GreI.Proleg63 66 Gregorius I540-604 Parisiis J. P. Migne 1847 early modern edition, no apparatus this file was encoded in TEI xml for the University of Zurich's Corpus Corporum project (www.mlat.uzh.ch) by Ph. Roelli in 2013 Classical Latin orthography latin - . . .
- CAPUT PRIMUM.
- ΚΕΦΑΛ. Α'. Περὶ τοῦ κλασθέντος μαγιδίου, καὶ διὰ προσευχῆς...
- ΚΕΦΑΛ. Β' Περὶ τοῦ ἐπαναστάντος αὐτῷ σαρκικοῦ πολεμίου.
- ΚΕΦΑΛ Γ'.
- ΚΕΦΑΛ. Δ'. Περί τινος μοναχοῦ ἐῶντος τὴν μονὴν καὶ...
- ΚΕΦΑΛ. Ε'. Περὶ τοῦ ἐξελθόντος χειμάῤῥου διὰ προσευχῆς αὐτοῦ...
- ΚΕΦΑΛ. ϛ'. Περὶ τοῦ ἐκπεσόντος ἐν τῇ λίμνῃ σιδηροῦ...
- ΚΕΦΑΛ. Ζ' Περὶ Μαύρου μοναχοῦ τοῦ ἐπὶ τῶν ὑδάτων...
- ΚΕΦΑΛ. Η'. Περὶ τοῦ ζυμωθέντος ἐν τῷ ἄρτῳ φαρμάκου.
- ΚΕΦΑΛ. Θ'. Περὶ λίθου παμμεγέθους διὰ προσευχῆς αὐτοῦ ἐλαφροῦ...
- ΚΕΦΑΛ. Ι'. Περὶ τοῦ εὑρεθέντος χαλκοῦ ζωδίου, ὅθεν ἐξῆλθεν...
- ΚΕΦΑΛ. ΙΑ'. Περὶ τοῦ συντριβέντος παιδὸς ἐν τῷ συμπτώματι.
- ΚΕΦΑΛ. ΙΒ'. Περὶ τῶν μοναχῶν τῶν μεταλαμβανόντων τροφῆς παρὰ...
- ΚΕΦΑΛ. ΙΓ'. Περὶ τοῦ σαρκικοῦ ἀδελφοῦ Βαλεντίνου μοναχοῦ.
- ΚΕΦΑΛ. ΙΔ'. Περὶ Τοτίλα τοῦ ῥηγὸς πειράσαντος τὸν ἅγιον.
- ΚΕΦΑΛ. ΙΕ'. Περὶ ἧς ἐξέθετο προφητείας τῷ αὐτῷ ῥηγί.
- ΚΕΦΑΛ. Ιϛ' Περὶ τοῦ δαιμονιοῦντος κληρικοῦ, καὶ διὰ προσευχῆς...
- ΚΕΦΑΑ. ΙΖ'. Περὶ τῆς ἐρημώσεως τοῦ μοναστηρίου αὐτοῦ προφητείας.
- ΚΕΦΑΛ. ΙΗ'. Περὶ τοῦ ἀποκρύψαντος τὸ φλασκίον ἐν τῇ...
- ΚΕΦΑΛ. ΙΘ'. Περὶ τοῦ λαβόντος παρὰ μοναστρίας ἐγχείρια, καὶ...
- ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ μοναχοῦ τοῦ κατὰ διάνοιαν ἐξουθενοῦντος...
- ΚΕΦΑΛ. ΚΑ'. Περὶ τοῦ εὑρεθέντος ἀλεύρου ἐν καιρῷ λιμοῦ...
- ΚΕΦΑΛ. ΚΒ'. Περὶ τοῦ κατ' ὄναρ χρηματισμοῦ, ἕνεκεν τῆς...
- ΚΕΦΑΛ. ΚΓ'. Περὶ τῶν χωρισθεισῶν παρ' αὐτοῦ τῆς κοινωνίας...
- ΚΕΦΑΛ. ΚΔ'. Περὶ τοῦ μοναχοῦ τοῦ παρὰ γνώμην τοῦ...
- ΚΕΦΑΛ. ΚΕ'. Περὶ τοῦ ἐξελθόντος μοναχοῦ τῆς μονῆς, οὗτινος...
- ΚΕΦΑΛ. Κϛ'. Περὶ τοῦ ἰαθέντος παιδὸς ἀπὸ τῆς λέπρας.
- ΚΕΦΑΛ. ΚΖ' Περὶ τῶν εὑρεθέντων ιγ' νομισμάτων διὰ προσευχῆς...
- ΚΕΦΑΛ. ΚΗ'. Περὶ τοῦ ῥιφέντος ἀνακλασταρίου ( sic )...
- ΚΕΦΑΛ. ΚΘ'. Περὶ τοῦ γεμισθέντος πίθου ἐλαίου διὰ προσευχῆς...
- ΚΕΦΑΛ. Λ'. Περὶ τοῦ δαιμονιοῦντος μοναχοῦ, καὶ διὰ μαξίλλης...
- ΚΕΦΑΑ. ΛΑ'. Περὶ τοῦ γεωργοῦ τοῦ ἀοράτως ἐκ τῶν...
- ΚΕΦΑΛ. ΛΒ'. Περὶ τοῦ ἀναστάντος νεκροῦ διὰ προσευχῆς τοῦ...
- ΚΕΦΑΛ. ΛΓ'. Περὶ οὗ παρεκάλεσε Σχολαστίκα ἡ αὐτοῦ ἀδελφή.
- ΚΕΦΑΛ. ΑΔ', Περὶ τῆς ψυχῆς τῆς αὐτῆς ἀδελφῆς αὐτοῦ...
- ΚΕΦΑΛ. ΛΕ' Περι τῆς ψυχῆς Γερμανοῦ ἐπισκόπου πόλεως Καπύης.
- ΚΕΦΑΛ. Λς'. Περὶ τοῦ συγγραφέντος παρ' αὐτοῦ μοναχικοῦ κανόνος.
- ΚΕΦΑΛ. ΛΖ'. Περὶ τῆς ἑαυτοῦ ἐξόδου, ἣν τοῖς ἀδελφοῖς...
- ΚΕΦΑΛ. ΛΗ'. Περὶ ἰαθείσης γυναικὸς διὰ προσευχῆς τοῦ ἁγίου.
Prolegomena
Ἀνήρ τις ὑπῆρχε, τῇ πολιτείᾳ μὲν εὐλαβέστατος, χάριτι δὲ Θεοῦ κεκοσμημένος, τοὔνομα Βενέδικτος· ἲς ἐκ παιδόθεν τῇ τῆς καρδίας καθαρότητι ἐλαμπρύνετο, καὶ τῇ τοῦ σώματος ἁγνείᾳ κεκαλλώπιστο, ἐν οὐδενὶ θελήματι σαρκικῷ τὸ παράπαν τὴν ψυχὴν καθυποτάξας· ἀλλ' ἔτι ἔφηβος ὢν, καὶ σφριγῶν τῷ σώματι ὅπερ ἡδυπαθῶς δρᾶσαι ὴδύνατο, ἑκουσίως ἐβδελύξατο, καὶ λοιπὸν ὡς ξηρὸν τοῦτον τὸν κόσμον μετὰ τοῦ ἄνθους αὐτοῦ ἐλογίζετο. Ὅστις δίκην ἑωσφόρου ἀστέρος ἐκ τῆς Νουρσίας χώρας, τῇ τῶν Ῥωμαίων χώρᾳ ἀνέτειλε· τῇ δὲ τῶν ἐλευθερικῶν γραμμάτων διδαχῇ παραδοθεὶς ὑπῆρχεν. Ἀλλ' ἐν τούτοις πολλοὺς ἀπιέναι διὰ τὰ φθαρτὰ πάθη κατανοήσας, ἐκεῖνον ὃν ἔθετο πόδα ἐν τῇ τῶν μαθημάτων διατρίβῇ, εὐσεβεῖ λογισμῷ τοῦτον ἀνθείλκυσεν· ἵνα μὴ εἰς ἀνήκεστον κρημνὸν ὅλως καταπέσειε. Βδελυξάμενος τοίνυν τῶν γραμμάτων τὴν διδαχὴν, καταλείψας τε τὸν οἶκον καὶ τὰ πατρῷα αὐτοῦ πράγματα, μόνῳ Θεῷ ἀρέσαι ἐπιθυμήσας, τοῦ ἁγίου καὶ μονήρους βίου τὸ σχῆμα ἐπεπόθησεν. Ἀπέστη τοίνυν τῆς τῶν γραμμάτων παιδεύσεως, γινώσκων ὡς μὴ γινώσκων, καὶ σοφὸς ὡς ἄσοφος. Τούτου τοῦ σεβασμίου πατρὸς τὰ κατὰ Θεὸν κατορθώματα, ἐγὼ μὲν σαρκικοῖς ὀφθαλμοῖς οὐ τεθέαμαι, ἀλλ' ἅπερ ἀκήκοα παρὰ τεσσάρων αὐτοῦ τὸν ἀριθμὸν μαθητῶν διηγουμένων, ταῦτα ἐρῶ· Κωνσταντίνου λέγω δὴ εὐλαβεστάτου πάνυ ἀνδρὸς, ὅστις αὐτοῦ τὴν ποιμαντικὴν ἡγεμονίαν διεδέξατο· Βαλεντίνου, τοῦ πολλοῖς ἔτεσι τὴν ἐν Λατεράνῃ εὐαγεστάτην μονὴν διϊθύναντος· Συμπλικίου, τοῦ τὴν αὐτοῦ συνοδίαν μετέπειτα κατὰ διαδοχὴν τρίτον ποιμάναντος· Ὁνωράτου, τοῦ νυνὶ τοῦ κελλίου αὐτοῦ ἐν ᾧ πρότερον διῆγε, προεστῶτος.
Fuit vir vitae venerabilis, gratia Benedictus et nomine, ab ipso suae pueritiae tempore cor gerens senile. Aetatem quippe moribus transiens, nulli animum voluptati dedit: sed dum in hac terra adhuc esset, quo temporaliter libere uti potuisset, despexit jam quasi aridum mundum cum flore. Qui liberiori genere ex provincia Nursiae exortus, Romae liberalibus litterarum studiis traditus fuerat. Sed cum in eis multos ire per abrupta vitiorum cerneret, eum quem quasi in ingressu mundi posuerat, retraxit pedem: ne si quid de scientia ejus attingeret, ipse quoque postmodum in immane praecipitium totus iret. Despectis itaque litterarum studiis, relicta domo rebusque patris, soli Deo placere desiderans, sanctae conversationis habitum quaesivit. Recessit igitur scienter nescius, et sapienter indoctus. Hujus ego omnia gesta non didici, sed pauca quae narro, quatuor discipulis illius referentibus agnovi: Constantino scilicet reverentissimo valde viro, qui ei in monasterii regimine successit; Valentiniano quoque, qui annis multis Lateranensi monasterio praefuit; Symplicio, qui congregationem illius post eum tertius rexit; Honorato etiam, qui nunc adhuc cellae ejus, in qua prius conversatus fuerat, praeest.
