μίαν αὐτοῦ συνεληλυθέναι τὴν ὑπόστασιν, ἤτοι πρόσωπον, ἀναγκαῖόν ἐστι καὶ δύο ἡμᾶς φυσικὰ ἐν αὐτῷ ὁμολογεῖν θελήματα, θεῖον δηλονότι καὶ ἀνθρώπινον· ἐπειδὴ οὔτε τὴν αὐτοῦ θεότητα, ὅσον πρὸς τὸν τῆς φύσεως λόγον ἀνήκει, ἀνθρώπινον ἐσχηκέναι θέλημα λέγειν ἐστίν· οὔτε τὴν ἀνθρωπότητα αὐτοῦ θεῖον φυσικῶς ἐσχηκέναι θέλημα πιστεύειν ἐστίν· οὔτε δὲ πάλιν τινὰ ἐκ τῶν αὐτῶν δύο τοῦ Χριστοῦ οὐσιῶν ἐκτὸς τοῦ φυσικοῦ θελήματος ὑπάρχειν ὁμολογεῖν ἐστίν· ὁπόταν καὶ τὸ ἀνθρώπινον διὰ τῆς παντοκρατορίας τῆς αὐτοῦ θεότητος ὑψηλόν ἐστι, καὶ τὸ θεῖον διὰ τῆς ἀνθρωπότητος φανερὸν τοῖς ἀνθρώποις. Ἀποδοῦναι τοίνυν ἀναγκαῖόν ἐστι τὰ ὄντα θεῖα τῷ αὐτῷ ὡς Θεῷ, τὰ ὄντα ἀνθρώπινα τῷ αὐτῷ ὡς ἀνθρώπῳ, καὶ ἑκατέρᾳ διὰ τῆς καθ' ὑπόστασιν ἑνώσεως τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθῶς ἐπιγινώσκειν. Ὅπερ ὁ ἀληθὴς ὅρος τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ὑπομιμνήσκει ἡμᾶς διαβεβαιούμενος. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις Πατράσιν, ἕνα, καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Υἱὸν Κύριον, μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἑν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον, ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον Κύριον Ἰησοῦν Χριστόν. Τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ἐπὶ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ, τῶν ὅρων κηρύττει· Εἴ τις ἐν δύο φύσεσι, λέγουσα, μὴ ὡς ἐν θεότητι, καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημαίνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν, οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης. Μένει γὰρ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ' ὑπόστασιν· ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φονὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ἢ τὸν ἀριθμον τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θεωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν· εἷς γὰρ ἐξ ἀμφοῖν, καὶ δι' ἑνὸς ἀμφότερα· ἀλλ' ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ, ὡς κεχωρισμένας καὶ ιδιοϋποστάτους εἶναι τὰς φύσεις· ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Διὰ ταῦτα, ἅπερ ὁμᾶς αἱ σεβάσμιαι αὗται σύνοδοι πιστῶς ὑπομιμνήσκουσιν, ἀναγκαῖόν ἐστι φυλάξαι, ὅπως μηδαμοῦ τὴν διαφορὰν τῶν φύσεων διὰ τὴν ἕνωσιν ἀφαιρῶμεν, ἀλλὰ σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, ἕνα Χριστὸν Θεὸν ἀληθινὸν καὶ τέλειον, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν καὶ τέλειον ὁμολογήσωμεν. Διὸ δὴ ἐὰν ἐν οὐδενὶ ἡ διαφορὰ τῶν φύσεων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνῃρέθη, ἀναγκαῖόν ἐστιν, ἵνα ἐν πάσαις ταῖς ἰδιότησι τὴν αὐτὴν διαφορὰν φυλάξωμεν. Ὁ γὰρ ἐν οὐδενὶ ἀναιρετέαν τὴν διαφορὰν διδάξας, ἐν πᾶσι ταύτην ὀφείλειν φυλάττεσθαι ὑπέμνησεν. Ὅπου δὲ ἕν θέλημα καὶ ἐνέργεια ἀπὸ τῶν αἱρετικῶν καὶ τῶν τούτοις ἑπομένων λέγεται, ποία ἐν αὐτῇ διαφορὰ γνωρίζεται; ἢ ποῦ κατὰ τὴν ἁγίαν ταύτην σύνοδον ἡ διαφορὰ φυλάττεται; ἐπειδὴ ἐὰν ἓν θέλημα ἐν αὐτῷ, ὅπερ ἀλλόκοτόν ἐστι, βεβαιοῦται, ἀναγκαῖόν ἐστι τοὺς ταῦτα διεκδικοῦντας ἢ θεῖον αὐτὸ λέγειν, ἢ ἀνθρώπινον, ἢ ἐξ ἀμφοῖν σύνθετον, κεκραμένον, καὶ συγκεχυμένον, ἢ, ὡς οἱ αἱρετικοὶ πάντες διαβεβαιοῦνται, ἒν ἔχειν τὸν Χριστὸν θέλημα καὶ ἐνέργειαν, ὡς ἀπὸ μιᾶς, ὡς αὐτοὶ φάσκουσι, συνθέτου φύσεως προελθόντα. Καὶ ἀπώλετο ἐν τούτῳ ἀναμφιβόλως ἡ φυσικὴ διαφορὰ, ἥν τινα αἱ ἅγιαι σύνοδοι καὶ μετὰ τὴν θαυμαστὴν ἕνωσιν ἐν πᾶσιν ἡμῖν παραφυλαχθησομένην ἐθέσπισαν. Ἑπεὶ κᾂν ἕνα Χριστὸν, καὶ ἓν αὐτοῦ πρόσωπον καὶ ὑπόστασιν, διὰ τὴν ἕνωσιν δηλονότι τῶν φύσεων, ἥτις γέγονε καθ' ὑπόστασιν, ἐδίδαξαν· ὅμως τὴν διαφορὰν αὐτῶν τῶν φύσεων, αἵ τινες ἐν αὐτῷ ἡνώθησαν, μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν, μέχρι θεωρίας νοήσεως γνωρίζειν ἡμᾶς, καὶ κηρύττειν παραδεδώκασι. Τοιγαροῦν ἐὰν αἱ ἱδιότητες τῶν φύσεων ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυριῳ ἡμῶν Ἰητοῦ Χριστῷ διὰ τὴν διαφορὰν φυλάττωνται, ὁμοίως καὶ τὴν διαφορὰν τῶν φυσικῶν αὐτοῦ θελημάτων, καὶ τῶν φυσικῶν αὐτοῦ ἐνεργειῶν ἁρμόζει ἡμᾶς ὁμολογεῖν πληρεστάτῃ πίστει, ὅπως τῇ αὐτῶν διδασκαλίᾳ ἐν πᾶσιν ἀκολουθοῦντες ἀποδειχθῶμεν, καὶ μηδέν τῆς αἱρετικῆς καινότητος εἰς τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν προσδεξώμεθα. Κᾂν εἰ γὰρ ἀναρίθμητα καὶ τῶν ἄλλων ἁγίων Πατέρων ὑπάρχωσι τὰ πονήματα, ὅμως ὀλίγας χρήσεις ἀπὸ τῶν βιβλίων τῶν Γραικῶν ἐν ταύτῃ μου τῇ μετρίᾳ ἀναφορᾷ ῥᾳθυμίας [ἴσ., βαρυθυμίας] χάριν ὑπετάξαμεν.
Τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ δευτέρου λόγου τοῦ περὶ Υἱοῦ.
Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν Υἱὸν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος. Εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴποιμεν ἂν ὡς [θέλειν] παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου· τὸ γὰρ ἐκείνου θέλημα οὑδὲ ὑπεναντίον Θεῷ θεωθὲν ὁλον.
Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσσης ἐκ τοῦ δευτέρου βιβλίου τοῦ κατὰ Εὐνομίου.
Πῶς ὁ Κύριος τὸν κόσμον ἑαυτῷ καταλλάσσων πεμέριζε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἁπτόμενος δὲ διὰ τοῦ σώματος;.
Τοῦ αὐτοῦ ἐκ τοῦ βιβλίου τοῦ κατὰ Ἀπολιναρίου.
Τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτο ἂν παραμυθία, ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία· ὅτι τὸ μὲν δειλιᾷν πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης ἀσθενείας ἐστι, καθώς φησι καὶ ὁ Κύριος, τὸ πνεῦμα πρόθυμον εἶναι λέγων, ἀσθενῆ δὲ τὴν σάρκα. Τὸ δὲ ἀναδέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος, τῆς θείας ἐστὶ καὶ βουλῆς καὶ δυνάμεως. Ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα, καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν, ὁς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος· ἐπάγει δὲ τὴν δευτέραν φωνὴν, τὸ ὑψηλὸν καὶ Θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας θέλων. Ὁ γὰρ εἰπὼν, « Μὴ τὸ ἐμὸν, » τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε. Προσθεὶς δὲ, « Τὸ σὸν, » ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεότητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως.
Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς ὁμιλίας τῆς πρὸς τοὺς μὴ ὑπαντήσαντας ἐν τῇ συνάξει· καὶ περὶ τοῦ ὁμοουσίου.
Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; » Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἃν δὲ ἐπὶ τῆς σαρκὸς ἔχῃ [ἔχει] λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γὰρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Ὅταν οὖν λέγῃ· « Ὅτι εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, » καί· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· » οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον· τὸ γὰρ φοβεῖσθαι θάνατον, καὶ ἀναδύεσθαι, καὶ ἀγωνιᾷν ἐκείνης ἐστίν.
Τοῦ ἁγίου Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῶν Θησαυρῶν.
Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· « Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτέριον, » ἐννόει πάλιν ὀτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Θεοῦ Λόγου μηκέτι τοῦτο πάσχειν· Ἐλεγε γὰρ πρὸς τὸν Πατέρα· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ ὡς σύ. » Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ' εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο· τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. Ἐξ ὧν ἀληθευουσῶν μαρτυριῶν ἀποδέδεικται, δύο ἐν ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ θελήματα προκηρύξαι, θεῖον δηλονότι καὶ ἀνθρώπινον, τούτους τοὺς σεβασμίους Πατέρας. Ὁπόταν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Ναζιανζοῦ, Τὸ γὰρ ἐκείνου θέλειν τοῦ ἐν τῷ Σωτῆρι νοουμένου ἀνθρώπου δείκνυσι τὸ ἀνθρώπινον τοῦ Σωτῆρος θέλημα δι' αὐτῆς τῆς ἑνώσεως τῆς πρὸς τὸν Λόγον θεωθῆναι, καὶ διὰ τοῦτο μὴ εἶναι ἐναντίον Θεῷ. Ὡσαύτως ἀποδείκνυσιν, ὅτι καὶ ἀνθρώπινον, εἰ καὶ θεωθὲν, ἔσχηκε θέλημα, καὶ ὁ αὐτὸς οὗτος, καθὼς εἰς τὰ ἀκόλουθα διδάσκει, ἔσχε καὶ θεῖον ἓν καὶ τὸ αὐτὸ σὺν τῷ Πατρί. Εἰ οὖν καὶ θεῖον καὶ θεωθὲν ἔσχε, δύο πάντως ἔσχε θελήματα. Τὸ γὰρ φύσει θεῖον θεωθῆναι οὐκ ἐπεδέχετο[L., ἐπεδεῖτο], τὸ δὲ θεούμενον οὐκ ἔστι δηλονότι φύσει θεῖον. Καὶ ἐπὰν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ὁ μέγας ἐπίσκοπος, ἀληθῆ εἶναι τοῦ μυστηρίου ὁμολογίαν, ἕτερον ὀφείλειν νοεῖσθαι τὸ ἀνθρώπινον θέλημα, ἕτερον τὸ θεῖον ἐν τῷ Χριστῷ, τί νοεῖσθαι ὑπομιμνήσκει, ἕτερον λέγων θέλημα καὶ ἕτερον, εἰ μὴ δύο φανερῶς θελήματα; Ὡσαύτως ἡνίκα ὁ ἅγιος Ἰωάννης ὁ ἔξοχος καθηγεμὼν διδάσκει, ἓν κατὰ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοεῖσθαι θέλημα· καὶ τὸν αὐτὸν πάλιν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγει θέλειν ὡς ἄνθρωπον, καὶ κατὰ σάρκα ἀληθῶς καὶ χωρὶς σκανδάλου λεγόμενον ὀφείλειν γνωρίζεσθαι, ὅτι οὐκ ἤθελε τεθνάναι, διόπερ [ἴσ. διιότι] ὅτι τῆς ἀνθρωπίνης ἐστὶ φύσεως ἀνεπιλήπτως τοῦτο θελούσης, φανερόν ἐστιν, ὅτι καὶ αὐτὸς δύο φυσικὰ ἐν τῷ Χριστῷ κηρύσσει θελήματα· θεῖον, ὅπερ ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀνθρώπινον, ὅπερ τὴν διάθεσιν τοῦ ζῇν φυσικῶς πράττει. Καὶ ὁπόταν ὁ συστατικὸς τῆς ὀρθοδόξου πίστεως κήρυξ ὁ μακάριος Κύριλλος λέγῃ, ὅτι καθὸ ἦν Λόγος, οὐκ ἐφοβεῖτο τὸν θάνατον, ἀλλ' ἤθελε μέχρι τέλους τὴν οἰκονομίαν διεξάγειν, ὅτι τοῦτο ἦν τὸ θέλημα τοῦ Πατρὸς, ὅπερ ἐστὶ κατὰ τὴν θεότητα καὶ τοῦ Υἱοῦ· καὶ ἐσχηκέναι τὸν αὐτὸν τοῦτον Κύριον Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα τοῦ μὴ ἀποθανεῖν θέλημα, τουτέστι τῆς ἀνθρωπίνης ζωῆς τὴν φυσικὴν διάθεσιν· δείκνυσι δὺο αὐτὸν, θεῖον δηλαδὴ καὶ ἀνθρώπινον, ἀναμφιβόλως ἐν ἑαυτῷ ἔχειν θελήματα· ἓν μὲν, ἐν ᾧ τὴν οἰκονομίαν ἤθελεν ἐκτελέσαι· ἕτερον δὲ, ἐν ᾧ λέγει τὴν σάρκα μὴ θέλειν φυσικῶς τεθνάναι. Οὐδὲν δὲ ἧττον καὶ περὶ τῶν δύο φυσικῶν ἐνεργειῶν τοῦ Χριστοῦ δίδοται νοεῖσθαι, ὁπόταν οἱ αὐτοὶ σεβάσμιοι Πατέρες μιᾷ ἑκάστῃ τῇ Χριστοῦ φύσει τὴν ἰδίαν ἐνέργειαν προσεκύρωσαν. Ὅθεν ὁ ἅγιος Ἱλάριος ὁ τῆς ἀληθείας ἐξοχώτατος ἐκδικητὴς ἐν τῷ ἐννάτῳ λόγῳ περὶ πίστεως κατὰ Ἀρειανῶν οὕτως ἡμᾶς κατήρτισεν· Ἐτέχθη τοίνυν ὁ μονογενὴς Θεὸς ἐκ Παρθένου ἄνθρωπος, καὶ κατὰ τὸ πλήρωμα τῶν χρόνων, ἐν ἑαυτῷ μέλλων προάγεσθαι εἰς Θεὸν τὸν ἄνθρωπον, τοῦτον κατὰ πὰντα τὸν τρόπον τοῦ εὐαγγελικοῦ λόγου ἐκράτησεν, ὅπως ἑαυτὸν Υἱὸν Θεοῦ πιστεύεσθαι διδάξῃ, ὡς ἀνθρώπου Υἱὸν κηρύττεσθαι ὑπομνήσῃ· λαλῶν καὶ πράττων ὁ ἄνθρωπος [καὶ πράττων ἄνθρωπος] ἅπαντα τὰ τοῦ Θεοῦ, εἶτα φθεγγόμενος, καὶ πράττων ὁ Θεὸς [καὶ πράττων Θεὸς] ἅπαντα ἅπερ εἰσὶν ἀνθρώπου. Οὕτω μέντοι, ἵνα ἐν αὐτῷ τοῦ ἑκατέρου γὲνους τῷ λόγῳ, μηδέ ποτε εἰ μὴ μετὰ τῆς σημασίας καὶ ἀνθρώπου ὁ λαλῶν καὶ Θεοῦ εἴη· ὥστε ἀληθῶς δύο νοεῖσθαι τὰς φύσεις. Ὡσαύτως ἐκ τοῦ αὐτοῦ μετ' ὀλίγα· Εἶδες ἆρα οὕτω Θεὸν καὶ ἄνθρωπον κηρύττεσθαι, ἵνα ὁ θάνατος τῷ ἀνθρώπῳ, τῷ δὲ Θεῷ τῆς σαρκὸς ἡ ἔγερσις προσνεμηθῇ; Ὅμως οὐχ ἵνα ἄλλως εἴη, δι' οὗ ὁ νεκρὸς ἀνίσταται· ἡ σκυλευθεῖσα γὰρ [ἄλλος ᾖ θανὼν, καὶ ἄλλος δι' οὗ ὁ νεκρὸς ἀνίσταται, ἡ γυμνωθεῖσα γὰρ ex L. ] σὰρξ ὁ Χριστός ἐστι νεκρός. Καὶ πάλιν, ὁ τὸν Χριστὸν ἐκ νεκρῶν ἐξεγείρας, ὁ αὐτὸς Χριστὸς ἐστιν ὁ τὴν σάρκα ἀποθέμενος. Τὴν φύσιν τοῦ Θεοῦ ἐν τῇ δυνάμει τῆς ἀναστάσεως νόησον, τὴν οἰκονομίαν τοῦ ἀνθρώπου ἐν τῷ θανάτῳ γνώριζε. Καὶ ὁπόταν ὦσιν ἑκάτερα ταῖς ἑαυτῶν φύσεσι πραχθέντα, ἕνα ὅμως Χριστὸν Ἰησοῦν τοῦτον εἶναι μέμνησο τὸν τὸ ἑκάτερον ὄντα. Μή τι ἀρφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ Πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν, καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ Θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα Θεὸν, καὶ ἑκάτερον γένος σημαντικὸν Θεοῦ καὶ ἀνθρώπου ἀποδεικνῦντα; ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνάξῃ [ὁδὸν ἀνοίξῃ ex L. ], ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὢν Χριστὸς ὁ Θεὸς καὶ [ὁ αὐτὸς οὗτος εἰπὼν, Χριστὸς ὁ Θεὸς καὶ] ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν, καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν αὐτὸν δείκνυσι, καὶ ἑκάτερα μετ' ἀλλήλων ἀκὲραια διὰ τῆς θεωρητικῆς διακρίσεως σημαίνει. Καὶ ὅτι ἑκάτερα καὶ τὰ τῆς θείας δυνάμεως καὶ τὰ τῆς οἰκονομίας τῆς ἀνθρωπίνης ἕνα καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ ἑκάτερον ὄντα ταῖς ἰδίαις φύσεσι πεπραχέναι προμηνύει, ὃς καὶ θείαν ἐνέργειαν μίαν ἔχει ἐξ ἰδίου σὺν τῷ Πατρὶ, καὶ χρονικὴν ἀνθρωπίνην ἐνέργειαν ὑπὲρ ἡμῶν γενόμενος ἄνθρωπος ἐν ἑαυτῷ προσέλαβεν ἀνελλιπῶς, ἵνα ἀληθῶς ἑκάτερον γένηται, καὶ ἐκ τῶν φύσεων ταῖς ἰδίαις ἐνεργείαις γνωρισθῇ [ὑπάρχῃ καὶ ἐκ τῶν ἰδίων ταῖς φύσεσιν ἐνεργειῶν γνωρισθῇ ex L. ], ὅπερ ἦν. Ὁ ἅγιος δὲ Ἀθανάσιος ὁμοίως ὁ ὁμολογητὴς τοῦ Χριστοῦ ἐν τῷ τετάρτῳ λόγῳ τῷ κατὰ Ἀρειανῶν τὰ ἴσα ἡμᾶς ἐκδιδάσκει. Ὡς γὰρ ὁ Κύριος ἐνδυσάμενος τὸ σῶμα γέγονεν ἄνθρωπος· οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρ' αὐτοῦ τοῦ Λόγου τεθεοποιήμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν. Ταῦτα ἀναγκαίως προεζητήσαμεν, ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λαλοῦντα, γινώσκωμεν, ὅτι Θεὸς ὢν ταῦτα ἐργάζεται, καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα, ἢ πάσχοντα, μὴ ἀγνοῶμεν, ὅτι σαρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω πάντα ποιεῖ καὶ λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύσομεν, καὶ οὔποτε πλανηθησόμεθα. Πῶς σοφῶς ἐνταῦθα ὁ ἀξιομνημόνευτος Πατὴρ ἐκ τῶν ποιοτήτων τῶν ἐνεργειῶν τῶν φύσεων τῶν ἐν τῷ Χριστῷ τὴν διαφορὰν διδάσκει νοεῖσθαι· καί ὡς τὰ πράγματα αὐτὰ πρὸ ὀφθαλμῶν χειρίζων τῇ χειρὶ τῆς πνευματικῆς διδασκαλίας τοῖς ἀναγινώσκουσι δείκνυσιν, ἡνίκα λέγει, εἶναι ἑνὸς τὰ ἑκάτερα πράττεσθαι, τουτέστιν ἑκατέρας τὰς ἐνεργείας, τὰ θεῖα δηλονότι καὶ τὰ ἀνθρώπινα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προέρχεσθαι; Καὶ ὑπομιμνήσκει μὴ δύνασθαι πλανᾶσθαι τὸν κατὰ ταύτην τὴν ὀρθὴν νόησιν πιστεύοντα. Ὡσαύτως ἡνίκα λέγει τὸ, Ἔλεγε καὶ ἅμα ἐποίει τὰ ἀνθρώπινα, διδάσκει καθὸ τῆς ἀνθρωπίνης ἐν ἑαυτῷ ἐνεργείας, ὡς καὶ τῆς λαλιᾶς τὴν ἰδιότητα εἶχεν. Ἑὰν γὰρ ἀνθρωπίνως οὐκ ἐνήργησεν, οὔτε ἐλάλησε· κᾂν εἰ τὰ μάλιστα καὶ ὅτε ἀνθρωπίνως ἐλάλησε καὶ ἐνήργησεν, ἅμα ἐνήργει καὶ ὡς Θεὸς.
Ὁ ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης ὁ ἐπίσκ. Ἁθηνῶν ἐν τῷ βιβλίῳ τῷ περὶ θείων Ὀνομάτων, κεφαλαίῳ δευτέρῳ, ὁμοίως διδάσκει. Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς Θεουργίας τὸ καθ' ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀλήθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον Λόγον, καὶ δρᾶσαι καί παθεῖν, ὅσα τῆς ἀνθρωπίνης αὐτοῦ θεουργίας ἐστὶν ἐκκριτά τε καὶ ἐξαίρετα. Τούτοις γὰρ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα κατ' οὐδένα κεκοινώνηκε λόγον, εἰ μήπου τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον βούλησιν, καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄῤῥητον θεουργίαν, ἣν ἔδρα καὶ καθ' ἡμᾶς γεγονὼς ὁ ἀναλλοίωτος Θεὸς καὶ Θεοῦ Λόγος.
