Quantum redactiones paginae "Adversus Origenem (Migne)" differant

[checked revision][checked revision]
Content deleted Content added
Paginam instituit, scribens 'JuIAu.AdvOri 69 Justinianus I Augustusc.482–565 Parisiis J. P. Migne 1848 early modern edition, no apparatus this file was encoded in TEI xml for the University of Zurich's Corpus Corporum project (www.mlat.uzh.ch) by Ph. Roelli in 2013 Classical Latin orthography latin ADVERSUS ORIGENEM. Λόγος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ, καταπεμφθεὶς πρὸς Μηνᾶν τὸν ἁγιώτατ...'
 
No edit summary
Linea 1:
{{titulus
|Scriptor=Justinianus
|OperaeTitulus= Adversus Origenem
|OperaeWikiPagina=Adversus Origenem (Migne)
|Liber=
|SubTitulus=
|Annus= saeculo VI
|Genera=Theologia
|Editio=Migne 1848
|Fons=[http://www.mlat.uzh.ch/MLS/xanfang.php?tabelle=Leandrus_Hispalensis_cps2&corpus=2&allow_download=0&lang=0Corpus Corporum]
}}
'''[[Patrologia Latina/72|Migne ''Patrologia Latina'' Tomus 72]]'''
 
 
 
JuIAu.AdvOri 69 Justinianus I Augustusc.482–565 Parisiis J. P. Migne 1848 early modern edition, no apparatus this file was encoded in TEI xml for the University of Zurich's Corpus Corporum project (www.mlat.uzh.ch) by Ph. Roelli in 2013 Classical Latin orthography latin ADVERSUS ORIGENEM. Λόγος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ, καταπεμφθεὶς πρὸς Μηνᾶν τὸν ἁγιώτατον καὶ μακαριώτατον ἀρχιεπίσκοπον τῆς εὐδαίμονος πόλεως καὶ πατριάρχην, κατὰ Ὡριγένους τοῦ δυσσεβοῦς, καὶ τῶν ἀνοσίων αὐτοῦ δογμάτων.
Ἡμῖν μὲν ἀεὶ σπουδὴ γέγονέ τε καὶ ἔστι τὸ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν τῶν Χριστιανῶν, καὶ τὴν κατάστασιν τῆς ἁγιωτάτης τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀτάραχον διὰ πάντων φυλάττεσθαι, καὶ ταύτην πρώτην τῶν ἄλλων τὴν φροντίδα τιθέμεθα. Δι' ἥς καὶ τὴν ἐν τῷ παρόντι κόσμῳ βασιλείαν ἡμῖν ἀπὸ Θεοῦ παραδεδόσθαι, καὶ φυλάττεσθαι πεπιστεύκαμεν, καὶ τοὺς ἐχθροὺς τῆς ἡμετέρας πολιτείας ὑποτάττεσθαι δι' ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἔλεος ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος εὑρεῖν ἐλπίζομεν. Εἰ καὶ τὰ μάλιστα γὰρ ὁ τοῦ ἀνθρωπίνου γένους πολέμιος διαφόρους ἐφευρίσκει προφάσεις, δι' ὧν σπουδάζει ἐπιβουλεύειν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλ' οὖν ἡ τοῦ Θεοῦ φιλανθρωπία τὴν ἐκείνου καταργοῦσα πονηρίαν, καὶ τοὺς ἐναντίους διελέγχουσα οὐ συγχωρεῖ τὴν ἰδίαν καταβλάπτεσθαι, ἢ σκορπίζεσθαι ποίμνην. Ταῦτα δὲ ἡμῖν εἴρηται, ἐπείπερ ἦλθεν εἰς ἡμᾶς, ὥς τινες μὴ ἔχοντες κατὰ νοῦν τὸν τοῦ Θεοῦ φόβον, μηδὲ τὴν τῶν ὀρθῶν δογμάτων διάκρισιν ἐπιστάμενοι. Δι' ἧς πᾶς ὁ γινώσκων τὴν ἀλήθειαν σώζεται, καταλείψαντες τὰς θείας