CAPUT PRIMUM. ΚΕΦΑΛ. Α'. Περὶ τοῦ κλασθέντος μαγιδίου, καὶ διὰ προσευχῆς τοῦ ἁγίου σώου γεγονότος. Οὗτος τοίνυν ὁ πολὺς ἐν ἀρεταῖς διαλάμψας πατὴρ Βενέδικτος, ὡς ἤδη καταλείψας τὴν τοῦ βίου ματαιότητα, ἐπιθυμίαν θεάρεστον εἰσδέχεται τῇ ψυχῇ οἰκῆσαι τὴν ἔρημον· ἡ δὲ τούτου τροφὸς ἥτις αὒτὸν θερμῶς ἠγάπα, μόνη τῷ ἱερῷ τούτῷ ἠκολούθησε νεανίᾳ. Ὁπόταν δὲ τὸν τόπον κατέλαβον, τὸν ἐπιχωρίως ὀνομαζόμενον Ἐνφεῖδε, πολλοὶ εὐλαβέστατοι ἄνδρες, τῇ πρὸς αὐτὸν πνευματικῇ ἀγάπῃ ἑλκόμενοι, ἐκεῖσε παραγενόμενοι, ἐν τῷ τοῦ ἁγίου Πέτρου ναῷ σὺν αὐτῷ διέτριβον· ἡ προλεχθεῖσα τοῦ ἀοιδίμου τούτου πατρὸς Βενεδίκτου τροφὸς ἐπὶ τὸ καθαρίσαι σῖτον ἐκ τῶν πόῥῤωθεν οἰκουσῶν γυναικῶν, ἐν χρήσει μαγίδιν [μαγίδιον] ᾐτήσατο· ὅπερ λαβοῦσα, ἐπάνω τῆς τραπέζης ἁπλῶς καὶ ὡς ἔτυχεν ἔθετο. Ὑπὸ τοῦ μισοκάλου οὖν δαίμονος ῥιφὲν ἐκλάσθη, καὶ εἰς μέρη δύο εὑρέθη διαχωρισθέν. Ὑποστρέψασα οὖν ἡ τοῦ ἁγίου τροφὸς, καὶ εὑροῦσα τὸ αὐτὸ μαγίδιν εἰς δύο διαιρεθὲν μέρη, σφοδροτάτως ἤρξατο κλαίειν, ὅτι τὸ ἐν χρήσει ληφθὲν παρ' αὐτῆς σκεῦος κεκλασμένον ἑώρα. Βενέδικτος δὲ ὁ σπουδαιότατος καὶ Θεοῦ θεράπων, ἡνίκα τὴν ἑαυτοῦ τροφὸν κλαίουσαν ἐθεάσατο, τῷ πόνῳ καὶ τοῖς δάκρυσιν αὐτῆς συμπαθήσας, λαβὼν μεθ' ἑαυτοῦ τὰ ἀμφότερα τοῦ κεκλασμένου μαγιδίου μέρη, ἑαυτὸν μετὰ δακρύων ἐν τῇ πρὸς Θεὸν δεήσει ὑπέστρωσεν. Ὅστις ἀπὸ τῆς εὐχῆς ἀναστὰς, πλησίον ἑαυτοῦ τὸ σκεῦος κείμενον, ἀκέραιον εὗρεν, ὥστε μηδὲ ἴχνος ἐν αὐτῷ τοῦ κλάσματος εὑρεθῆναι· εὐθέως δὲ τὴν τροφὸν αὐτοῦ παρακλητικοῖς τε καὶ παραινετικοῖς λόγοις ἐπαλείψας, τοῦ μὴ ἀθυμεῖν ἐν ταῖς συμβαινούσαις συμφοραῖς, ἀκέραιον αὐτῇ τὸ μαγίδιν ἀποδέδωκεν, ὅπερ κεκλασμένον ἦν λαβὼν. Τοῦτο τὸ ἐξαίσιον θαῦμα ἐν τῷ αὐτῷ τόπῳ πᾶσιν ἐγένετο γνώριμον· ὥστε οἱ τοῦ τόπου ἐκείνου οἰκήτορες ἐν τῇ εἰσόδῳ τῆς αὐτόθι ἐκκλησίας τὸ ῥηθὲν μαγίδιν ἐκρέμασαν, πρὸς τὸ θεαθῆναι ὑπὸ πάντων τῶν εἰσιόντων καὶ ἐξιόντων ἐς δόξαν μὲν Θεοῦ, ἔπαινον δὲ τοῦ γνησίου αὐτοῦ δούλου Βενεδίκτου, καὶ τοῦ γνωσθῆναι πᾶσι τὴν ἐν αὐτῷ οἰκοῦσαν ἐκ νεαρᾶς ἡλικίας θείαν χάριν. Ὅπερ σκεῦος πολλοῖς ἔτεσιν ἐν αὐτῇ τῇ εἰσόδῳ τοῦ σεβασμίου ναοῦ κρεμάμενον διήρκεσεν· ὥστε καὶ μέχρι τῆς τῶν Λογγοβάρδων ἐλεύσεως ὑπὸ πάντων ἐθεωρεῖτο. Ἀλλ' ὁ φιλόθεός τε καὶ μισόδοξος Βενέδικτος, πλειὸνως τοῖς σωματικοῖς ἑαυτὸν ἐπεδίδου κόποις, βέλτιον εἶναι λογισάμενος τούτοις ἐντρυφᾷν, ἤπερ τοῖς ἀνθρωπίνοις ἐπαίνοις ἐπαίρεσθαι. Εἶτα τὴν ἰδίαν λάθρα καταλιπὼν τροφὸν, ἐν τοῖς τῆς ἐρημίας τόποις σχολάζειν ᾑρετίσατο· καὶ καταλαβὼν [ F. κατέλαβεν] τόπον τινὰ, ὃν ἐπιχωρίως ὀνομάζουσιΛάκκον, ὃς ἀπὸ τεσσαράκοντα μιλίων τῆς τῶν Ῥωμαίων διάκειται πόλεως, ἐν ᾧ πληθὺς ὑδάτων ἀναβλύζειν εἴωθεν, ἐξ οὗπερ λάκκου ἡ τῶν ὑδάτων πληθὺς εἰς διεξόδους ῥυάκων ἀποφέρεται. Ἐν δὲ τῷ πορεύεσθαι τὸν τοῦ Θεοῦ ἄνθρωπον, μοναχός τις, Ῥωμανὸς τῷ ὀνόματι τοῦτον πορευόμενον θεασάμενος, καὶ ἐν ᾧ τόπῳ ἀπείη καταμαθὼν, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐγνωκὼς, τὸ μὲν μυστήριον ἐν αὐτῷ ἐφύλαξε, βοήθειαν δὲ καὶ συνδρομὴν παρέσχεν αὐτῷ, ἐν οἷς ἂν ἡ χρεία ἀπῄτει. Ἀμφιάσας αὐτὸν καὶ τὸ τῶν μοναχῶν ἅγιον σχῆμα, καὶ κατὰ τὸ δυνατὸν διηκόνει αὐτῷ ἐν ταῖς σωματικαῖς χρείαις. Ὁ δὲ θεόφρων οὗτος ἀνὴρ, ἐν τῷ αὐτῷ τόπῳ ἐν στενοτάτῳ σπηλαίῳ ἑαυτὸν καθεῖρξε, καὶ ἐν τρισὶ χρόνοις, πλὴν Ῥωμανοῦ τοῦ μοναχοῦ, τοῖς ἀνθρώποις ἄγνωστος παντελῶς ὑπῆρχεν· ὅστις Ῥωμανὸς, οὐ μήκοθεν ἐν μοναστηρίῳ ὑπὸ τὸν τοῦ Ἀδεωδάτου πατρὸς κανόνα διῆγεν. Ἀλλ' εὐσεβῶς ὁ αὐτὸς τοῦ οἰκείου ἀββᾶ τὴν ὄψιν ὑπέκλεπτε, τῇ ὤρᾳ τῆς ἑστιάσεως, καὶ διὰ ῥητῶν τινων ἡμερῶν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ Βενεδίκτῳ ἄρτον ἐκόμιζεν· ἐκ δὲ τοῦ μοναστηρίου Ῥωμανοῦ ὁδὸς οὐχ' ὑπῆρχε φέρουσα ἐν τῷ τοῦ ὁσίου σπηλαίῳ, διότι ὑψηλότατος ὑπὲρ ἄνωθεν κρημνὸς ὑπῆρχεν, ἀλλ' ἐκ τοῦ αὐτοῦ κρημνοῦ ἐν μακροτάτῳ σχοινίῳ ὁ Ῥωμανὸς κατάγειν αὐτῷ τὸν ἄρτον εἴθιστο. Ἐν ᾧ σχοινίῳ σεμνὸν κώδωνα ἔθετο, δι' αὐτοῦ σημαίνων τῷ ἁγίῳ τὴν αὐτοῦ παρουσίαν καὶ τὴν τοῦ ἄρτου ἐπαροχήν. Ἀλλ' ὁ τῶν εὐσεβῶν ἐχθρὸς καὶ τῆς ἀρετῆς ἐπίβουλός τε καὶ βάσκανος δαίμων, τῷ μὲν Ῥωμανῷ διὰ τὴν τῆς ἀγάπης συμπαθῆ φιλοφροσύνην ἀντέκειτο, Βενεδίκτῳ δὲ τῷ σεβασμίῳ ἐφθόνει, διὰ τὴν τῆς χρείας ἔνδειαν, καὶ πρὸς Θεὸν εὐχάριστον γνώμην. Βουλόμενος οὖν ταύτην ἀμβλῦναι, καὶ εἰς ῥᾳθυμίαν αὐτὸν ἀγαγεῖν, ἐν μιᾷ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τὸ συνῆθες ὁ Ῥωμανὸς τὸν ἄρτον διὰ τοῦ εἰρημένου σχοινίου τῷ ὁσίῳ ἐπεδίδου, ὁ τῶν ψυχῶν ἡμῶν ἐχθρὸς, ῥίψας λίθον τὸν κώδωνα συνέτριψεν. Ὁ τιμιώτατος δὲ Ῥωμανὸς ταῖς πρεπούσαις κατὰ Θεὸν ἐπινοίαις, οὐκ ἀπέστη τῆς θεαρέστου ἐκείνης διακονίας. Ὅτε δὲ ηὐδόκησεν ὁ παντοδύναμος Θεὸς τὸν μὲν Ῥωμανὸν τοῦ κόπου τῆς θεοφίλου ἐκείνης ὑπηρεσίας καταπαῦσαι, τὴν δὲ τοῦ μακαρίου πατρὸς Βενεδίκτου πολιτείαν εἰς πολλῶν ὠφέλειαν ἐπιδεῖξαι, μὴ συγχωρήσας ἐπὶ πολὺ τῷ μοδίῳ κρύπτεσθαι τὴν ἐξ αὐτοῦ ἀπαστράπτουσαν τῶν θαυμάτων, θείαν χάριν, τοῦτον ὑπεράνω τῆς λυχνίας ἔθετο, ὄπως λάμψῃ πᾶσι τοῖς οὗσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Πρεσβυτέρῳ γάρ τινι μήκοθεν διάγοντι τοῦ σπηλαίου, ἐν ᾧ ὁ ἀοίδιμος ἡσύχαζε Βενέδικτος, ἑτοιμασίαν ἑαυτῷ δαψιλῶν βρωμάτων πεποιηκότι, ἐν τῇ τοῦ ἁγίου πάσχα ἑορτῇ, δι' ὀπτασίας ὁ κύριος ὀφθῆναι κατηξίωσε, λέγων· « Ἰδοὺ σὺ, πρεσβύτερε, ἐδεσμάτων πολυτέλειαν ἑαυτῷ ἑτοιμάζεις, ὁ δέ δοῦλός μου Βενέδικτος ὑπ' ἐκείνῳ τῷ σπηλαίῳ διὰ τὴν πρὸς ἐμὲ ἀγάπην λιμῷ συνέχεται. » Ὅστις παρευθὺ ἀναστὰς ἐν αὐτῇ τῇ ἑορτῇ τοῦ ἁγίου πάσχα, μεθ' ὧνπερ ἑαυτῷ ἧν πεποιηκὼς ἐδεσμάτων, ἐν τῷ σπηλαίῳ ἐπορεύθη, καὶ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐν τοῖς τῶν ὀρέων κρημνοῖς, ἐν ταῖς διορυγαῖς τῶν κοιλάδων, ἐν ταῖς ὀπαῖς τῆς γῆς γῆς ἐζήτει, ὃν ἐν τῷ σπηλαίῳ εὑρὼν ἠσπάσατο. Γενομένης δὲ εὐχῆς παρ, ἀμφοτέρων, εὐλογήσαντες τόν Θεὸν ἐκάθισαν, θείοις λόγοις τὰς ἑαυτῶν ἐκτρέφοντες ψυχάς. Ἀναστὰς οὖν ὁ πρεσβύτερος παρεκάλει τὸν ἄγιον, λέγων· « Δεῦρο, πάτερ, μεταλάβωμεν τροφῆς, ὅτι σήμερον πάσχα ἐστί. » Πρὸς ὃν ἀποκριθεὶς ὁ ἄνθρωπος τοῦ Θεοῦ, εἶπεν· « Οἷδα ὅτι πάσχα ἐστὶν, ὅτι θεωρῆσαί σε ἠξιώθην. » Ἠγνόει γὰρ ὁ ὄσιος, ὅτι ἀληθῶς τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Κριστοῦ ἡ ἑορτὴ ὑπῆρχεν. Ὁ δὲ εὐλαβέστατος πφεσβύτερος πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον εἴπεν· « Ἐπ' ἀληθείας, πάτερ, σήμερον τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν ἡ ἡμέρα ἐστὶ, καὶ νηστεύειν σε οὐδαμῶς ἁρμόζει. Καὶ γὰρ ἐγὼ ἐπὶ τούτῳ πρὸς σὲ ὑπὸ τοῦ Θεοῦ ἐστάλην ὅπως τῶν δωρεῶν αὐτοῦ ἀμφότεροι μεταλάβωμεν· « Εὐχαριστήσαντες οὖν τῷ Θεῷ, μετέσχον ἑκατεροι τροφῆς. Τελεσθείσης δὲ τῆς πνευματικῆς εὐφρασίας, καὶ τῆς τῶν γραφῶν ἐπωφελοῦς διαλέξεως, ἀσπασαμενος αὐτὸν ὁ πρεσβύτερος, ἀνεχώρησε, δοξάζων τὸν Θεὸν ἐπὶ τῇ τοῦ δικαίου ἀκτημοσύνῃ.
Ἐν αὐτῶisubgr; οὗν τῷ καιρῷ βοσκοί τινες τοῦτον ἐν τῷ σπηλαίῳ κρυπτόμενον ἑωρακότες, ἀμφιάσμασι δερματίνοις ἐνδεδυμένον, ἐδόκουν θηριον τι βλέπειν, καταλαβόμενοι δὲ αὐτὸν Θεοῦ δοῦλον ὑπαρχειν, τὴν ἑαυτῶν θηριώδη γνώμην ἀποβαλόντες. εἰς συμπάθειαν μετετράπησαν. Διέθεεν οὖν ἡ περὶ αὐτοῦ ἔνθεος φήμη ἐν τοῖς γειτνιάζουσι τόποις. Ὡς ἐκ τούτου λοιπὸν πλεῖστοι παρέβαλον πρὸς αὐτὸν τὰς τοῦ σώματος χρείας ἐπιφερόμενοι· ὁ δὲ ὅσιος πατὴρ τοῖς πνευματικοῖς τούτους μαλλον διέτρεφε διδάγμασιν.