Ὁ ἅγιος Ἀμβρόσιος ἀπὸ τοῦ δευτέρου λόγου πρὸς Γρατιανὸν τὸν βασιλέα· Ὁ οὖν ἴσος ἐν μορφῇ Θεοῦ, ἐλάττων ἐν τῇ προσλήψει τῆς σαρκὸς, καὶ τοῦ ἀνθρώπου τῷ πάθει. Πῶς γὰρ ἡ αὐτὴ φύσις ἐδύνατο ἐλάττων εἶναι, καὶ ἴση; Πῶς δὲ ἐὰν ἐλάττων ἐστὶ, τὰ αὐτὰ ποιεῖ ὁμοίως, ἅπερ ὁ Πατὴρ ποιεῖ; Καὶ γὰρ τίνα τρόπον ἡ αὐτὴ ἐνέργεια διαφόρου ἐστὶ δυνάμεως; Μήτοι οὕτω δύναται ἐνεργεῖν ὁ ἥττων, καθ' ὃν τρόπον ὁ μείζων; ἡ μία ἐνέργεια δύναται εἶναι, ὅπου διάφορος οὐσία ἐστί; Τοίνυν λάβε τὸν Χριστὸν κατὰ τὴν θεότητα μὴ δύνασθαι ἐλάττονα λέγεσθαι.
Ἐκ τοῦ τόμου τῆς πίστεως τοῦ ἁγίου Λέοντος τοῦ τῶν Ῥωμαίων ἀρχιερέως, τοῦ πρὸς τὸν ἅγιον Φλαβιανὸν τὸν ἐπίσκοπον καὶ ὁμολογητήν.
Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν Λόγου κατεργαζομένου τοῦτο, ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅπερ ἐστὶ τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε. Καὶ καθάπερ ὁ Λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ Πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν.
Τοῦ αὐτοῦ ἀπὸ τῆς ἐπιστολῆς τῆς σταλείσης πρὸς Λέοντα τὸν βασιλέα.
Εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ Δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου Υἱῷ, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς ἓν ὑπάρχει τὸ πρόσωπον, ὅπερ ἀχωρίστως καὶ ἀδιαιρέτως κοινὰς εἶχε τὰς πράξεις, δεῖ νοεῖν ὅμως αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπὶ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται. Καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ Λόγου· καὶ τί ἐστιν, ὅπερ ὁ Λόγος χωρὶς τῆς σαρκὸς οὐκ ἀποτελεῖ.
Ὁ ἅγιος Γρηγόριος ὁ ἐπίσκοπος Νύσσης ἐν τῷ τετάρτῳ λόγῳ τῆς ἑρμηνείας τῶν μακαρισμῶν· Ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμέρας διαμείνας, ὕστερον ἐπείνασε. Δέδωκε γὰρ, ὅτε ἠβουλήθη, τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι.
Τοῦ ἁγίου Κυρίλλου τοῦ Ἀλεξανδρείας ἀπὸ τοῦ κδ' κεφαλαίου τοῦ τῶν Θησαυρῶν βιβλίου.
Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πρεπραγμένα δεικνῦσι τὸν Σωτῆρα Θεόν· καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνῦσι κατὰ ἀλήθειαν ἄνθρωπον. Αὕτη γάρ ἐστι τοῦ μυστηρίου ἡ δύναμις. Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντας [ἔχοντος] τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν· φαίνεται δὲ [καὶ] τούτων τῶν ἁγίων Πατέρων ὁ σκοπὸς τῇ πνευματικῇ διακρίσει τοῖς ὁρῶσιν, ὅτι κατὰ τὸν τῆς πίστεως κανόνα τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας δύο ἐνεργείας ἐν τῷ Χριστῷ, τουτέστι θείαν καὶ ἀνθρωπίνην, γνωρίζουσιν, ἐπὰν ὁ ἅγιος Διονύσιος μὲν λέγῃ, διακεκριμένως [διακεκριμένην] εἶναι τὴν ἐνέργειαν τοῦ Χριστοῦ, ἥτις καθ' ἡμᾶς ἐστιν ἐξ ἡμῶν· καὶ ἐκ τούτου ὁλικῶς καὶ ἀληθῶς τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον ἐπιγινώσκεσθαι ὡσαύτως ἡνίκα λέγει δρᾷν καὶ παθεῖν τὰ πρόσφορα τῇ ἀνθρωπίνῃ αὐτοῦ θεουργίᾳ [εἰ καὶ θείως συμβαίνουσι], καθ' ἣν ὁ Θεὸς ὁ Πατὴρ καὶ Πνεῦμα τὸ ἅγιον κατ' οὐδένα λόγον [τρόπον] αὐτῇ κοινωνοῦσιν. Ἐκεῖ γὰρ διάκρισις εἶναι γνωρίζεται, ὅπου ἡ διαφορὰ ἀναμφιβόλως ἀποδείκνυται. Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε. Καὶ ἀκολούθως κατὰ τὸν τῆς διανοίας λόγον διακρίνει τὸν Λόγον ὅπερ ἐστὶ τοῦ Λόγου ἐνεργοῦντα, καὶ τὸ σῶμα ὅπερ ἐστὶ τοῦ σώματος ἐκτελοῦν, καὶ μιᾶς ἑκάστης φύσεως τὰ πρόσφορα ἔργα θεωρεῖται, εἰ καὶ τὰ μάλιστα ταύτας ἀπὸ τῆς ἀλλήλων κοινωνίας οὐ χωρίζει, αὐτοῖς τοῖς πράγμασι δείκνυσιν ὁ ἐξαίρετος ἀρχιερεὺς, μᾶλλον δὲ καὶ πᾶσα σὺν αὐτῷ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἡ κοινότης, ὅτι καὶ θεότης τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν ἀσυγχύτως ἐν τῇ ἑνώσει ἐφύλαξε, καὶ ἡ ἀνθρωπότης αὐτοῦ τὰ πρὸς ἐνέργειαν τῆς ἀνθρωπίνης οὐσίας ἁρμόζοντα ἐξετέλεσε. Καὶ ἑκάτερα ἀπὸ τοῦ ἑνὸς ἀσυγχύτως, καὶ ἀχωρίστως προῆλθον Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ ἑκατέρων τῶν φύσεων συνεστῶτος, καὶ ἐν ἑκατέροις εἷς καὶ ὁ αὐτὸς διέμεινε. Καὶ ἐν ὅσῳ πρὸς τὸν ἐν εὐσεβεῖ τῆ μνήμῃ Λέοντα τὸν βασιλέα τὸ σύμβολον τῆς ἀληθοῦς ὁμολογίας σαφηνίζει, καὶ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἓν πρόσωπον εἶναι ἀληθῶς κηρύττει, ὅμως τὴν ὁδὸν τῆς ἐννοίας διανοίγει, ἵνα ἐκ τῶν ποιοτήτων αὐτῶν τῶν ἔργων τοῦ Χριστοῦ, τουτέστιν ἐκ τῆς φυσικῆς ἐνεργείας μία ἑκάστη τῶν καθ' ὑπόστασιν ἐν τῷ Χριστῷ ἑνωθεισῶν φύσεων, ποίας ἐστὶν οὐσίας, ἐπιγνωσθῇ· οὐδὴ γὰρ ἐνταῦθα ὁ κήρυξ τῆς ἀληθείας προσεδέξατο, ἵνα τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣν χρονικῶς ὁ Κύριος μετὰ τῆς ἀνθρωπότητος ἔλαβε, τῇ ἀϊδίῳ αὐτοῦ οὐσίᾳ προσκυρώσῃ, ἢ τῇ θείᾳ αὐτοῦ οὐσίᾳ τῆς ἀνθρωπίνης ἐνεργείας τὸ μέτρον ἐπιγραφῇ· ἀλλὰ μενούσης οὐδὲν ἧττον τῆς ἑνώσεως [ἑνότητος] τοῦ προσώπου, τὰς φύσεις, αἵτινες ἐν τῷ Χριστῷ καθ' ὑπόστασιν, ἡνώθησαν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ἐπέγνω. Εἰ τοίνυν δύο φύσεις εἰσὶν, ὧν ἡ ἕνωσις ἐν τῷ ἑνὶ Χριστῷ γέγονε, δύο δηλονότι εἰσὶ καὶ τούτων τῶν φύσεων αἱ ἐνέργειαι, αἵτινες σὺν ταῖς ἑαυτῶν φύσεσιν ἀσυγχύτως καὶ ἀχωρίστως συνῆλθον ἐν τῷ ἑνὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Ὁμοίως δὲ καὶ ὁ ἅγιος Νυσσαεὺς Γρηγόριος, δεδωκέναι λέγων τὸν Σωτῆρα Κύριον τῇ ἀνθρωπίνῃ φύσει, ἣν ἐν ἑαυτῷ ἔσχε, καιρὸν τὰ ἴδια ἐνεργῆσαι, φανερώτερον ὑπέδειξεν [ἀπέδειξεν], ὅτι καὶ ἡ ἀνθρωπίνη φύσις, ἥτις ἐστὶν ἐν τῷ Χριστῷ, ἔσχε τῆς οἰκείας ἐνεργείας τὸ φυσικὸν ἀποτέλεσμα. Ὅθεν δῆλόν ἐστι καὶ τοῦτον δύο ἐν τῷ Χριστῷ φυσικὰς ἐνεργείας οὐδὲν ἧττον ἐπιγνῶναι. Καὶ γὰρ ὁ τῆς ἀληθείας ἐκδικητὴς Κύριλλος ὁ τῆς Ἀλεξανδρέων πόλεως, συνάγων ἐκ τούτων τῶν θεοπρεπῶς λεχθέντων, ἢ πραχθέντων παρὰ τοῦ Κυρίου καὶ Σωτῆρος Θεὸν αὐτὸν ἀποδείκνυσθαι, καὶ ἐκ τῶν παρὰ τοῦ αὐτοῦ κατὰ ἄνθρωπον λεχθέντων, ἢ γενομένων δείκνυσθαι αὐτὸν ἀληθῶς ἄνθρωπον, φανερόν ἐστιν, ὅτι ἐκ τῶν φυσικῶν ἐνεργειῶν τοῦ Χριστοῦ, τὸν Χριστὸν ἀληθινὸν καὶ τέλειον Θεὸν, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν, καὶ τέλειον εἶναι ἐπέγνω. Οὔτε γάρ ἐστιν ἄλλη οὕτω φανερὰ ἀπόδειξις, ἥτις δυνήσεται τὸν αὐτὸν τοῦτον καὶ Θεὸν καὶ ἄνθρωπον ἀποδεῖξαι παρὰ τὰς φυσικὰς ἐνεργείας· ὧντινων ἐκ τῶν ποιοτήτων καὶ αἱ φύσεις, ἀφ' ὧν οὐσιωδῶς προήρχοντο, ἀκριβῶς ἐν αὐτῷ εἶναι πιστεύονται. Εἰ τοίνυν ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν γνωρίζεται εἶναι, ἔνθα ἡ δυὰς τῶν φύσεων ἀσυγχύτως διέμεινεν, οὔτε αἱ αὐτῶν ἐνέργειαι ἠδυνήθησαν συγχυθῆναι. Ἀλλ' ἀπὸ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ταῖς ἰδίαις φύσεσι προσφόρως προήρχοντο. Οὐκ ἐλλείψουσι δὲ καὶ ἄλλων σεβασμίων Πατέρων δεδοκιμασμέναι