There are no reviewed versions of this page, so it may not have been checked for adherence to standards.
C. Πρὸς Οὐεστφάλιον.

 XCIX

Αἰ μὲν Λύκηον τᾶι δυναμίτιδι
Ὑπ’ οὐδενίσταν οἴχετ’ ἐἰς ἄερα,
      Οὐκ ἔστιν ὅττι μὴ δεδόρκων
            Σκεῦος ἔχηισθα περ’ ὀππάτεσσιν.
 
Αἰ δ’, ὡς ἔολπα, σῶος ἐπὶ χθόνι
Ἵμερτον ἁλίω προτόρης φάος,
      Δίκαιος ἔσσι τοῦτο δέχθαι,
            Ὁ χθὲς ἔμα παράκοιτις εὗρεν[1].



  1. Ῥοδόλφος Οὐεστφάλιος, ὁ εὐδοκιμήσας ἐπὶ μετρικῆι, παραγενόμενος ποτε τῶι ποιητῆι εἶπεν, ὅτι οἱ λεγόμενοι οὐδενισταὶ ἀπείλησαν τὸ Λυκεῖον τὸ Νικολάου τοῦ Καισαριδίου, οὗ τότε κατῶικει, ταῦτηι τῆι νυκτὶ καταλύσειν τῆι νῦν πολυθρυλήτωι δυναμίτιδι. Ἀπελθὼν δ' ἐπ' οἴκου δῆλος ἐγένετο τὴν αὑτοῦ δίοπτραν καταλιπών. Τῆι δ' ὑστεραίαι ὁ ποιητὴς αὐτὴν ἀνευρὼν ἀπέπεμψε μετὰ τοῦδε τοῦ ποιηματίου.