CAPUT PRIMUM. De capisterii fracti reparatione Hic itaque cum jam relictis litterarum studiis petere deserta decrevisset, nutrix quae hunc arctius amabat, sola secuta est. Cumque ad locum venisset qui Enfide dicitur, multisque honestioribus viris charitate se illic detinentibus, in beati Petri apostoli ecclesia demorarentur, praedicta nutrix illius ad purgandum triticum a vicinis mulieribus praestari sibi capisterium petiit, quod super mensam incaute de relictum, casu accidente fractum est, sic ut in duabus partibus inveniretur divisum. Quod mox rediens nutrix illius, ut ita invenit, vehementissime flere coepit, quia vas quod praestitum acceperat, fractum vi debat. Benedictus autem religiosus et pius puer cum nutricem suam flere conspiceret, ejus dolori compassus, ablatis secum utrisque fracti capisterii partibus, sese cum lacrymis in orationem dedit: qui ab oratione surgens, ita juxta se vas sanum reperit ut in eo inveniri fracturae nulla vestigia potuissent Mox autem nutricem suam blande consolatus, et sanum capisterium reddidit, quod fractum tulerat Quae res in eodem loco a cunctis est agnita, atque in tanta admiratione habita, ut hoc ipsum capisterium ejus loci incolae in ecclesiae ingressu suspenderent: quatenus praesentes et secuturi omnes agnoscerent, Benedictus puer conversationis gratiam a quanta perfectione coepisset, quod annis multis illic ante omnium oculos fuit, et usque ad haec Langobardorum tempora super fores ecclesiae pependit. Sed Benedictus plus appetens mala mundi perpeti quam laudes, et plus pro Deo laboribus fatigari quam vitae hujus favoribus extolli, nutricem suam occulte fugiens, deserti loci secessum petiit cui Sublacus vocabulum est, qui ab Romana urbe quadraginta fere millibus distans, frigidas atque perspicuas emanat aquas. Quae illic videlicet aquarum abundantia in extenso prius lacu colligitur, ad postremum vero in amnem derivatur. Quo dum fugiens pergeret, monachus quidam Romanus nomine, hunc euntem reperit, quo tenderet requisivit. Cujus cum desiderium cognovisset, et secretum tenuit, et adjutorium impendit, eique sanctae conversationis habitum tradidit, et in quantum licuit, ministravit. Vir autem Dei ad eumdem locum perveniens, in arctissimum specum se tradidit, et tribus annis, excepto Romano monacho, hominibus incognitus mansit: qui videlicet Romanus non longe in monasterio sub Adeodati patris regula degebat. Sed pie ejusdem Patris sui oculis furabatur horas, et quem sibi ad manducandum subripere poterat, diebus certis Benedicto panem ferebat. Ad eumdem vero specum a Romani cella iter non erat, quia excelsa desuper rupes eminebat; sed ex eadem rupe in longissimo fune religatum Romanus deponere panem consueverat; in qua etiam resti parvum tintinnabulum inseruit, ut ad sonum tintinnabuli vir Dei cognosceret quando sibi Romanus panem praeberet, quem exiens acciperet. Sed antiquus hostis unius charitati invidens, et alterius refectioni, cum quadam die submitti panem conspiceret, jactavit lapidem, et tintinnabulum fregit. Romanus tamen modis congruentibus ministrare non desiit. Cum vero jam Deus omnipotens et Romanum vellet a labore quiescere, et Benedicti vitam in exemplum hominibus demonstrare, ut posita supra candelabrum lucerna claresceret, quatenus omnibus qui in domo Dei sunt luceret, cuidam presbytero longius manenti, qui refectionem sibi in Paschali festivitate paraverat, per visum Dominus apparere dignatus est, dicens: Tu tibi delicias praeparas, et servus meus illo in loco fame cruciatur. Qui protinus surrexit, atque in ipsa solemnitate Paschali cum alimentis quae sibi paraverat, ad locum tetendit, et virum Dei per abrupta montium, per concava vallium, per defossa terrarum quaesivit, eumque latere in specu reperit. Cumque oratione facta, benedicentes Dominum omnipotentem consedissent, post dulcia vitae colloquia, is qui advenerat presbyter dixit: Surge, sumamus cibum, quia hodie Pascha est. Cui vir Dei respondit, dicens: Scio quia Pascha est, quia videre te merui. Longe quippe ab hominibus positus, quia die eodem Paschalis solemnitas esset ignorabat. Venerabilis autem presbyter rursus asseruit, dicens: Veraciter hodie Resurrectionis Dominicae Paschalis dies est; abstinere tibi minime congruit, quia et ego ad hoc missus sum, ut omnipotentis dona Dei pariter sumamus. Benedicentes igitur Dominum sumpserunt cibum. Expleta itaque refectione et colloquio, ad ecclesiam presbyter recessit.