μαρτυρίαι τῶν δύο φανερῶς λεγόντων φυσικὰς ἐνεργείας ἐν τῷ Χριστῷ, ἵνα σιωπῇ παραδράμωμεν τὸν ἅγιον Κύριλλον τὸν Ἱεροσολύμων, τὸν ἅγιον Ἰωάννην τὸν Κωνσταντινουπόλεως, ἢ ὁσοιδήποτε μετὰ ταῦτα ὑπὴρ τῆς ὀρθότητος τῆς σεβασμίας ἐν Χαλκηδόνι συνόδου, καὶ τοῦ τόμου τοῦ ἁγίου Λέοντος ἀπολογούμενοι τοὺς ἐπιπόνους ἀγῶνας κατὰ τῶν συγχεουσῶν αἱρέσεων ἐπεδείξαντο [ἀπεδείξαντο], ὧντινων ἀπὸ τῆς πλάνης καὶ ἡ τοῦ καινοῦ δόγματος κατῆλθε σειρὰ [φάσις], τουτέστιν ὁ τῆς μακαρίας μνήμης Ἰωάννης ὁ Σκυθοπόλεως ἐπίσκοπος, Εὐλόγιος ὁ Ἀλεξανδρείας πρόεδρος, Εὐφραίμιος καὶ Ἀναστάσιος ὁ μέγας, τῆς Θεουπόλεως Ἐκκλησίας οἱ ἄξιοι καθηγεμόνες, καὶ ὁ ὑπὲρ πάντας ζηλωτὴς τῆς ἀληθείας καὶ ἀποστολικῆς πίστεως, ὁ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανὸς ὁ βασιλεὺς, οὗτινος ἡ ὁρθότης τῆς πίστεως ὁπόσον ὑπὲρ τῆς εἰλικρινοῦς ὁμολογίας τῷ Θεῷ ἤρεσε, τοσοῦτον τὴν Χριστιανικωτάτην πολιτείαν ὕψωσε. Καὶ μέχρι τοῦ νῦν ἀπὸ πάντων τῶν ἐθνῶν ἡ αὐτοῦ θεοσεβὴς μνήμη προσκυνήσεως ἀξιοῦται. Οὗτινος ἡ ὀρθότης τῆς πίστεως διὰ τῶν σεβασμίων αὐτοῦ ἠδίκτων ἐν ὅλῳ τῷ κόσμῳ διαχυθεῖσα ἐπαινεῖται. Ἐξ ὧν ἓν, ὅπερ πρὸς Ζώϊλον τὸν Ἀλεξανδρείας καθηγεμόνα, ἐστάλη κατὰ τῆς τῶν Ἀκεφάλων αἱρέσεως ὑπὲρ τῆς ὀρθότητος τῆς ἀποστολικῆς πίστεως πρὸς τὸ πληροφορῆσαι αὐταρκοῦν, μετὰ ταύτης ὑμῶν τῆς μετρίας ἀναφορᾶς τῇ γαληναίᾳ ὑμῶν Χριστιανότητι στείλαντες, διὰ τῶν ἀποκομιστῶν τῶν παρόντων προσφέρομεν. Ἀλλ' ἵνα μή πως τῶν πολλῶν ῥημάτων φορτικὴ νομισθῇ ἡ δικαιολογία, καὶ μάλιστα οἷς τισι τὸ πρᾶγμα[L., ἡ φροντὶς] καὶ ἡ διοίκησις ὅλου τοῦ κόσμου ὡς ἐν ἰσχυρῷ θεμελίῳ ἐπίκειται, ὀλίγας ἀπὸ τῶν ἀναριθμήτων ταύτῃ τῇ μετρίᾳ ἀναφορᾷ ἐντάξαι τῶν ἁγίων Πατέρων μαρτυρίας ἐσπουδάσαμεν· ἐπειδὴ καὶ τοῦτο ἀσύγκριτον πάνυ καὶ μέγιστόν ἐστιν, ἵνα τῆς φροντίδος ὅλης τῆς Χριστιανικωτάτης πολιτείας ἐπ' ὀλίγον κωλυθείσης, ὑπὲρ πόθου τῆς ἀληθοῦς πίστεως ζέουσα, τοῦ ἀποστολικοῦ κηρύγματος τὴν διδασκαλίαν ἐξηνθισμένως ἐπιγνῶναι ἐπιθυμήσῃ ἡ σεβασμία καὶ ὑμῶν φιλανθρωπία. Ἀληθῶς γὰρ ἐκ διαφόρων ἐγκρίτων Πατέρων τῆς ὀρθοδόξου πίστεως ἡ ἀλήθεια ἐφάνη, εἰ καὶ ὀλίγαις μαρτυρίαις· ἐπειδὴ πρᾶγμα ἠνεῳγμένον καὶ πᾶσι φανερὸν οἱ ἐπαινετοὶ Πατέρες περισσὸν ἔκριναν φράζειν. Τίς γὰρ, εἰ καὶ βραδὺς εἴη πρὸς τὸ νοῆσαι, οὐ θεωρήσει, ὅπερ πᾶσι φαίνεται, ὅτι ἀδύνατον, καὶ παρὰ τὴν τάξιν τῆς φύσεώς ἐστι, δύνασθαι εἶναι φύσιν, καὶ ἐνέργειαν μὴ ἔχειν φύσεως; ὅπερ οὐδὲ ὑπὸ τῶν αἱρετικῶν ποτε ἐδοκιμάσθη λέγεσθαι· οἵτινες πάσας τὰς ἀνθρωπίνους πανουργίας, καὶ σκολιάς ζητήσεις κατὰ τῆς ὀρθότητος τῆς πίστεως, καὶ συναθροισμοὺς ταῖς φαυλότησιν αὐτῶν προσφόρους ἐφεῦρον. Πῶς οὖν ὅπερ οὔτε ἀπὸ τῶν ἁγίων ὀρθοδόξων Πατέρων ἐῤῥέθη ποτὲ, οὔτε ἀπὸ τῶν βεβήλων αἱρετικῶν τετόλμηται εὑρεθῆναι, ἐπὶ τοῦ παρόντος δυνήσεται προπετευθῆναι, ἵνα τῶν δύο φύσεων τοῦ Χριστοῦ, τῆς θείας δηλονότι καὶ τῆς ἀνθρωπίνης, ὧντινων αἱ ἰδιότητες ἀκέραιοι εἶναι γνωρίζονται ἐν τῷ Χριστῷ μίαν ἔχειν [ἴσ., εἶναι] ἐνέργειαν, τίς ποτε ὀρθῶς φρονῶν δυνήσηται ἀποδεῖξαι; ὁπόταν ἐὰν μία ἐστὶν, εἴπωσιν ἢ χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστή, ἡ αὐτὴ, ἥτις καὶ τοῦ Πατρός ἐστιν, ἢ ἑτέρα παρὰ τὸν Πατέρα. Εἰ τοίνυν μία ἐστὶ καὶ ἡ αὐτὴ, μία καὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κοινή ἐστιν, ὅπερ ἀλλόκοτόν ἐστι λέγεσθαι, οὐκοῦν ἐπὰν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπινα ἐνεργήσας ἐπὶ τῆς γῆς, ὁμοίως σὺν αὐτῷ καὶ ὁ Πατὴρ φυσικῶς ἐνήργησεν, ἐπειδὴ ἃ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἰ δὲ, ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστὸς, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς Υἱοῦ ἐπαναφέρεται, ἅ τινα οὐκ ἔστι τὰ αὐτὰ, οἷα καὶ τοῦ Πατρὸς, [ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ Πατρὶ, κατ' ἄλλο ex Lat. ] κατ' ἄλλο δηλονότι καὶ ἄλλο ἐνήργησεν ὁ Χριστός· ἵνα κατὰ τὴν θεότητα, ἃ ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιῇ, κατὰ δὲ τὴν ἀνθρωπότητα, ἅ εἰσι τοῦ ἀνθρώπου ἴδια, ὁ αὐτὸς οὗτος [οὕτως] ἐνήργει ὡς ἄνθρωπος, ἐπειδὴ ἀληθής ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος. Ὅθεν καὶ ἀληθῶς πιστεύεται, ὅτι ὁ αὐτὸς οὗτος εἷς [ὢν] δύο φυσικὰς ἔχει ἐνεργείας, τὴν θείαν δηλονότι καὶ τὴν ἀνθρωπίνην, τὴν ἄκτιστον καὶ κτιστὴν, ὡς ἀληθινὸς καὶ τέλειος Θεὸς, ἀληθινὸς καὶ τέλειος ἄνθρωπος, εἷς ὁ αὐτὸς μεσίτης Θεοῦ, καὶ ἀνθρώπων Κύριος Ἰησοῦς Χριστός. Διὸ ὁμοίως καὶ ἐκ τῶν ποιοτήτων τῶν ἔργων, τῶν φύσεων, αἵτινες ἐν τῷ Χριστῷ κατὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν συνῆλθον, ἡ διαφορὰ ἀπρόσκοπος γνωρίζεται. Ὅπως [τούτων] δὲ καὶ τῶν θεομισήτων αἱρετικῶν, ὧν καθὼς τὰς προσηγορίας ὁμοίως βδελυττόμεθα καὶ τὰ ῥήματα, πρὸς ἔνδειξιν καὶ μόνον τούτων, οἷς τισιν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ ἓν ἐν τῷ Χριστῷ λέγοντες θέλημα καὶ ἐνέργειαν ἠκολούθησαν, ὀλίγα τινὰ ἐκ τῶν καταράτων αὐτῶν ῥημάτων ἐπισυνήψαμεν· Ἀπολλιναρίου αἱρετικοῦ κατὰ Διοδώρου πρὸς τὸ κείμενον ἐν τῷ ἠδίκτῳ τῆς ὀρθοδόξου πίστεως τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἰουστινιανοῦ τοῦ βασιλέως· Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν· ὧν δὲ μία ἐνέργεια, τούτων μία ἐστὶν οὐσία, μία ἄρα οὐσία τοῦ Λόγου καὶ τῆς σαρκός. Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ προγεγραμμένῳ, Εἰς τὰ ἐπιφάνια τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου.
Ὁ εἷς γὰρ Χριστὸς θεϊκῷ μόνῳ θελήματι κινούμενος, καθὸ καὶ μίαν οἴδαμεν αὐτοῦ τὴν ἐνέργειαν ἐν διαφόροις θαύμασι καὶ παθήμασιν ἐκ τῆς μιᾶς αὐτοῦ συνθέτου φύσεως προϊοῦσαν. Θεὸς γὰρ ἔνσαρκός ἐστι καὶ πιστεύεται. Σεβῆρος ὁ αἱρετικὸς ἀπὸ τοῦ προσφωνητικοῦ λόγου τοῦ γενομένου ἐν τῇ Δάφνῃ, ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας οὕτω φησίν· Ἀναθεματίζομεν δὲ καὶ τὴν σύνοδον Χαλκηδόνος, καὶ τὸν τόμον Λέοντος τοῦ τῆς τῶν Ῥωμαίων Ἐκκλησίας ἡγησαμένου, καὶ τοὺς λέγοντας, ἢ εἰπόντας ἐν δύο φύσεσι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἄφραστον καὶ ἀπερινόητον ἕνωσιν, καὶ τούτων ἀκολούθως δύο ἐνεργείας, ἢ ἰδιότητας. Ὁμοίως τοῦ αὐτοῦ Σεβήρου πρὸς Σέργιον γραμματικὸν ἔνθα φησίν· Ἐπειδὴ γὰρ εἷς ὁ ἐνεργῶν, καὶ μία αὐτοῦ ἡ ἐνέργεια, καὶ κίνησις ἐνεργητική. Ὡσαύτως καὶ ἐκ τοῦ δευτέρου βιβλίου Νεστορίου τοῦ ἀνθρωπολάτρου, οὗ ἔγραψεν Ἐπιφανοῦς μυήσεως· Ἀσυγχύτους φυλάττομεν τὰς φύσεις οὐ κατ' οὐσίαν, γνώμῃ δὲ συνημμένας. Διὸ καὶ μίαν αὐτῶν τὴν θέλησιν, ἐνέργειάν τε καὶ δεσποτείαν ὁρίζομεν ἀξίας ἰσότητα δεικνυμένας. Ὁ γὰρ Θεὸς Λόγος ἀναλαβὼν, ὃν προώρισεν ἄνθρωπον, πρὸς αὐτὸν οὐ διεκρίθη διὰ τὴν προγνωσθεῖσαν αὐτῷ διάθεσιν.