γραφὰς, καὶ τοὺς ἁγίους πατέρας, οὓς ἡ καθολικὴ τοῦ Θεοῦ ἐκκλησία διδασκάλους ἔχει, καὶ δι' ὧν πᾶσα μὲν πανταχοῦ αἵρεσις ἀπελήλαται, ἡ δὲ ὀρθόδοξος πίστις σεσαφήνισται, Ὡριγένους τε καὶ τῶν Ἑλληνικῶν, καὶ Ἀρειανικῶν, καὶ Μανιχαϊκῶν αὐτοῦ δογμάτων ἀντιποιοῦνται, δι' ὧν ἐκεῖνος εἰς βόθρον ἐνέπεσεν. Οἱ δὲ τοιοῦτοι πῶς δύνανται Χριστιανοῖς συναριθμεῖσθαι προσώπου ἀντιποιούμενοι, τὰ Ἑλλήνων, καὶ Μανιχαίων, καὶ Ἀρειανῶν, καὶ τῶν ἄλλων αἱρετικῶν σπουδάσαντος παραδοῦναι; ὅστις πρὸ πάντων εἰς αὐτὴν τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βλασφημήσας ἐτόλμησεν εἰπεῖν τὸν μὲν πατέρα μείζονα εἶναι τοῦ υἱοῦ, τὸν δὲ υἱὸν τοῦ ἁγίου πνεύματος, τὸ δὲ ἅγιον πνεῦμα τῶν ἄλλων πνευμάτων. Προστέθειται [leg. προστέθεικε] δὲκαὶ τοῦτο τῇ ἑαυτοῦ ἀσεβείᾳ εἰπὼν, μηδὲ τὸν υἱὸν δύνασθαι τὸν πατέρα ἰδεῖν, μηδὲ τὸ ἅγιον πνεῦμα τὸν υἱόν· καὶ ὅτι ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα κτίσματά εἰσι· καὶ ὅπερ ἡμεῖς ἐσμεν πρὸς τὸν υἱὸν, τοῦτο ὁ υἱός ἐστι πρὸς τὸν πατέρα. Προστίθησι δὲ ταῖς ἑαυτοῦ βλασφημίαις καὶ τοῦτο ἐν τῷ περὶ ἀρχῶν αὐτοῦ πρώτῳ λόγῳ ἐπ' αὐτῆς λέξεως εἰπὼν οὕτως· « Ἐν τῇ ἐπινοουμένῃ ἀρχῇ τοσοῦτον ἀριθμὸν τῷ βουλήματι αὐτοῦ ὑποστῆσαι τὸν Θεὸν νοερῶν οὐσιῶν, ὅσον ἠδύνατο διαρκέσαι· πεπερασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ Θεοῦ λεκτέον· καὶ μὴ προφάσει εὐφημίας τὴν περιγραφὴν αὐτῆς περιαιρετέον· ἐὰν γὰρ ᾖ ἄπειρος ἡ θεία δύναμις, ἀνάγκη αὐτὴν μηδὲ ἑαυτὴν νοεῖν· τῇ γὰρ φύσει τὸ ἄπειρον ἀπερίληπτον· πεποίηκε τοίνυν τοσαῦτα, ὧν ἠδύνατο περιδράξασθαι, καὶ ἔχειν αὐτὰ ὑπὸ χεῖρας καὶ συγκροτεῖν ὑπὸ τὴν αὐτοῦ πρόνοιαν, ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο κατακοσμῆσαι. » Ποίαν ταύτης μείζονα βλασφημίαν κατὰ Θεοῦ προενεγκεῖν Ὡριγένης ἠδύνατο, ὁ καὶ ἐπὶ τῆς ἁγίας τριάδος βαθμοὺς ἐπινοήσας, πολυθεΐαν καὶ ἐντεῦθεν εἰσάγειν βουλόμενος, καὶ αὐτὴν δὲ Θεοῦ τὴν δύναμιν περιγραπτὴν εἶναι τερατευόμενος; κἀκεῖνο δὲ τὸ πάσης δυσσεβείας ἀνάμεστον τῆς αὐτοῦ ἐστι μυθολογίας τὸ λέγειν, ὅτι πάντα τὰ γένη, καὶ τὰ εἴδη συναΐδιά ἐστι τῷ Θεῷ· καὶ ὅτι τῶν λογικῶν τὰ ἁμαρτήσαντα, καὶ διὰ τοῦτο ἐκπεσόντα τῆς ἐν ᾗ ἧσαν καταστάσεως, κατὰ τὴν ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων τιμωρίας χάριν σώμασιν ἐνεβλήθ· καὶ καθαιρόμενα πάλιν ἀνάγοντα ἐν ᾗ πρότερον ἦσαν καταστάσει, παντελῶς τὴν κακίαν ἀποτιθέμενα καὶ τὰ σώματα· καὶ πάλιν ἐκ δευτέρου, καὶ τρίτου, καὶ πλεονάκις διαφόροις ἐμβάλλονται σώμασι πρὸς τιμωρίαν. Ὑποτίθεται δὲ καὶ διαφόρους κόσμους συστῆναί τε, καὶ συνίστασθαι, τοῦτο μὲν παρελθόντας, τοῦτο δὲ μέλλοντας· καὶ τίς οὕτως ἐστὶν ἠλίθιος, ὅς τις τῶν τοιούτων ἀκούων οὐ φρίξει τὴν διάνοιαν διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν; τίς