Eodem quoque tempore hunc in specu latitantem etiam pastores invenerunt: quem dum vestitum pellibus inter fruteta cernerent, aliquam bestiam esse crediderunt: sed cognoscentes Dei famulum, eorum multi ad pietatis gratiam a bestiali mente mutati sunt. Nomen itaque ejus per vicina loca innotuit cunctis: factumque est ut ex illo jam tempore a multis frequentari coepisset, qui cum ei cibum afferrent corporis, ab ejus ore in suo pectore alimenta referebant vitae.
CAPUT II. ΚΕΦΑΛ. Β' Περὶ τοῦ ἐπαναστάντος αὐτῷ σαρκικοῦ πολεμίου. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἡσυχάζοντι τῷ ἁγίῳ, ἰδοὺ ὁ πειραστὴς παραγέγονεν, ἐν σχήματι ὀρνέου μέλανος, ὅπερ ἐπιχωρίως κόσσυφον προσαγορεύουσι, καὶ τῷ ἡγιασμένῳ αὐτοῦ προσώπῳ περιίπτασθαι ἤρξατο ἀναιδῶς, ὤστε δύνασθαι ταῖς χερσὶ κρατηθῆναι, εἰ ὅλως τοῦτο ὁ ἅγιος ἤθελεν. Ὁ δέ θεοφόρος οὗτος ἀνὴρ τὴν τοῦ ἐχθροῦ ἐνέδραν κατανοήσας, τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ ἑαυτὸν καθοπλίσας, τὸν ἐν σχήματι ὀρνέου φανέντα αὐτῷ δαίμονα ἄφαντον πεποίηκε. Τοσοῦτος δὲ πειρασμὸς τῆς σαρκὸς ἐπετέθη τῷ ἁγίῳ ματὰ τὴν ζοφοειδοῦς ὁρνέου ἀναχώρησιν, οἷος οὐ πώποτε τῷ ὁσίῳ ἐγεγόνει· γυναῖκα γάρ τινα ἤν ποτε ἑωρακὼς ἦν ἐν τῷ κοιρῷ τῆς νεότητος αὐτοῦ ὁ ἀπαθὴς οὗτος καὶ τίμιος ἀνὴρ, ταύτην ὁ τῆς πορνείας δαιμων σχηματίσας, τοῖς τοῦ δικαίου παρεστήσατο νοητοῖς ὀφθαλμοῖς· τοσαύτην δέ τῆς σαρκὸς πύρωσιν ἐν αὐτῷ ἀντικείμενος ἀνῆψεν, ὥ στε παρὰ βραχὺ σαλευθῆναι αὐτὸν ἀπὸ τῆς ψυχικῆς ἀκηδίας, καὶ ἐπὶ τὸν κόσμον παλινδρομῆσαι· ἀλλ' ἠ τοῦ Θεοῦ σωτήριος χάρις τοῦτον ἐνισχύσασα, νικητἠν κατὰ τῶν παθῶν ἀνέδειξε. Τῷ γὰρ βελτιονι καὶ σώφρονι λογισμῷ ἑαυτὸν ῥυθμίσας, τῆς τοῦ ἐχθροῦ πανουργίας περιεφρούρησεν. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ, κνιδῶν τε καὶ ἀκανθῶν πλῆθος σύνέγγυς θεασάμενος, καὶ ἀπεκδυσάμενος τὸ ἱράτιον, γυμνὸν ἑαυτὸν ἐν τοῖς τῶν κνιδῶν καὶ ἀκανθῶν ὀξυτάτοις κέντροις ἔῤῥιψε, καὶ ἐπὶ πολλαῖς ὥραις ἐν αὐτοῖς κυλισθεὶς ἐγκαρτερῶν, καὶ ἅπαν τὸ ἑαυτοῦ σῶμα αἵμασι περιῤῥεόμενον βλέπων, γενναίως ὑπενέγκας τὰς τούτων ἀλγηδόνας, λυτρωθείς τε τοῦ τοιούτου θανατηφόρου λογισμοῦ, τῷ Θεῷ μεγάλῳ διέμενεν εὐχαριστῶν· καὶ ἀπὸ τότε λοιπὸν, ἐν παντὶ τῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ, ὁ ἐν σχήματι γυναίου φανεὶς αὐτῷ δαίμων τῆς πορνείας, οὐδαμῶς τούτῳ παρενοχλῆσαι ἐτόλμησς, καθὼε, αὐτὸς ὁ ἐν πειρασμοῖς ἀήττητος πατὴρ τοῖς ἑαυτοῦ μετέπειτα διηγήσατο μαθηταῖς. Πολλοὶ οὖν τὰ τοῦ κόσμου τερπνὰ καταλείψαντες πρὸς αὐτὸν παρέβαλον, οἰκοδομῆς χάριν πνευματικῆς, καὶ ἐδιδάσκοντο παρ' αὐτοῦ ἀνδρεὶως ταῖς τῆς πονηρίας ποικίλαις δυνάμεσιν ἀντιτάττεσθαι. Ὅθεν διὸ Μωϋσέως κελευόμεθα, τοὺς Λεβίτας ἀπὸ πέμπτου καὶ εἰκοστοῦ τῆς οἰκείας ἡλικίας χρόνου, πρὸς τὴν ὑπηρεσίαν ἐγχειρίζεσθαι, ἀπὸ δέ πεντηκοστοῦ χρόνου, φυλακας τούτους τῶν σκευῶν εἷναι.
ΠΕΤΡ. Ἐκ τῆς νυνὶ λεχθείσης μοι μαρτυρίας, θαυμαστή τις ἐπίγνωσίς μοι διαλάμπει, ἀλλὰ δυσωπῶ τοῦτό μοι σαφῶς ἑρμηνεῦσαι.
ΓΡΗΓΟΡ. Δῆλον, Πέτρε, πᾶσι καθέστηκεν, ὡς ἐν τῇ νεότητι τῆς σαρκὸς ἡ τοῦ σώματος πύρωσις, καὶ ὁ βρασμὸς τῶν παθῶν τοῖς ἀνθρώποις ἐνοχλεῖν εἴωθεν· ἀπὸ δὲ χρόνου πεντηκοστοῦ ἡ φυσικῶς προσοῦσα τῷ σώματι θέρμε συστέλλεται. Σκεύη δὲ ἱερὰ καὶ τῷ Θεῷ ἀνακείμενά εἰσι τῶν πιστῶν τὰ νοήματα. Οἱ δὲ ἐκλεκτοὶ, ἐφ' ὅσον ἐν τῷ τῶν παθῶν κλύδωνι χειμάζονται, ὑπηρεσίαις καὶ κόποις σωματικοῖς ἀναγκαῖον αὐτούς ἐστι διαμεῖναι. Ἡνίκα δὲ παλαιωθεῖσα τῶν παθῶν ἡ νεότης, καὶ εἰς τὸν γαλήνης λιμένα καταντήσῃ, καὶ ἡ τοῦ σώματος ἀποδράσῃ θέρμη, τότε φύλακες τῶν σκευῶν καθίστανται, διότι ψυχῶν διδύσκαλοι γίνονται.
ΠΕΤΡ. Ὁμολογῶ καὶ ἀρέσκομαι ἐπὶ τοῖς λεχθεῖσιν, ἀλλ' αἰτῶ, ἵνα τῆς προτεθείσης μαρτυρίας τὸ δυσερμήνευτον φανερώσῃς, καὶ περὶ τῆς ζωῆς τοῦ δικαίου τούτου, καὶ τῆς ἐνάρξεως τῆς αὐτοῦ πολιτείας τὴν διήγησιν ἡμῖν ποιήσασθαι.