Θεοδοσίου αἱρετικοῦ Ἀλεξανδρέως ἀπὸ τοῦ τόμου τοῦ παρ' αὐτοῦ γραφέντος Θεοδώρᾳ τῇ Αὐγούστῃ· Ὡς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρου θεοπρεπῆ μίαν, ἐπεὶ καὶ ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ φαμεν τὰ θεοπρεπῆ θαύματα, καὶ τὰ φυσικὰ πάντα καὶ ἀδιάβλητα πάθη. Καὶ μετ' ὀλίγα· Καὶ μίαν εἶναι καὶ τὴν αὐτὴν τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ τὴν θεοπρεπῆ σοφίαν, γνῶσίν τε τῶν ὅλων, καὶ εἴδησιν κατὰ τὸ συναμφότερον, τουτέστι κατὰ τὴν αὐτοῦ θεότητα, καὶ κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα, ἐπεὶ καὶ ἐνέργειαν μίαν ὁμολογοῦμεν θεοπρεπῆ, ὡς ἤδη προλέλεκται. Καὶ πάλιν· Τῆς θεοπρεποῦς ἐνεργείας μιᾶς οὔσης αὐτοῦ, ἀνάγκη καὶ ἀμέριστον εἶναι ταύτην καὶ ἀδιαίρετον. Καὶ πάλιν· Οἰκειούμενος μὲν τὰ αὐτῆς, τουτέστι τὰ τῆς σαρκὸς, ἐμποιήσας δὲ καὶ αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν. Τὸ δὲ « ἐμποιήσας αὐτῆ » αὐτὸ τὸ καταπλουτίσαι τῆ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τὴν αὐτοῦ θεοπρεπῆ ἐνέργειαν, τὴν ἀσυγχύτως καὶ ἀτρέπτως ἑνωθεῖσαν αὐτῳ ἔμψυχον σάρκα παρίστησιν. Ἰδοὺ, εὐσεβέστατοι δεσπόται καὶ τέκνα, τῶν ἁγίων Πατέρων ταῖς μαρτυρίαις, ὡς πνευματικαῖς ἀκτῖσι, τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἡ διδασκαλία ἐφανερώθη, καὶ ἐφωτίσθη, καὶ τῆς αἱρετικῆς τυφλώσεως τὸ σκότος, ὅπερ πλάνην τοῖς μιμουμένοις ὑποβάλλει, ἀπεκαλύφθη. Νῦν ἀναγκαῖόν ἐστιν, ἵνα τοῦ νέου δόγματος ὁ σκοπὸς ἐπιζητηθῇ, τίσιν ἠκολούθησε, καὶ ποίων διδασκάλων τῇ αὐθεντίᾳ ὑποστηρίζεται. Κῦρος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τῶν ὅρων αὐτοῦ πρὸς τὸν τόπον· Καὶ τὸν αὐτὸν ἕνα Χριστὸν, καὶ ἕνα Υἱὸν ἐνεργοῦντα τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα μιᾷ θεανδρικῇ ἐνεργείᾳ κατὰ τὸν ἐν ἁγίοις Διονύσιον. Ὁμοίως Θεοδώρου τοῦ γενομένου ἐπισκόπου Φαρανίτου ἐκ τοῦ ἀντιγράφου πρὸς Σέργιον ἐπίσκοπον Ἀρσινοΐτην· Καὶ διὰ τοῦτο μία ἐνέργεια τοῦ ὅλου, ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ Σωτῆρος πάντα ταῦτά εἰσίν. Ὁμοίως Σεργίου τοῦ Κωνσταντινουπόλεως ἐκ τοῦ ἀντιγράφου πρὸς Κῦρον τὸν Ἀλεξανδρείας· Ἔφητε τοίνυν (καλὸν γάρ ἐστι καὶ αὐταῖς ταῖς ἱεραῖς ὑμῶν φωναῖς χρήσασθαι) ὡς ἕνα καὶ τὸν αὐτὸν Χριστὸν ἐνεργεῖν τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα μιᾷ ἐνεργείᾳ, καὶ ταῦτα εὐσεβῶς, καὶ ἄγαν ἠκριβωμένως ἐξέθεσθε. Καὶ ἐν τῇ διδασκαλίᾳ τῆς ἐκθέσεως, καὶ ἄλλοις, ἓν θέλημα, καὶ πᾶσαν θείαν καὶ ἀνθρωπίνην ἐνέργειαν ἔχειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σημαίνει, μήτε δὲ μίαν ὅλως [σημαίνων μήτε μίαν ὅλως], μήτε δύο ὀφείλειν λέγεσθαι ἐπιτρέπει. Ὅπερ καὶ ἐν ἄλλοις μετὰ διατάγματος καθαιρέσεως, καὶ ἀκοινωνησίας ἀποφατικῆς διαβεβαιοῦται. Πύῤῥος ἐν τῷ δογματικῷ τόμῳ, καὶ ἐν τῇ βεβαιώσει τῆς ἐκθέσεως ἓν θέλημα ὁμολογεῖ ἐν τῷ Χριστῷ. Καὶ μετὰ ταῦτα ἐν τῷ λιβέλλῳ τῆς πίστεως, ὃν εἰς ὁμολογίαν [ἐν τῷ σηκῷ. Lat. ] τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων προσήγαγε, δύο θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ὁμολογεῖ ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ἐν ᾧ καὶ ταῖς μαρτυρίαις τῶν ἁγίων Πατέρων οὕτως ἑαυτὸν τῆς ὀρθοδόξου πίστεως τὴν ἀλήθειαν ἔχειν διαβεβαιοῦται. Παῦλος ὁμοίως ὁ τούτου διάδοχος ἐν τῇ ἐπιστολῇ τῇ πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Θεόδωρον τὸν πάπαν τὸν προηγησάμενον τὴν ἡμετέραν μετριότητα, ἓν θέλημα τὸν Χριστὸν ἔχειν ὁμολογεῖ. Καὶ ὁ αὐτὸς οὗτος ἐν τῇ κατασκευῇ τοῦ τύπου μετὰ παραγγελίας καθαιρέσεως, καὶ ἀκοινωνησίας μήτε ἓν, μήτε δύο θελήματα φάσκει ὀφείλειν λέγεσθαι ἐν τῷ Κυρίῳ ἡmgr;ῶν Ἰησοῦ Χριστῷ. Πέτρος ὁ τούτου διάδοχος πρὸς τὸν τῆς ἁγίας μνήμης Βιταλιανὸν τὸν πάπαν γράφων καὶ ἓν δύο θελήματα, καὶ μίαν καὶ δύο ἐνεργείας ἐν τῇ οἰκονομίᾳ τῆς ἐνανθρωπήσεως τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φρονεῖν ὁμολογεῖ. Τίς, δέομαι, μὴ κατανυγείη, ἡμερώτατοι, καὶ φιλανθρωπότατοι βασιλέων, καὶ τῆς ἀνθρωπίνης ζωῆς τὰς ἀμφιστόμους παγίδας τρέμων κατανοήσῃ καὶ μετὰ στεναγμοῦ ἐκ βάθους τὸν Θεὸν, ὅς ἐστι πηγὴ οἰκτιρμῶν, ἱκετεύσῃ, ῥυθῆναι ἑαυτὸν ἀπὸ τῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ τῶν πρὸς ἀπάτην τῆς ἀνθρωπίνης διανοίας πάντοθεν περικειμένων, θεωρῶν τούτους, οἱ τινες ἑαυτοὺς ἀπὸ ἄκρας εἰδήσεως κηρυκτικοὺς ἐλογίζοντο, ταῖς παγίσι περιπεπτωκέναι τῆς αἱρετικῆς πλάνης [καὶ τὰς παγίδας ἐκτέμνειν τῆς αἱρετικῆς πλάνης], μήτε ἐν αὐτῇ τῇ πλάνῃ σταθεροὺς εἶναι, ἀλλ' ἀεὶ ἀστάτους; Ὅτε μὲν οὖν Σέργιος ἐν ἄλλοις καὶ ἐν ἀλλοις γράμμασιν ἓν θέλημα καὶ μίαν ἐνέργειαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν προκηρύττει· καὶ ἐν τῇ ἐκθέσει πᾶσαν θείαν, καὶ πᾶσαν ἀνθρωπίνην ἐνέργειαν τοῦ ἑνὸς Χριστοῦ εἶναι προαναγγέλλει. Καὶ ἑπομένως ἐκ τοῦ ἐναντίου διαβεβαιοῦται, μίαν ἐνέργειαν ἀπό τινων Πατέρων εἰρῆσθαι ἐπὶ Χριστοῦ, δύο δὲ, ἀπὸ οὐδενὸς, ἐνεργείας. Ὅμως οὔτε μίαν ἐνέργειαν, οὔτε δύο ὁρίζει ὀφείλειν λέγεσθαι ἐν τῷ ἑνὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Ὡσαύτως Πύῤῥος ἐν τῇ βεβαιώσει τοῦ τύπου, καὶ ἐν ἄλλοις ὑπὲρ Κύρου τοῦ Ἀλεξανδρείας ἀπολογούμενος, ἓν θέλημα καὶ μίαν ἐνέργειαν νοεῖν αὐτὸν ἀποδείκνυσι. Καὶ ἐγγράφως πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν πάπαν ἓν θέλημα, καὶ μίαν ἐνέργειαν τὸν Κύριον Ἰησοῦν Χριστὸν ἔχειν διαβεβαιοῦται. Καὶ ὁ αὐτὸς οὗτος ἐν τῷ λιβέλλῳ τῆς πίστεως μετὰ τῶν μαρτυριῶν τῶν ἁγίων Πατέρων δύο φυσικὰ θελήματα ἔχειν ἐπικρίνει τὸν Σωτῆρα Κύριον. Ὡσαύτως Παῦλος ὁ τούτου διάδοχος ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Θεόδωρον τὸν τῆς ἀποστολικῆς μνήμης πάπαν ἓν θέλημα ἔχειν τὸν Κύριον μηνύει. Καὶ ὁ αὐτὸς οὗτος ἐν τῇ συνθέσει τοῦ τύπου οὔτε ἓν, οὔτε δύο θελήματα ὀφείλειν λέγεσθαι, ἢ ἐνεργείας, ὥρισε. Πέτρος ὁμοίως καὶ ἓν καὶ δύο θελήματα, καὶ ἐνεργείας ἐπὶ τῆς οἰκονομίας τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φρονεῖν προμαρτύρεται. Καὶ εἷς ἕκαστος αὐτῶν τοὺς ἄλλως δικαιολογουμένους [ἄλλως δικαιολογούμενοι] κατακρίνει, ἀποκοινωνεῖ, καὶ ἐκ τοῦ καταλόγου τῆς Ἐκκλησίας ἀποβάλλεται. Πρόσχῃ τοίνυν ἡ θεοσύστατος τῆς ὑμετέρας φιλανθρωπίας κορυφὴ τῷ ἐνδοτάτῳ τοῦ διακριτικοῦ αὐτῆς ὀφθαλμῷ, ὃν πρὸς οἰκονομίαν τῶν Χριστιανικωτάτων λαῶν τῆς θείας χάριτος ἐλλαμπούσης παραλαβεῖν ἠξιώθη, τίνι τῶν τοιούτων διδασκάλων κρινεῖ ἀκολουθεῖν ὁ Χριστιανῶν λαὸς, τίνος τούτων τὴν διδασκαλίαν ὀφείλει περιπτύσσεσθαι, ἵνα δυνηθῇ σωθῆναι. Οἵτινες καὶ πάντας, καὶ ἀλλήλους εἷς ἕκαστος αὐτῶν κατακρίνει, καθὼς οἱ ποικίλοι αὐτῶν καὶ ἄστατοι τῶν ἐγγράφων ὅροι διαβεβαιοῦνται, ποτὲ μὲν ἓν θέλημα καὶ μίαν ἐνέργειαν, ποτὲ δὲ οὔτε ἓν, οὔτε δύο ἐνεργείας· ποτὲ ἓν θέλημα καὶ μίαν ἐνέργειαν· καὶ πάλιν δύο θελήματα, καὶ δύο ἐνεργείας. Ὁμοίως ἓν θέλημα καὶ μίαν ἐνέργειαν, καὶ ἔπειτα οὔτε μίαν, οὔτε δύο, καὶ ἄλλος μίαν καὶ δύο.
