XXV. Περσικόν. Χαφίζου (Muqatta‘āt 33).

 XXIV XXVI 
Εἰς τὸν παῖδα αὐτοῦ ἀνήλικον ἀποθανόντα.


Ἕστηκεν μὲν ἔαρ, θάλλει δ’ ἴα καὶ νάρκισσος
      Ἠδὲ ῥόδον· σὺ δέ μοι τίπτε μένεις ὑπὸ γῆς;
Εἰαρινῶι ὡς ὄμβρωι ἰών τεόν, ὦ φίλε, τύμβον
      Ἄρσω δακρυχέων, ὄφρ’ ἄν ὑπεκπροφανέηις.