δὲ οὐκ ἂν βδελύξηται τὸν μανέντα Ὡριγένην, τοιαύτας πλασάμενόν τε, καὶ ἐγγράφως ἐκθέμενον κατὰ Θεοῦ βλασφημίας; ἅστινας ὡς πᾶσι Χριστιανοῖς ἀπηγορευμένας, καὶ προφανῆ τῆς δυσσεβείας ἐχούσας τὸν ἔλεγχον, περισσὸν ἐνομίσαμεν ἀντιῤῥήσεως ἀξιῶσαι· εἰ τοίνυν ἅπαντες αἱρετικοὶ ἐπὶ ἑνὸς, τυχὸν, ἢ δευτέρου δόγματος παρατροπῇ ἐκβέβληνται τῆς ἁγιωτάτης ἐκκλησίας, ὑποβληθέντες ἀναθέματι μετὰ τῶν ἰδίων δογμάτων, τίς ὅλως Χριστιανῶν ἀνέξεται αὐτοῦ Ὡριγένους τε, καὶ τῶν πονηπῶν αὐτοῦ συγγραμμάτων ἀντιποιεῖσθαι, τοῦ τοσαύτας μὲν εἰρηκότος βλασφημίας, πᾶσι δὲ σχεδὸν αἱρετικοῖς τοσαύτην ὕλην ἀπωλείας καὶ βλασφημίας παρασχομένου, καὶ διὰ τοῦτο καὶ παρὰ τῶν ἁγίων πατέρων ἔκπαλαι ὑπὸ ἀνάθεμα γενομένου μετὰ τῶν μυσαρῶν αὐτοῦ δογμάτων; Εἰ γὰρ καὶ δοίη τις τὸν θεομάχον Ὡριγένην, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις αἱρετικοῖς εὑρίσκεται, ἀναμάξαι [ἴσ. ἐναμῆξαι, ἤ, ἀναμίξαι] τινὰ τοῖς πονηροῖς αὐτοῦ συγγράμμασιν ἐκ τῶν ὀρθῶν δογμάτων, ταῦτα οὐκ ἴδια ἐκείνου καθέστηκεν, ἀλλὰ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας ὑπάρχει. Καὶ τοῦτο δἐ αὐτὸ κακούργως ἐκεῖνος καὶ πρὸς ἀπάτην τῶν ἁπλουστέρων ἐμηχανήσατο. Ταῖς γὰρ τῶν Ἑλλήνων μυθολογίαις ἐντραφεὶς, καὶ ταύτας ἐπεκτεῖναι βουλόμενος ἐσχηματίσατο τὰς θείας δῆθεν ἑρμηνεύειν γραφὰς, ἵνα τούτῳ τῶ τρόπῳ τὰ μυσαρὰ αὐτοῦ δόγματα τοῖς τῶν θείων γραφῶν ὑπομνήμασιν ἀναμίξας, κακοήθως τὴν Ἑλληνικὴν, καὶ Μανιχαϊκὴν αὐτοῦ πλάνην, καὶ Ἀρειανικὴν μανίαν εἰσαγάγῃ, καὶ τοὺς μὴ ἠκριβωμένους τὰ τῆς θείας γραφῆς δυνηθῇ δελεάσαι. Τί γὰρ ἕτερον παρὰ τὰ τῷ Πλάτωνι εἰρημένα τῷ τὴν Ἑλληνικὴν μανίαν πλατύναντι Ὡριγένης ἐξέθετο; ἢ παρὰ τίνος ἑτέρου Ἄρειος λαβὼν τὴν οἰκείαν συνεγράψατο νόσον, ὁ πρὸς ὄλεθρον τῆς ἑαυτοῦ ψυχῆς εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βαθμοὺς ἐπινοήσας; ἐν τίνι δὲ οὗτος τοῦ Μανιχαίου ἀπολιμπάνεται, ὁ λέγων τὰς τῶν ἀνθρώπων ψυχὰς δι' ἁμαρτίας τοῖς σώμασι τιμωρίας χάριν ἐμβληθῆναι; ὡς δὴ πρῶτον μὲν νόας οὔσας, καὶ ἁγίας δυνάμεις, ἔπειτα κόρον λαβούσας τῆς θείας θεωρίας, καὶ πρὸς τὸ χεῖρον τραπείσας, καὶ διὰ τοῦτο τῆς Θεοῦ ἀγάπης ἀποψυγείσας, καὶ ἐντεῦθεν ψὺχὰς ὀνομασθείσας, καὶ τιμωρίας χάριν τοῖς σώμασιν ἐμβληθείσας· ὄπερ καὶ μόνον ἱκανὸν ἦν εἰς τελείαν αὐτοῦ κατάκρισιν, οἷα τῆς Ἑλληνικῆς ὑπάρχον δυσσεβείας. Τοῦ γὰρ Θεοῦ εἰπόντος, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, » εὑρίσκεται καπὰ τοὺς ἐκείνου ματαίους λόγους σῶμα μόνον δίχα ψυχῆς κατ' εἰκόνα καὶ ὁμοίωσιν γενόμενον τοῦ Θεοῦ, ἐὰν ὅλως προϋπῆρχε ψυχὴ, καὶ μετὰ τὸ γενέσθαι τὸ σῶμα ἐνεβλήθη, ἢ κατηγγίσθη ἐν αὐτῷ. Καὶ ἀνάγκη πᾶσα τοῦ λέγειν, καὶ αὐτὸν τὸν Θεὸν τὸν τοῦ ἀνθρώπου δημιουργὸν σῶμα ὑπάρχειν, ὡς τὸ σῶμα κατ' εἰκόνα, καὶ ὁμοίωσιν ἰδίαν ποιησάμενον. Πῶς δὲ δύναται εἰκὼν εἶναι τοῦ ἀσωμάτου τὸ σῶμα; διὸ μὴ γένοιτο τούτοις Χριστιανοὺς συνθέσθαι. Εἰ δὲ κατὰ τὴν Ὡριγένους βλασφημίαν προϋπῆρχον αἱ ψυχαὶ, καὶ διὰ τὸ ἁμαρτῆσαι αὐτὰς τιμωρίας χάριν εἰς τὰ σώματα κατεπέμφθησαν, ἵνα παιδευθεῖσαι σωφρονήσωσιν, ἐχρῆν αὐτὰς μηκέτι ἁμαρτάνειν· εἰ γὰρ πρὸς κόλασιν τῇ ψυχῇ διὰ τὴν ἁμαρτίαν ἐδόθη τὸ σῶμα, ὥστε αὐτὴν ὀδυνωμένην παιδευθῆναι πρὸς τὸ τιμᾷν τὸν Θεὸν, πῶς συνεργεῖ καὶ συναγωνίζεται αὐτῇ τὸ σῶμα πρὸς τὸ ἁμαρτάνειν, ὃ τοῖς κολαζομένοις γίνεται [ἴσ. οὐ γίνεται]. Δεσμοὶ γὰρ, καὶ φυλακαὶ, καὶ πέδαι, καὶ συντόμως εἰπεῖν, τὰ τοιαῦτα ἐφεκτικὰ τοῦ ἀδικεῖν, καὶ τοῦ ἁμαρτάνειν τοῖς κολαζομένοις γίνονται. Οὐ γὰρ ὅπως ὁ ἁμαρτήσας πλέον ἁμάρτῃ, συνεργὸς αὐτῷ πρὸς τὴν ἁμαρτίαν ὁ δεσμὸς δίδοται, ἀλλ' ὅπως παύσηται τοῦ ἁμαρτάνειν διὰ τῶν δεσμῶν βασανιζόμενος. Πρόδηλον τοίνυν, ὅτι οὐ διὰ σωφρονισμὸν προλαβουσῶν ἁμαρτιῶν τοῖς σώμασιν ἐνεβλήθησαν αἱ ψυχαὶ κατὰ τοὺς ἐκείνων λήρους, ἀλλὰ κατὰ ταυτὸν ὁ Θεὸς τό τε σῶμα, τήν τε ψυχὴν, τουτέστι τέλειον τὸν ἄνθρωπον ἐδημιούργησεν. Ὅθεν τῶν διὰ τοῦ σώματος ἡμῖν πεπραγμένων, εἴτε ἀγαθῶν, εἴτε φαύλων, τὴν ἀνταπόδοσιν ἀναμένομεν. Τοῦτο γὰρ ἡμῖν παραδίδωσιν καὶ ὁ θεῖος ἀπόστολος Παῦλος, λέγων· « Ὅτι πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον. » Προσέχειν τοίνυν δεῖ τοῖς Ἀποστόλου ῥήμασιν, ὅτι οὐκ εἶπε κομίζεσθαι δεῖν τὸν κρινόμενον πρὸς ἃ ἔπραξε πρὸ τοῦ σώματος. Εἰ δὲ ἐπὶ μόνοις διὰ τοῦ σώματος κολάζεται ἄνθρωπος παρὰ τοῦ κρίνοντος τὴν γῆν, ἢ τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ οὐδεμία προγενεστέρων ἁμαρτημάτων, δῆλον ὅτι οὐ προϋπάρχουσι τῶν σωμάτων αἱ ψυχαί· εἰ γὰρ προϋπῆρχον, εἶπεν ἂν ὁ Ἀπόστολος, ὥσπερ τὰ διὰ τοῦ σώματος, οὕτω καὶ τὰ πρὸ τοῦ σώματος. Ὥτι δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ νοεραί τε, καὶ λογικαὶ τυγχάνουσι, τῶν ὁμολογουμένων ἐστίν· ὅπερ οὐδὲ τοὺς Ὡριγένους ἀντιποιουμένους νομίζομεν. ἀπαρνεῖσθαι. Εἰπάτωσαν τοίνυν οἱ τὰ Ὁριγένους φρονοῦντες· αἱ ψυχαὶ αὐτῶν, εἴγε ἄρα καθὼς λέγουσι, προϋπῆρχον τῶν σωμάτων, πρὶν ἢ ἐν τοῖς σώμασιν εἰσέλθωσιν, ἐν ποίᾳ τάξει ὑπῆρχον, ἢ τί διεπράττοντο; ἐχρῆν γὰρ αὐτὰς εἰδέναι ποῦ ἦσαν, εἰ προῆσαν, καὶ πῶς ἐνταῦθα παρεγένοντο. Εἰ δὲ τοῦτο αὐτοῖς ἀμήχανόν ἐστι λέγειν, ὡς τῆς ἀληθείας μὴ οὔσης, δῆλον ὅτι μῦθοι τὰ κατ' αὐτοὺς ὑπάρχουσιν. Ἴσως δὲ ἐροῦσιν, ὅτι μετὰ τὸ εἰσελθεῖν τὰς ψυχὰς ἐν τοῖς σώμασι, τότε δύνανται διακρίνειν τε, καὶ γινώσκειν τὰ πραττόμενα παρ' αὐτῶν· εἰ δὲ τοῦτο εἴπωσιν, εὑρίσκεται τὸ σῶμα κατὰ τοὺς αὐτῶν ματαίους λόγους τιμιώτερον τῆς ψυχῆς, οἷα χαριζόμενον αὐτῆ τὸ νοεράν τε, καὶ λογικὴν γενέσθαι· ἀλλὰ τὸ λέγειν τοῦτο πάσης ἐστὶν ἀνοίας, καὶ ἀτοπίας μεστόν. Διατί