Ποῖος παράφρων, παρακαλῶ, εὐσεβέστατοι δεσπόται, τῆς τοσαύτης τυφλότητος τὰς πλάνας μὴ βδελύξηται, καὶ παραφυλάξηται, ἐὰν δηλαδὴ σωθῆναι ἐπιθυμῇ, καὶ ἄμωμον τῆς ἑαυτοῦ πίστεως τὴν ὀρθότητα ἐρχομένῳ τῷ Κυρίῳ ἐπιποθῇ προσαγαγεῖν; Διόπερ λυτρωτέα ἐστὶ [λυτρωθήσεται], καὶ ἐξ ὅλης τῆς ἰσχύος μετὰ τῆς τοῦ Θεοῦ βοηθείας ἐλευθερωτέα [ἐλευθερωθήσεται] ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἡ μήτηρ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἀπὸ τῆς πλάνης τῶν τοιούτων διδασκάλων. Ἵνα τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν τῆς ὀρθοδόξου πίστεως ὀρθότητα, ἥτις τεθεμελίωται ἐπὶ τὴν στερεὰν πέτραν ταύτης τῆς τοῦ μακαριωτάτου κορυφαίου τῶν ἀποστόλων Πέτρου Ἐκκλησίας, ἥτις τῇ αὐτοῦ χάριτι καὶ βοηθείᾳ ἀπὸ πάσης πλάνης ἄχραντος διαμένει. Πᾶς ὁ ἀριθμὸς τῶν προέδρων, καὶ τῶν ἱερέων, τοῦ [τούτου] κλήρου, καὶ τῶν λαῶν ὁμοθυμαδὸν πρὸς τὸ εὐαρεστεῖν τῷ Θεῷ, καὶ τὴν ψυχὴν σωθῆναι, τῆς ἀληθείας τὸν τύπον τῆς ἀποστολικῆς παραδόσεως ἅμα ἡμῖν ὁμολογήσῃ καὶ κηρύξῃ. Ταῦτα δὲ τῇ ἡμετέρᾳ μετρίᾳ ἀναφορᾷ ἐνθεῖναι ἐφροντίσαμεν καταπεπονημένοι, καὶ ἀδιαλείπτως στενάζοντες περὶ τῆς τοσαύτης πλάνης τῶν τῆς Ἐκκλησίας ἱερέων, ἴδια μᾶλλον ζητούντων παρὰ τὴν ἀλήθειαν τῆς πίστεως ὁρίσαι, καὶ τῆς ἀδελφικῆς ὑπομνήσεως τὸ ἀκέραιον εἰς οἰκείαν καταφρόνησιν ἀνήκειν κρινόντων· οὐ φθονοῦντι λογισμῷ, ὡς ὁ Θεὸς μαρτυρεῖ, οὔτε κατ' ἔπαρσιη ἀλαζονείας, οὔτε κατ' ἐναντίωσιν φιλονεικίας, οὔτε μάτην ἐπιλαβέσθαι τῆς αὐτῶν διδασκαλίας ἐπιθυμοῦντες, μήτε οἱανδήποτε ὑποπτεύσῃ τις ἀνθρωπίνης τέρψεως ἀλαζονείαν, ἀλλ' ὑπὲρ τῆς ὀρθότητος αὐτῆς τῆς ἀληθείας, ἐν ᾗ σωθῆναι ἡμᾶς θαῤῤοῦμεν, καὶ ὑπὲρ τοῦ κανόνος αὐτῆς τῆς καθαρᾶς καὶ εὐαγγελικῆς ὁμολογίας, ὑπὲρ σωτηρίας δηλονότι τῶν ψυχῶν, καὶ τῆς συστάσεως τῆς τῶν Χριστιανῶν πολιτείας, ὑπὲρ ῥώσεως τῶν τοῦ Ῥωμαϊκοῦ κράτους τὰς κυβερνήσεις διοικούντων, τῆς ἐμῆς μετριότητος τοὺς προηγησαμένους ἀποστολικοὺς ὑπομνῆσαι, ἐρωτῆσαι, ἐπιτιμῆσαι, παρακαλέσαι, ἐλέγξαι, καὶ πάντα τρόπον προτροπῆς ἐγγυμνάσαι, ὅπως θεραπείαν δυνήσηται τὸ νεαρὸν τραῦμα λαβεῖν. Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι. Πιστεύομεν, εὐλαβέστατοι τῶν πραγμάτων δεσπόται, μηδεμίαν ἀμφιβολίας ἀχλὺν ἀπομεῖναι, ἥτις πρὸς τὸ διαχωρίσαι δυνήσεται ἀντιστῆναι τοῖς ἑπομένοις τοῖς ἐφευρεταῖς τοῦ καινοῦ δόγματος. Καὶ γὰρ ἡ πνευματικὴ εὐωδία τῆς γνώσεως, ὅθεν τῶν [ἣν τῶν] Πατέρων ἀναπνέει τὰ ῥήματα, ἐνώπιον τῶν ὀφθαλμῶν καθέστηκε, καὶ τῶν αἱρετικῶν ἡ ἀπάνθρωπος δυσωδία ἀπὸ Πάντων τῶν πιστῶν ἐξουδενώθη· καὶ ὅτι οἱ τοῦ [ἐξουδενωθῇ καὶ ἐπειδὴ οἱ τοῦ] καινοῦ δόγματος ἐφευρεταὶ τῶν αἱρετικῶν ἀκόλουθοι ἐδείχθησαν, καὶ οὐ τοῖς ἁγίοις Πατράσιν ἑπόμενοι, μήτε τοῦτο ἀπέμεινεν [ἀπομείνῃ] ἄγνωστον· τοιγαροῦν ὁσονδήποτέ τις τὴν ἰδίαν πλάνην θελήσει χρωματίσαι, ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐλέγχεται, καθὼς καὶ ὁ Ἀπόστολος τῶν ἐθνῶν διδάσκει· « Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν· » ἐπειδὴ ἡ ἀλήθεια ἀεὶ σταθερὰ καὶ ἡ αὐτὴ διαμένει, τὸ δὲ ψεῦδος ἀεὶ ποικίλλεται, καὶ ἐν τῷ ποικίλλεσθαι φανεροῦται, καὶ ἐξελέγχεται ἑαυτῷ τοῦτο ἐναντίον εἶναι. Ἐκ τούτου γὰρ καὶ ἑαυτοὺς τὰ ἐναντία διδάσκειν ἐδείχθησαν οἱ τοῦ καινοῦ δόγματος ἐφευρεταὶ, ὅτι τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεως ἀκόλουθοι εἶναι οὐκ ἠθέλησαν. Διὸ ἐπειδὴ καὶ ἡ ἀλήθεια ἐφάνη τῇ ἐπισκέψει τῆς Θεοπνεύστου ὑμῶν εὐσεβείας, καὶ τὸ σκότος ἀπεσημειώθη, καὶ ἧς ἠξιώθη, ἀποβλήσεως ἔτυχεν, ὑπολέλειπται, ἵνα ταῖς εὐμενείαις τῆς Θεοστέπτου ὑμῶν φιλανθρωπίας τῆς νίκης τὸν στέφανον ἡ ἀλήθεια ἀναδησαμένη ἐκλάμψῃ, καὶ τῆς καινότητος ἡ πλάνη μετὰ τῶν αὐτῆς ἐφευρετῶν, καὶ τῶν τῇ διδασκαλίᾳ αὐτῶν ἀκολουθούντων τῆς οἰκείας τόλμης τὴν ποινὴν ἀποτίσῃ· καὶ ἐκ τοῦ μέσου τῶν ὀρθοδόξων προέδρων ὑπὲρ τῆς καινότητος τῆς αὐτῶν αἱρετικῆς φαυλότητος ἐξωσθῶσιν· ἣν ἐν μέσῳ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐπεχείρησαν εἰσαγαγεῖν, καὶ τὸ ἀδιαίρετον καὶ ἄχραντον σῶμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ τῷ μολυσμῷ τῆς αἱρετικῆς φαυλότητος σπιλῶσαι. Οὐδὲ γὰρ εὔλογόν ἐστιν, ἵνα οἱ ὑπεύθυνοι τοὺς ἀνευθύνους βλάψωσιν, ἢ τοὺς ἀναιτίους τῶν ἄλλων τὰ πλημμελήματα καταλάβωσιν· ὁπόταν κᾄν εἰ ἐν τούτῳ τῷ κόσμῳ τοῖς κατακεκριμένοις συγχωρηθῇ, καθὼς αὐτοὶ οἱ συγχωρούμενοι οὐδεμιᾶς εὐεργεσίας αἰσθάνονται [αἰσθάνοντας] ἐν τῇ κρίσει τοῦ Θεοῦ, οὕτω τοῖς φειδομένοις οὐκ ἐλάχιστος ὑπὲρ τῆς ἀναρμοδίου συμπαθείας ὁ κίνδυνος ἐπισωρεύεται. Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται. « Ὁ ζῆλος τοῦ οἴκου σου, φάσκων, κατέφαγε μέ. » Ὅθεν ὑπὲρ τοῦ τοιούτου Θεαρέστου ζήλου ἐπαινεθεὶς ἐκείνην τὴν μακαρίαν φωνὴν ἀκοῦσαι ἀπὸ τοῦ Δημιουργοῦ τῶν ὅλων ἠξιώθη· « Ηὗρον Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματα μου. » Ὧιτινι καὶ ἐν τοῖς Ψαλμοῖς ἐπαγγέλλεται· « Ηὗρον Δαβὶδ τὸν δοῦλὸν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτὸν, » ὅπως οὗτινος τὸ πρᾶγμα τῇ ζεούσῃ σπουδῇ ἡ τῆς Χριστιανικωτάτης ὑμῶν βασιλείας εὐσέβεια ἀγωνίζεται ἀποτελέσαι, πασας τὰς πραξεις τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους εὐτυχεῖς καὶ αἰσίας ποιήσῃ, ὃς ἐν τοῖς ἑαυτοῦ ἁγίοις Εὐαγγελίοις ἐπαγγέλλεται φάσκων· « Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. » Πάντες γὰρ πρὸς οὓς κατελαβεν ἡ τῶν θείων ὑμῶν κεραιῶν εἴδησις, καὶ ὁ τοιοῦτος εὐμενῶς τῆς σεβασμίας μεγαλοψυχίας τῆς ὑμῶν ἡμερότητος ἀπεδείχθη σκοπὸς, ἀναριθμήτους εὐχαριστίας, καὶ ἀδιαλείπτους ἐπαίνους, θαυμάσαντες περὶ τοῦ τοσούτου τῆς συμπαθείας μεγέθους, τῷ κατορθωτῇ τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀποδεδώκασιν· ἐπειδὴ ὡς ἀληθῶς, εὐσεβέστατοι καὶ δικαιότατοι βασιλεῖς, ἅπερ εἰσὶ τοῦ Θεοῦ μετὰ φόβου Θεοῦ κατηξιώσατε διαπράττεσθαι, πᾶσαν ἀβλάβειαν τοῖς στελλομένοις παρ' ἡμῶν προσώποις ὑποσχόμενοι. Καὶ θαῤῥοῦμεν, ὅτι ἅπερ ὑπέσχετο ἡ ὑμετέρα εὐσεβὴς εὐμένεια, δύναται καὶ ἀποτελέσαι, ὅπως ὅπερ τῷ Θεῷ ἀφιέρωται Θεοσεβεῖ φιλανθρωπίᾳ παρὰ τοῦ φιλοχρίστου ὑμῶν κράτους, οὐδὲν ἧττον τῆς αὐτοῦ παντοκρατορίας συνεργούσης καὶ ἡ ὑπόσχεσις πληρωθῇ. Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας. Οὐδὲ γὰρ δυνήσεται ἄλλο ὅμοιον εὑρεθῆναι, ὅπερ τὴν φιλανθρωπίαν τῆς ὑμετέρας ἀηττήτου ἀνδρείας τῇ θείᾳ παραθήσεται μεγαλειότητι, εἰ μὴ ἵνα ἐξωσθέντων τῶν πλανωμένων ἀπὸ τοῦ τῆς ἀληθείας κανόνος, τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως πανταχοῦ φανερωθῇ καὶ κηρυχθῇ τὸ ἀκέραιον. Διὰ τοῦτο, εὐσεβέστατοι καὶ Θεοδίδακτοι δεσπόται καὶ τέκνα, ἐὰν τοῦτον τὸν κανόνα τῶν ἁγίων Γραφῶν, τῶν σεβασμίων συνόδων, τῶν πνευματικῶν Πατέρων ἀνεπίληπτον τοῦ ἀποστολικοῦ δόγματος κατὰ τὴν εὐαγγελικὴν αὐτῶν ἔννοιαν, δι' οὗ τῆς ἀληθείας ἡμῖν τὸν τύπον, τοῦ πνεύματος ἀνακαλύπτοντος, ἔδειξαν, ὁ πρόεδρος τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας σὺν ἡμῖν κρατειν καὶ κηρύττειν ἐπιλέξηται, εἰρήνη πολλὴ γενήσεται τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Θεοῦ, καὶ οὐκ ἀπομενεῖ τι σκάνδαλον διχονοίας, καὶ γενήσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἐπὰν διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ὁ λαὸς πρὸς ἐπίγνωσιν τῆς Χριστιανικωτάτης [χριστιανὸτητος, ex Lat. ] προσέλθῃ, πᾶσιν ἡμῖν καρδία μία καὶ ψυχὴ μία. Ἐπεὶ [Εἰ δὲ, L.], ὅπερ ἀπέστω, τὴν πρὸ μικροῦ ἀπ' ἄλλων εἰσαχθεῖσαν καινότητα ἐπισπάσασθαι θελήσει, καὶ ταῖς ἀλλοτρίαις διδασκαλίαις ἀπὸ τοῦ κανόνος τῆς ἀληθείας τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς ἡμῶν πίστεως ἑαυτὸν σαγηνεῦσαι· ἥντινα ἅτε δὴ ταῖς ψυχαῖς καταδίκην [βλάβερὰν] ἐκκλῖναι ἀδιαλείπτως ἀπὸ τῶν προηγησαμένων τὴν ἡμετέραν μετριότητα προτραπέντες, καὶ ὑπομνησθέντες μέχρι τούτου ὑπερέθεντο, αὐτὸς γνώσεται, τί περὶ τῆς τοιαύτης καταφρονήσεως ἐν τῷ θείῳ τοῦ Χριστοῦ κριτηρίῳ ἀπολογήσεται παρὰ τῷ δικαστῇ πάντων τῷ ἐν οὐρανοῖς ὄντι· ᾧτινι καὶ ἡμεῖς καὶ αὐτὸς [καὶ ἡμεῖς αὐτοὶ] ὑπὲρ τῆς προσληφθείσης διακονίας τοῦ ἀληθοῦς κηρύγματος, ἢ τῆς ἐναντίας προλήψεως τῆς Χριστιανικωτάτης πίστεως, ὅταν πρὸς τὸ κρίνειν παραγένηται, λόγον ἀποδώσομεν· καὶ ἡμῖν μὲν [ἡμῖν δὲ], ὅπερ δεόμενος παρακαλῶ, ἐγγένηται τὸν ἀποστολικὸν, καὶ εὐαγγελικὸν τῆς ὀρθῆς πίστεως κανόνα, ὡς ἀπ' ἀρχῆς παρελάβομεν, ἀδιασείστως καὶ ἐλευθερίως μετὰ ἁπλῆς καθαρότητος ἀκέραιου καὶ ἄτρωτον φυλάξαι. Διόπερ τῇ ὑμετέρᾳ σεβασμίᾳ γαληνότητι ὑπὲρ τῆς στοργῆς καὶ τιμῆς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὀρθῆς πίστεως ἀπ' αὐτοῦ τοῦ συμβασιλέως τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗτινος τὴν ἀληθῆ πίστιν ἄχραντον ἐπιθυμεῖτε φυλάττειν, τέλειος μισθὸς καταλογισθήσεται τοῖς εὐσεβέσι καμάτοις, ὅτι ἔν τινι οὐδὲν ἠμελήθη, ἢ παρεωράθη ἀπὸ τῆς ὑμῶν Θεοστεφοῦς εὐμενείας, ὅπερ ἀνήκειν δυνήσηται τῇ ὑγιεῖ ἀκεραιότντι τῆς ἀληθοῦς πίστεως πρὸς τὴν τῶν Ἐκκλησιῶν ὁμόνοιαν, ἐπειδη ὁ κριτὴς τῶν πάντων Θεὸς τὴν πρόθεσιν ἐκζητεῖ τῆς διανοίας, καὶ τὴν σπουδὴν τῆς εὐσεβείας προσδέχεται· ὃς τὰς ἐκβάσεις τῶν πραγματων, καθὼς συμφέρειν κρίνει καὶ διοικεῖ. Παρακαλῶ τοίνυν, εὐσεβέστατοι καὶ φιλανθρωπότατοι βασιλέων, καὶ Αὔγουστοι, καὶ ἅμα σὺν τῇ ἐμῇ ἐλαχιστίᾳ πᾶσα ψυχὴ Χριστιανῶν γονυπετοῦσα δέεται, ἵνα πᾶσι τοῖς θεαρέστοις ἀγαθοῖς, καὶ ταῖς θαυμασταῖς καὶ βασιλικαῖς εὐεργεσίαις, ἅστινας διὰ τῆς ὑμῶν Θεαρέστου σπουδῆς ἡ ὕψιστος ῥοπὴ τῷ ἀνθρωπίνῳ γένει χαρίσασθαι κατηξίωσε, καὶ τοῦτο εἰς ὁλόκληρον ἀποκατάστασιν τῆς τελείας εὐσεβείας τῷ συμβασιλεύοντι Δεσπότῃ Χριστῷ εὐπρόσδεκτον θυσίαν προσαγαγεῖν κελεύσητε, τὸν λόγον τῆς ἀτιμωρησίας χαρισάμενοι, καὶ ἐλευθέραν τοῦ λαλεῖν ἄδειαν ἑνὶ ἑκάστῳ τῷ λαλεῖν ἐθέλοντι, καὶ λόγον ὑπὲρ τῆς πίστεως ἧς πιστεύει καὶ κρατεῖ, ἀποδοῦναι, ἵνα ἀπὸ πάντων φανερῶς ἐπιγνωσθῇ, ὅτι οὐδενὶ φόβῳ, οὐδεμιᾷ δυναστείᾳ, οὐδεμιᾷ ἀπειλῇ, ἢ ἀποστροφῇ, τίς ποτε ὑπὲρ τῆς ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως λαλεῖν θέλων ἐκωλύθη, ἢ ἀπεβλήθη, ὅπως πάντες ὁμοθυμαδὸν ὑπὲρ τοῦ τοιούτου καὶ οὕτως ἀνεικάστου ἀγαθοῦ εἰς πάντα τὸν χρόνον τῆς ἑαυτῶν ζωῆς τὴν θείαν μεγαλοσύνην δοξάζωσι, καὶ ὑπὲρ ῥώσεως καὶ ὑψώσεως τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀκαταπαύστους ὁμοθυμαδὸν τῷ Δεσπότῃ Χριστῷ δεήσηις ἐκχέωσιν. Ἡ ὑπογραφή. Τὸ εὐσεβέστατον τῶν δεσποτῶν κράτος ἡ ὕψιστος χάρις διαφυλάξοι, καὶ τούτῳ πάντων τῶν ἐθνῶν τοὺς αὐχένας ὑποτάξοι.
ΙΣΟΤΥΠΑ ΤΩΝ ΣΤΑΛΛΕΝΤΩΝ
recensereγραμμάτων παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου πρὸς Ἀγάθωνα τὸν ἁγιώτατον καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης.
Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ἡ κατὰ Θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐσεβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει νέᾳ Ῥώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ οὕτως ἐπιλεγομένῳ Τρούλλῳ, τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης Ἀγάθωνι ἐν Κυρίῳ χαίρειν.
Τὰ μέγιστα τῶν νοσημάτων μειζόνων δεῖται βοηθημάτων, ὡς ἴστε μακαριώτατοι· διά τοι τοῦτο Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ἡ ὄντως τῶν ὄντων δημιουργική τε καὶ προνοητικὴ δύναμις σοφὸν ἀνέδειξεν ἰατρὸν τὴν ὑμετέραν Θεοτίμητον ἁγιότητα, τό τε νοσῶδες τῆς αἱρετικῆς λύμης ὀρθοδοξίας φαρμάκοις ῥωστικῶς ἀπελαύνουσαν, καὶ πανσθενῆ τὴν ὑγείαν τῆς Ἐκκλησίας χαριζομένην τοῖς μέλεσιν. Ὅθεν καὶ ἡμεῖς, ὡς πρωτοθρόνῳ σοι τῆς οἰκουμενικῆς Ἐκκλησίας, τὸ πρακτέον παρατιθέμεθα, ἐπὶ τὴν στερεὰν πέτραν ἑστῶτι τῆς πίστεως, τοῖς παρὰ τῆς ὑμετέρας πατρικῆς μακαριότητος πρὸς τὸν εὐσεβέστατον βασιλέα τῆς ἀληθοῦς ὁμολογίας ἐμφιλοχωρήσαντες γράμμασιν· ἅπερ καὶ ὡς ἀπὸ τῆς κορυφαίας τῶν ἀποστόλων ἀκρότητος θεολογηθέντα γινώσκομεν, δι' ὧν καὶ τὴν τῆς ἔναγχος ἀναφανείσης αἱρέσεως πολυπλανῆ δόξαν ἐξεδιώξαμεν, ἐξάρχοντος ἡμῶν ἐν τοῖς δόγμασι Κωνσταντίνου τοῦ θειωδῶς βασιλεύοντος, καὶ τὰ σκῆπτρα ἡμερωτάτως ἰθύνοντος, μεθ' οὗ τὴν τῆς ἀσεβείας πλάνην κατεστρεψάμεθα, τὰ τῶν αἱρετικῶν δυσσεβῆ πολιορκήσαντες δόγματα. Κἀντεῦθεν ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες τοὺς θεμελίους τῆς βδελυρωτάτης αἱρέσεως, καὶ καταβάντες πρὸς αὐτούς μεθ' ὅπλων πνευματικῶν τε καὶ πατρικῶν, καὶ τὰς γλώσσας αὐτῶν προσφόρως λέγειν συγχέαντες, τὸν ὑπ' αὐτῶν κτισθέντα τῆς ἀσεβεστάτης αἱρέσεως πύργον ἐξεμοχλεύσαμεν· αὐτοὺς δὲ ὡς περὶ τὴν πίστιν ἡμαρτηκότας εἰς τὰς πρωΐας ἔξω τῆς παρεμβολῆς τῶν αὐλῶν τοῦ Θεοῦ, Δαβιτικῶς [Δαυϊτικῶς] εἰπεῖν, τοῖς ἀναθέμασιν ἀπεκτείναμεν, κατὰ τὴν τοῖς ἱεροῖς ὑμῶν γράμμασιν ἐπ' αὐτοῖς προψηφισθεῖσαν ἀπόφασιν· φαμὲν δὴ Θεόδωρον τὸν τῆς Φαρὰν, Σέργιον, Ὁνώριον, Κῦρον, Παῦλον, Πύῤῥον καὶ Πέτρον. Πρὸς δὲ τούτοις καὶ μετὰ τούτους τοῖς ἀναθέμασι τῶν αἱρετικῶν ἐνδίκως καθυπεβάλομεν, καὶ τοὺς ἐν ζῶσιν ἀναδεδεγμένους τὴν τούτων ἀσέβειαν, εἰπεῖν δὲ μᾶλλον σαφέστερον, τὴν Ἀπολλιναρίου, Σεβήρου τε, καὶ Θεμιστίου τῶν Θεοστυγῶν, Μακάριον τὸν γενόμενον τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐπίσκοπον· ὃν καὶ τῆς ποιμαντικῆς δορᾶς κατ' ἀξίαν ἀπεγυμνώσαμεν διὰ τὸ ἀμετανόητον τούτου πρὸς τὴν ὀρθόδοξον πίστιν καὶ ἀνεπίστροφον· Στέφανον τὸν τούτου πρὸς ἄνοιαν μαθητὴν καὶ διδάσκαλον πρὸς ἀσέβειαν, καὶ τὸν ἐν τοῖς αἱρετικοῖς δόγμασι Πολυχρόνιον, καὶ τοὺς τὰ ὅμοια τούτοις ἀμετανοήτως διδάξαντας ἢ διδάσκοντας, ἢ φρονοῦντας, ἢ φρονήσαντας δόγματα.
Μέχρι τούτων τοίνυν ἡμῖν τὸ κατηφὲς καὶ στυγνὸν καὶ πολύδακρυ. Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως. Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ. Οὕτως ἡμεῖς τῷ ἁγίῳ Πνεύματι λαμπρυνόμενοι, καὶ ταῖς ὑμετέραις διδασκαλίαις ὁδηγούμενοι τὰ δυσχερῆ τῆς δυσσεβείας ἀπεκρουσάμεθα δόγματα, τὴν εὐθυτάτην τῆς ὀρθοδοξίας τρίβον ἐξομαλίσαντες, ἐν ὅλοις τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡμῶν βασιλέως Κωνσταντίνου θεοσόφως ἡμᾶς περιθάλψαντός τε καὶ κυβερνήσαντος· εἶτά τε καὶ τοῦ ἑνὸς ἡμῶν τῆς βασιλευούσης ταύτης Κωνσταντινουπόλεως ἁγιωτάτου προέδρου συνθεμένου πρώτου τοῦ πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα παρ' ὑμῶν τῆς ὀρθοδοξίας σταλέντι συντάγματι, ἅτε κατὰ πάντα τοῖς ἐκκρίτοις καὶ Θεοφόροις Πατράσι, καὶ ταῖς ἁγίαις πέντε οἰκουμενικαῖς συνόδοις ὁμοφωνήσαντι, καὶ δὴ πάντας ἡμᾶς Χριστοῦ τοῦ Θεοῦ περιέχοντος τὸ σπουδαζόμενον εὐμαρῶς διηνύσαμεν. Θεὸς γὰρ ἦν ὁ ἐνεργῶν καὶ στεφανῶν τὸ συνέδριον.
Ἐντεῦθεν τοιγαροῦν ἐφ' ἡμᾶς ἡ τοῦ παναγίου Πνεύματος χάρις ἐπέλαμψε, τὴν ἐξουσίαν διὰ τῆς ὑμῶν ἐκτενεστάτης εὐχῆς χαρισαμένη τοῦ πᾶν ζιζάνιον καὶ ξύλον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόψαι, καί πυρ' καταναλῶσαι κελεύσασα. Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
Πᾶσαν σὺν τῇ ὑμετέρᾳ μακαριότητι ἐν Χριστῷ ἀδελφότητα ἡμεῖς τε, καὶ οἱ σὺν ἡμῖν πλεῖστα προσαγορεύομεν.
Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης ὑπεσημηνάμην.
Πέτρος ἐλέῳ Θεοῦ πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ θρόνου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ὑπεσημηνάμην.
Θεοφάνης ἐλέῳ Θεοῦ ἐπίσκοπος Θεουπόλεως ἤτοι Ἀντιοχείας ὁμοίως ὑπεσημ.
Γεώργιος ἐλάχιστος πρεσβύτερος τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως, ἐπέχων τὸν τόπον Θεοδώρου τοῦ ὁσιωτάτου πρεσβυτ. καὶ τοποτηρητοῦ τοῦ ἀποστολικοῦ θρόνου Ἱεροσολύμων, ὁμοίως ὑπεσημηνάμην.
Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος Θεσσαλονικέων πόλεως, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.
Φιλαλήθης ἀνάξιος ἐπίσκοπος τῆς Καισαρέων μητροπόλεως, καὶ ἔξαρχος τῆς Ποντικῆς διοικήσεως, ὑπὲρ ἐμαυτοῦ ὁμ. ὑπεσημ.
Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. πόλεως Τριμιθούντων τῆς Κυπρίων νήσου, καὶ τὸν τόπον ἐπέχων Ἐπιφανίου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκ. τῆς αὐτῆς Κυπρίων νήσου, ὁμ. ὑπεσημ.
Κιτονάτος ἀνάξιος ἐπίσκ. τῆς ἁγίας ἐκκλησίας Καλαρίας νήσου Σαρδινίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημην.
Θεόδωρος πρεσβύτερος, τῆς ἁγιωτάτης ἐκκλησίας Ῥαβέννης, καὶ τὸν τόπον ἐπέχων Θεοδώρου τοῦ ἁγιωτάτου μου ἀρχιεπισκ., ὁμ. ὑπεσημην.
Ἰωάννης ἀνάξιος ἐπίσκ. τῆς ἁγίας ἐκκλησίας Πόρτου, καὶ ληγάτος τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης, ὑπὲρ ἐμαυτοῦ ὁμ. ὑπεσημ.
Στέφανος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Κορινθίων μητροπόλεως τῆς Ἑλλήνων χώρας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου, ὁμ. ὑπεσημ.
Βασίλειος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Γορτυνίων μητροπόλεως τῆς Κρητῶν νήσου, ὑπὲρ ἐμαυτοῦ καὶ tgr;ῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Ἀβουνδάντιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς ἁγίας ἐκκλησίας Τεμψάνης, καὶ ληγάτος πάσης τῆς συνόδου τῆς ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας τοῦ ἀποστολικοῦ θρόνου πολεως Ῥωμης, ὑπὲρ ἐμαυτοῦ ὁμ. ὑπεσημ.
Ιωάννης ἁμαρτωλὸς ἐπίσκ. πόλεως τοῦ Ῥηγίου, καὶ ληγάτος πάσης τῆς συνόδου τοῦ ἁγίου καὶ ἀποστολικοῦ θρόνου πόλεως Ῥώμης, ὁμ. ὑπεσημ.
Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ἐφεσίων μητροποπόλεως, καὶ ἔξαρχος τῆς Ἀσιανῶν διοικήσεως, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Σισίννιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ἡρακλεοτῶν μητροπόλεως τῆς Εὐρωπαίων ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Πλάτων ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀγκυρανῶν μητροπόλεως τῆς πρώτης τῶν Γαλατῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Κυζικηνῶν μητροπόλεως τῆς Ἑλλησποντίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Μαρῖνος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Σάρδεων μητροπόλεως τῆς Λυδῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Πέτρος ἀνάξιος ἐπίσκοπος τῆς Νικομηδέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοὶως ὑπεσημηνάμην.
Φώτιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Νικαέων μητροπόλεως τῆς Βιθυνῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Χαλκηδονέων μητροπολεως τῆς Βιθυνῶν ἐπαρχίας, ὁμ. ὑπεσημηνάμην.
Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σιδητῶν μητροπόλεως τῆς Παμφύλων ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Θεοδόσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Σεβαστηνῶν μητροπόλεως τῆς δευτέρας τῶν Ἁρμενίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.
Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀμασέων μητροπόλεως τῆς Ἐλενοποντίων ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Μελιτηνῶν μητροπόλεως τῆς πρώτης τῶν Ἁρμενίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Ἰουστῖνος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Τυανέων μητροπόλεως τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Ἀλύπιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Γαγγρηνῶν μητροπόλεως τῆς Παφλαγόνων ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Κυπριανὸς ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Κλαυδιουπολιτῶν μητροπόλεως τῆς Ὁνωριατῶν ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Πισινουντιέων μητροπόλεως τῆς δευτέρας τῶν Γαλατῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.
Πολύευκτος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μυρέων μητροπόλεως τῆς Λυκίων ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σταυρουπολιτῶν μητροπόλεως τῆς Καρῶν ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Τιβέριος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Λαοδικέων μητροπόλεως τῆς Φρυγῶν ἐπαρχίας Πακατιανῶν, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Κοσμᾶς ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς συνναδέων μητροπόλεως τῆς Φρυγῶν Σαλουταρίων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Κωνσταντῖνος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Βαρατέων πόλεως, καὶ τὸν τόπον ἀναπληρῶν Παύλου τοῦ ἁγιωτάτου μου μητροπολίτου τῆς Ἰκονιέων μητροπόλεως τῆς Λυκαόνων ἐπαρχ., ὁμ. ὑπεσημ.
Στέφανος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀντιοχέων μητροπόλεως τῆς Πισιδῶν ἐπαρχ., ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημ.
Ἰωάννης ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Περγέων μητροπόλεως τῆς Παμφύλου ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην..
Θεόπεμπτος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἰουστινιανουπολιτῶν ἤτοι Μωκισσηνῶν φιλοχρίστου μητροπόλεως τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας ὁμοίος ὑπεσημηνάμην.
Ἰσίδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ῥοδίων μητροπόλεως τῶν Κυκλάδων νήσων, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημηνάμην.
Σισίννιως ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Ἱεραπολιτῶν μητροπόλεως τῆς Φρυγῶν Πακατιανῶν ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημ.
Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ταρσέων μητροπόλεως τῆς πρώτης τῶν Κιλίκων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημ.
Στέφανος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Ἀναζαρβέων πόλεως τῆς δευτέρας τῶν Κιλίκων ἐπαρχίας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμοίως ὑπεσημ.
Μακρόβιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Σελευκέων μητροπόλεως τῆς Ἰσαύρων χώρας, ὑπὲρ ἐμαυτοῦ καὶ τῆς ὑπ' ἐμὲ συνόδου ὁμ. ὑπεσημηνάμην.
Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Βιζυηνῶν πόλεως τῆς Θρᾴκων χώρας ὑπεσημ.
Θεόδωρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Πομπηϊουπολιτῶν πόλεως τῆς Παφλαγόνων ἐπαρχίας ὁμ. ὑπεσημ.
Ζαχαρίας ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Λεοντοπολιτῶν πόλεως τῆς Ἰσαύρων χώρας ὑπεσημ.
Γρηγόριος ἐλέῳ Θεοῦ ἐπισκ. τῆς Μιτυληναίων πόλεως τῆς Λεσβίων νήσου ὑπεσημ.
Γεώργιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μιλησέων πόλεως τῆς Καρῶν ἐπαρχ. ὑπεσημ.
Σέργιος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σηλυβρηνῶν πόλεως τῆς Θρᾴκων χώρας ὑπεσημ.
Ἀνδρέας ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μεθυμναίων πόλεως τῆς Λεσβίων νήσωυ ὁμ. ὑπεσημ.
Ἀλέξανδρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Κοτραδέων πόλεως τῆς Ἰσαύρων χώρας ὑπεσημ.
Ἐπιφάνιος ἐλέῳ Θεοῦ ἐπίσκοπος τῆς Εὐχαϊτηνῶν φιλοχρίστου μητροπόλεως τῆς Ἐλενοποντίων ἐπαρχ. ὑπεσημ.
Ἰωάννης έλέῳ Θεοῦ ἐπίσκ. τῆδ Καρπαθίων νήσου ὁμ. ὑπεσημ.
Ἰωάννης ἐλέῳ Θεωῦ ἐπίσκοπος τῆς Ἡρακλειουπολιτῶν πόλεως τῆς δευτέρας τῶν Ἃρμενίων ἐπαρχίας ὑπεσημ.
Πέτρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Μεσημβρηνῶν πόλεως τῆς Αἱμιμοντίων ἐπαρχ. ὑπεσημ.
Πέτρος ἐλέῳ Θεοῦ ἐπίσκ. τῆς Σωζοπολιτῶν πόλεως τῆς Τρᾴκων χώρας ὑπεσημ.