δὲ ὅλως, εἴπερ ὡς λέγουσι προϋπῆρχεν ἡ ψυχὴ, μαθήσεώς τινος, ἢ διδαχῆς δέεται ἐν τῷ σώματι γενομένη, κατὰ μικρὸν εἰσαγομένη, καὶ προκόπτουσα εἰς τὰ μείζονά τε καὶ τελειότερα; Εἰ γὰρ προῆν, καὶ ἐγίνωσκεν ἂν τὰ συμφέροντα μηδεμιᾶς μαθήσεως δεομένη, καὶ ὡς ἐν γνώσει τυγχάνουσα διωρθοῦτο ταῖς ἐπιμελείαις· καὶ εἰ τὸ πταῖσμα ἐγίνωσκεν, οὐκ ἐδιδάσκετο ὡς προεπισταμένη· εἰ δὲ διδάσκεται ὡς ἀγνοοῦσα, οὐ πρόῄδει· εἰ δὲ οὐ προῄδει, οὐ προῆν, ἀλλὰ δῆλον ὅτι οὐ προῆν. Τῆς γὰρ γενέσεως ἡμῶν αἴτιός ἐστι μόνος ὁ Θεὸς, ὅς τις καθὼς οὐκ ὄντας ἡμᾶς ἐποίησεν, οὕτω καὶ γενομένους σώζει τῇ ἰδίᾳ χειρὶ [χάριτι], ἐὰν ἄξιοι, καὶ ἐπιτήδεοι φανῶμεν. Ὁ Θεὸς γὰρ εἰπὼν, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, » ἁμφότερα κατὰ ταυτὸν ἐδημιούργησε, τουτέστι σῶμά τε πλάσας, καὶ ψυχὴν νοεράν τε καὶ λογικὴν δημιουργήσας. Ἅμα γὰρ σῶμα ἔπλασεν ὁ Θεὸς, καὶ τὴν ψυχὴν ἐδημιούργησε τέλειον τὸν ἄνθρωπον ἀποτελέσας· οὐδὲ γὰρ σῶμα χωρὶς ψυχῆς, οὐδὲ ψυχὴ χωρὶς σώματος ἄνθρωπος· εἰ δὲ προϋπῆρχεν ἡ ψυχὴ, καθὼς Ὡριγένης ληρεῖ, τίνος ἕνεκεν ὁ ἁγιώτατος προφήτης Ζαχαρίας εἶπε, « Πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ; » Εἰ γὰρ προῆν, ἔδει μᾶλλον εἰπεῖν, καταγγίζων, ἢ καταπέμπων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. Νῦν δὲ λέγων ὁ προφήτης, πλάσσων, δείκνυσιν, ὅτι ὥσπερ τὸ σῶμα, οὕτω καὶ τὴν ψυχὴν οὐ προϋπάρχουσαν ἐποίησεν ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει αὐτοῦ, καὶ ἀγαθότητι. Καθὼς οὖν εἴρηται, κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, καὶ τοῦ θείου ἐμφυσήματος ἀξιωθῆναι, δηλοῖ μὴ μόνον νοερὰν καὶ λογικὴν, ἀλλὰ καὶ ἀθάνατον τὴν ψυχὴν δημιουργηθῆναι πρὸς τὸ ἄρχειν πάντων τῶν ἐπὶ γῆς ποιημάτων· τοῦτο γάρ ἐστι καὶ τὸ εἰρημένον τῷ θεολόγῳ Γρηγορίῳ περὶ τῆς ψυχῆς, τὴν ἐκ Θεοῦ καὶ θείαν καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν. Οὐχ ὥς τινες φανταζόμενοι λέγουσι τῆς θεϊκῆς οὐσίας ὑπάρχουσαν τὴν ψυχήν· ἀλλ' ὡς διὰ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ γενομένην, καὶ χάρισμα παρ' αὐτοῦ λαβοῦσαν τοῦ νοερὰν, καὶ λογικὴν, καὶ ἀθάνατον εἶναι, καὶ μὴ συναποθνήσκειν τῷ σώματι, καθ' ὁμοιότητα τῶν ἀλόγων ζώων, ἀλλὰ κατὰ χάριν μετέχειν τῆς ἄνωθεν εὐγενείας, τουτέστιν ἀθανασίας. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως πατριάρχης ἐν τῷ ἑνδεκάτῳ λόγῳ τῷ εἰς τὴν κτίσιν· λέγει γὰρ οὕτως· « Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐνταῦθά τινες τῶν ἀγνωμόνων ἐξ οἰκείων λογισμῶν κινούμενοι, καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες, οὔτε τὴν συγκατάβασιν τῶν ῥημάτων λογιζόμενοι, λέγειν ἐπιχειροῦσιν ὅτι ἐκ τῆς τοῦ Θεοῦ οὐσίας ἐστιν ἡ ψυχή. Ὤ τῆς μανίας, ὢ τῆς παραφροσύνης. » Καὶ ταῦτα μὲν ὁ πατὴρ περὶ τῶν προκειμένων. Σκόπει δὲ, ὅτι περ περὶ μὲν τῶν ἄλλων ἁπάντων ἐπὶ γῆς ποιημάτων εἶπεν ὁ Θεὸς, « Γεννηθήτω » καὶ « ἐξαγαγέτω ᾑ γῆ, καὶ ἐγένετο. » Περὶ δὲ τοῦ ἀνθρώπου λέγει, « Ποιήσωμεν ἄνθρωπον, » καὶ οὐ μόνον « ποιήσωμεν, » ἀλλὰ « κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν· καὶ λαβὼν χοῦν ἀπὸ τῆς γῆς ταῖς ἰδίαις χερσὶν ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. » Ἐντεῦθεν τοίνυν ἐστὶν ἰδεῖν, πῶς ὁ Θεὸς τὸν ἄνθρωπον τιμιώτερον ἐποίησε τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ γῆς κτισμάτων. Τὰ μὲν οὖν ἄλλα πάντα λόγῳ εἶπε, καὶ ἐγένοντο· τὸν δέ γε ἄνθρωπον, καθὼς εἴρηται, αὐτὸς ταῖς ἰδίαις χερσὶ, κατὰ τὴν θείαν γραφὴν, ἐδημιούργησε· πάντα δὲ τὰ γενόμενα ὑπ' αὐτοῦ ἐπὶ τῆς γῆς ὑπέταξε τῷ ἀνθρώπῳ τῷ γενομένῳ ἐν τῇ ἕκτῃ ἡμέρᾳ, ἵνα πάντων τῶν ἐπὶ τῆς γῆς κτισμάτων ἤδη προγεγονότων, καὶ ἑτοιμασθέντων αὐτῷ δεσπόζῃ, αὐτὸς ὑπὸ τοῦ πλάστου δεσποζόμενος. Τοῦτο δὲ ἡμᾶς διδάσκει καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῷ λόγῳ τῷ εἰς τὴν νέαν κυριακὴν, λέγων· « Οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται, καὶ δεύτερον, καὶ τρίτον, καὶ τὰ ἑξῆς, ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας· αἷς καταμερίζεται τὰ γινόμενα λόγοις ἀῤῥήτοις τασσόμενα, καὶ οὐκ αθρόως ἀναδιδόμενα τῷ παντα δυνατῷ [pro παντοδυνάμῳ] λόγῳ. Οὗ καὶ τὸ νοῆσαι μόνον, καὶ εἰπεῖν, ἔργον ἐστὶ παριστάμενον. Εἰ δὲ τελευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ Θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν· ἔδει γὰρ ὥσπερ βασιλεῖ προϋποστῆναι τὰ βασίλεια, καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα, πᾶσιν ἤδη δορυφορούμενον. Εἰ τοίνυν κατὰ τὴν τοῦ θεολόγου Γρηγορίου διδασκαλίαν τελευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ Θεοῦ, καὶ εἰκόνι τετιμημένος, καὶ πάντα παρὰ τοῦ Θεοῦ αὐτῷ προητοιμάσθη, καὶ ὥσπερ βασιλεῖ προϋφίσταται τὰ βασίλεια, καὶ οὕτως εἰσήχθη παρὰ Θεοῦ ὡς βασιλεὺς πᾶσιν ἤδη δορυφορούμενος, πῶς λέγουσιν οἱ κατὰ τὸν Ὡριγένην παραφρονοῦντες, ὅτι προϋπάρχουσαι αἱ ψυχαὶ δι' ἁμαρτίας ἐν σώμασι καταπέμπονται, ὀφείλουσαι δίκας ὑπέχειν τῶν πρώην ἡμαρτημένων; Τὸ ἔμπαλιν γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος, καὶ ὔστερον πάντων λέγει τὸν ἄνθρωπον γεγενῆσθαι, καὶ τιμηθῆναι ὑπὸ Θεοῦ, καὶ βασιλεύειν τῶν ἐπὶ γῆς πάντων. Ὅπερ τιμωρίας μὲν οὐκ ἔστι, πάσης δὲ τὸ ἐναντίον προνοίας καὶ εὐεργεσίας ἔνδειξις ὑπάρχει. Σύμφωνα δὲ νοῖς τοῦ θεολόγου Γρηγορίου, καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως πατριάρχης ἡμᾶς διδάσκει ἐν τῷ ἑνδεκάτῳ λόγῳ τῷ εἰς τὴν κτίσιν, λέγων οὕτως· « Ἀλλ' ἴσως εἴποι τις ἄν,--Καὶ τίνος ἕνεκεν εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουργεῖται, καὶ τότε τὸ μεῖζον, καὶ ὑπερέχον;--Οὐχ ὁρᾷς, ἀγαπητὲ, ὅνι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; ὥσπερ γὰρ ὁ οὐρανὸς, καὶ ἡ γῆ, καὶ ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη, καὶ μετὰ ταῦτα πάντα ὁ ἄνθρωπος ὁ τούτων πάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῇ τῇ διαπλάσει τοῦ ἀνθρώπου, πρότερον τὸ σῶμα πλάττεται, καὶ τότε ἡ ψυχὴ ἡ τιμιωτέρα. Ὣν γὰρ τρόπον τὰ ἄλογα τὰ εἰς ὑπηρεσίαν μέλλοντα εἶναι χρήσιμα πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχῃ τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων χρείας ἀπολαύειν, οὕτω καὶ τὸ σῶμα πρὸ τῆς ψυχῆς δημιουργεῖται, ἵνα ἐπιδὰν κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῇ, ἔχει τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώματος κινήσεως. » Καὶ ταῦτα μὲν ὅσον ἐπιδεῖξαι τοῖς ἀκροωμένοις ὅτι τὰ αὐτὰ τοῖς ἁγίοις πατράσι φθεγγόμεθα, πανταχοῦ τὴν τῶν ψυχῶν προΰπαρξιν ἀναιροῦσι· πάλιν δὲ τῆς ἁγίας λεγούσης γραφῆς περὶ τοῦ Ἀδὰμ, καὶ τῆς Εὔας· « Εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, καὶ εἶπεν,--Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.--Πῶς ἄρα εἰ προϋπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἔμελλε κατὰ τὴν θείαν πρόσταξιν αὐξάνεσθαι τὰ προϋπάρχοντα κατὰ τοὺς ἐκείνων μύθους; καὶ πῶς εἰχεν ὁ Θεὸς εὐλογῆσαι τὰς ψυχὰς ταῖς ἁμαρτίαις ἤδη ὑποπεσούσας εἰς τὸ αὐξηθῆναί τε, καὶ πληθυνθῆναι; ἁμαρτήσασαι γὰρ αἱ ψυχαὶ κατάρας μᾶλλον ἢπερ εὐλογίας ἐτύγχανον ἄξιαι. Εἰ δὲ προϋπῆρχον αἱ ψυχαὶ ἐν ἑτέρᾳ τάξει ὑπάρχουσαι κατὰ τοὺς Ὡριγένους μύθους, διὰ τί μόνον Ἀδὰμ ἔπλασεν ὁ Θεός; ἆρα μόνον ἡ ψυχὴ τοῦ Ἀδὰμ τότε ἦν ἁμαρτήσασα; καὶ διὰ τοῦτο ἓν σῶμα ἔπλασεν ὁ Θεός; εἰ γὰρ ἦσαν πρὸ τούτου καὶ ἄλλαι ψυχαὶ, ἔδει καὶ ἄλλα σώματα ἅμα πλασθῆναι ὑποδεχόμενα τὰς ψυχάς. Πῶς δὲ ἡ ἁμαρτήσασα κατὰ τοὺς αὐτῶν λόγους ψυχὴ καὶ διὰ τιμωρίαν εἰς σῶμα βληθεῖσα, εἰς τὸν παράδεισον τῆς τρυφῆς παρὰ τοῦ κυρίου ἐτέθη; εἰ γὰρ διὰ τιμωρίαν σώματι ἐνεβλήθη, οὐκ ἐν παραδείσῴ τῆς τρυφῆς, ἀλλ' ἐν κολάσεως ἂν ἀπετίθετο τόπῳ· τοσοῦτον δὲ ὁ Θεὸς ἠγάπησε τὸν ἄνθρωπον, ὃν μετὰ πάντα τὰ δημιουργήματα ἔπλασεν, ὅτι [F. ὥστε] καὶ μετὰ τὸ παραβῆναι αὐτὸν τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ ἐντολὴν, καὶ διὰ τοῦτο ἐκβληθῆναι τοῦ παραδείσου, αὐξανομένου τοῦ γένους τῶν ἀνθρώπων, καὶ πληθυνομένης τῆς ἁμαρτίας διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τῶν ἀνθρώπων ἐπιμελῶς ἐπὶ τὰ χείρονα, οὐ περιεῖδεν ὁ Θεὸς ὡς ἀγαθὸς τὸ ἴδιον πλάσμα, ἀλλὰ διαφόροις ἐνουθέτησε τρόποις τοῖς ἀπὸ τῆς ἁγίας δηλουμένοις γραφῆς· ἐπειδὴ δὲ ἐπιδεινοτέροις τοῖς ἀῤῥωστήμασι μείζονος ἐδεόμεθα καὶ τῆς (θεραπείας) ἰατρείας, αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ λόγος, ὁ εἷς, τουτέστι τὸ ἓν πρόσωπον τῆς ἁγίας τριάδος, διὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἄνθρωπος γίνεται μένων Θεὸς, μηδὲ τὴν θεϊκὴν αὐτοῦ οὐσίαν ἀλλοιώσας εἰς τὴν ἀνθρωπίνην, μηδὲ τὴν ἀνθρωπίνην αὐτοῦ οὐσίαν εἰς τὴν θεϊκὴν μεταβαλών. Καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς ἐν ἑκατέραις ταῖς φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως γνωριζόμενος Μείνας γὰρ ὅπερ ἦν, γέγονεν ὅπερ οὐκ ἦν. Καὶ τὸν ὀφειλόμενον θάνατον παρ' ἡμῶν ἐκ τῆς διὰ τὴν παράβασιν κατακρίσεως, ἐν τῇ ἰδίᾳ σαρκὶ ἀναδεξάμενος, ἠλευθέρωσεν ἡμᾶς τοῦ αἰωνίου θανάτου, ἀναρχὴ τῶν κεκοιμημένων γενόμενος, καὶ πρωτότοκος ἀναστὰς ἐκ νεκρῶν συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις, καθὼς ἡμᾶς διδάσκει ἡ ἀποστολικὴ παράδοσις. Εἰ γὰρ καὶ τὴν ἀρχὴν ἡ ἀνθρωπίνη φύσις διὰ τὴν παρακοὴν ἐστερήθη τοῦ παραδείσου, ἀλλ' ὅμως ὡς εἴρηται, ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν sb;ηγάπησεν ἡμᾶς, τὴν ἡμετέραν φύσιν ἑνώσας ἑαυτῷ ἀδιασπάστως καθ' ὑπόστασιν, ἐν τῇ μήτρᾳ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μείζονος ἡμᾶς ἠξίωσε χάριτος, τὴν ἐν οὐρανοῖς βασιλείαν ἡμῖν χαρισάμενος. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως πατριάρχης ἐν τῷ λόγῳ τῷ εἰς τὴν ἀνάληψιν, λέγων οὕτως· « ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες, σήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν· οἱ μηδὲ τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἄνω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ· καὶ ἡ φύσις, δι' ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, αὐτὴ ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον. Ἀποδέδεικται τοίνυν ὅτι οὐχ ὡς Ὡριγένης ληρεῖ, ἐν οὐρανοῖς αἱ ψυχαὶ προϋπάρχουσαι, ἔπειτα ἁμαρτήσασαι κατεπέμφθησαν τιμωρίας χάριν εἰς τὰ σώματα. Ἀλλ' ἐκ τῶν ἐναντίων ἐπὶ γῆς δημιουργηθεῖσα ὅλη ἡ τοῦ ἀνθρώπου φύσις, τουτέστι σώματος καὶ ψυχῆς, διὰ τῆς ἐπιβαλλούσης τοῦ Θεοῦ ἀγαθότητος τῆς ἐν οὐρανοῖς ἠξίωται βασιλείας. Ὥστε τοὺς ἀνθρώπους τοὺς τὴν ἐντολὴν τοῦ Θεοῦ φυλάττοντάς τε, καὶ πληροῦντας, ἀξιοῦσθαι τῆς ἐν οὐρανοῖς τῶν ἀγγέλων συνδιαγωγῆς· οὓς ἐν τῇ γῇ διὰ τῆς πρὸς Θεὸν ὁμολογίας μιμεῖσθαι προσετάχθημεν. Βουλόμενος γὰρ ὁ Θεὸς διὰ τὴν ἄφραστον αὐτοῦ φιλανθρωπίαν, ὃν τρόπον ἐν οὐρανοῖς ὑπὸ τῶν ἁγίων δυνάμεων δοξάζεται, οὕτω καὶ ἐπὶ τῆς γῆς ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐδημιούργησε τὸν ἄνθρωπον, δεύτερον ἄγγελον ἐπὶ τῆς γῆς, ὡς ἂν πληρωθῇ τὰ πάντα δόξης Θεοῦ. Ὅθεν καὶ ὁ κύριος παραδιδοὺς ὅπως ὀφείλουσι προσεύχεσθαι, λέγει·--Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄναμά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. »