CAPUT II. De tentatione carnis superata. Quadam vero die dum solus esset, tentator adfuit. Nam nigra parvaque avis, quae vulgo merula nominatur, circa ejus faciem volitare coepit, ejusque vultui importune insistere, ita ut manu capi posset, si hanc vir sanctus tenere voluisset: sed signo crucis edito recessit avis. Tanta autem carnis tentatio ave eadem recedente secuta est, quantam vir sanctus nunquam fuerat expertus. Quamdam namque aliquando feminam viderat, quam malignus spiritus ante ejus mentis oculos reduxit: tantoque igne servi Dei animum in specie illius accendit, ut se in ejus pectore amoris flamma vix caperet, et jam etiam pene deserere eremum voluptate victus deliberaret. Cum subito superna gratia respectus ad semetipsum reversus est, atque urticarum et veprium juxta densa succrescere fruteta conspiciens, exutus indumento nudum se in illis spinarum aculeis et urticarum incendiis projecit: ibique diu volutatus, toto ex eis corpore vulneratus exiit, et per cutis vulnera eduxit a corpore vulnus mentis; quia voluptatem traxit in dolorem. Cumque bene poenaliter foris arderet, exstinxit quod intus illicite ardebat. Vicit itaque peccatum, quia mutavit incendium. Ex quo videlicet tempore, sicut post discipulis ipse perhibebat, ita in eo est tentatio voluptatis edomita, ut tale aliquid in se minime sentiret. Coeperunt postmodum multi jam mundum relinquere, atque ad ejus magisterium festinare. Liber quippe a tentationis vitio, jure jam factus est virtutum magister. Unde et per Moysen praecipitur (Num. VIII, 24 seq.), ut levitae a viginti quinque annis et supra ministrare debeant: ab anno vero quinquagesimo custodes vasorum fiant.
Petrus. Jam quidem prolati testimonii mihi aliquantum intellectus interlucet: sed tamen hoc plenius exponi postulo.
Gregorius. Liquet, Petre, quod in juventute carnis tentatio ferveat, ab anno autem quinquagesimo calor corporis frigescat: vasa autem sacra sunt fidelium mentes. Electi ergo cum adhuc in tentatione sunt, subesse eos ac servire necesse est, et obsequiis laboribusque fatigari: cum vero jam mentis aetate tranquilla calor recesserit tentationis, custodes vasorum sunt, quia doctores animarum fiunt.
Petr. Fateor, placet quod dicis: sed quia prolati testimonii claustra reserasti, quaeso ut de vita justi debeas ea quae sunt inchoata, percurrere.
CAPUT III. ΚΕΦΑΛ Γ'. Περὶ τοῦ προσενεχθέντος αὐτῷ φαρμάκου ἐν ποτηρίῳ ὑελίνῳ.
ΓΠΗΓΟΡ. Ἐκποδὼν ἤδη γεγονότος ἀπὸ τοῦ ἁγίου τοῦ ῥηθέντος πειρασμοῦ, ὡς ἐξ ἀκανθῶν λυτρωθεὶς ὁ τοῦ Θεοῦ ἄνθρωπος, οὔτω διέμεινεν ἀταράχῳ λογισμῳ καὶ λοιπὸν ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος χάριτος καλλιεργηθείσης αὐτοῦ τῆς καρδίας, εὐφορώτερον διδασκαλίας τὸν καρπὸν ἀπεδίδου, ὡς ἐκ τούτου ἐξάκουστον γενέσθαι πᾶσι τὴν περὶ αὐτοῦ ἀξιοθαύμαστον φήμην. Ἦν δὲ μοναστήριον οὐ μακρὰν τοῦ σπηλαίου τοῦ ἐν ἁγίοις πατρὸς Βενεδίκτου, ἐν ᾧ ὁ τῆς ἐκεῖσε συνοδίας ἐτελεύτησε προεστώς. Πάντες οὖν οἱ ἐκεῖσε ὄντες ἀδελφοὶ, ὁμοθυμαδὸν πρὸς τὸν μακάριον παραγενόμενοι, ἐλιπάρουν αὐτὸν, ὅπως γένηται αὐτοῖς πρὸς Θεὸν ὁδηγὸς καὶ ποιμήν. Ὁ δὲ τὴν ἐκπαιδόθεν συνακμάσασαν αὐτῷ θεομίμητον ταπείνωσιν καταλεῖψαι μὴ ἀνασχόμενος, τὴν τοιαύτην αὐτῶν παράκλησιν ἀπεσείσατο, ἁμαρτωλὸν ἑαυτὸν λέγων καὶ ἀνάξιον, ἐπαγαγὼν καὶ τοῦτο· « Ὅτι τὰ ἐμὰ ἤθη οὐ συμφωνοῦσι τοῖς ἤθεσιν ὑμῶν. » Νικηθεὶς δὴ ὑπὸ τῆς συμπαθοῦς φιλαδελφίας, μόλις τῇ τούτων εἶξε παρακλήσει. Ἐν δὲ τῷ τὸν μακάριον ἐν τῇ αὐτῇ μονῇ ἐπαγρύπνως φυλάττειν τὴν τοῦ μοναστηρίου κατάστασιν, καὶ μὴ συγχωρεῖν αὐτοῖς τοῖς οἰκείοις θελήμασι φέρεσθαι, ὡς ἐθεάσαντο τὴν τοῦ ὁσίου ἁγιότητά τε καὶ ἀκριβεστάτην ἄσκησιν μὴ συνᾴδουσαν τῇ ἑαυτῶν πονηρίᾳ, ἤρξαντο ἑαυτοῖς διαμάχεσθαι, καὶ μεταμελεῖσθαι, ὅτι τοιοῦτον ἑαυτοῖς ἀκριβέστατον καὶ ἀσκητικώτατον ἄνδρα ἡγούμενον ἐξῃτήσαντο· ἐκείνων μὲν οὖν ἡ στρεβλότης τῷ τοῦ μακαρίου διεμάχετο νόμῳ· τοῖς σκολιοῖς γὰρ ἤθεσι βδελυκτὴ ὑπάρχει ἡ τῶν δικαίων πολιτεία. Γνόντες οὖν οἱ στασιώδεις ἐκεῖνοι, ὅτι ἡ αὑτῶν φιλοτάραχος γνώμη κατὰ τὸ αὑτοῖς δοκοῦν οὐκ ἐτελέσθη, φάρμακόν τι θανάσιμον οἴνῳ συμμιξαντες, ἐν ποτηρίῳ τε ὑελίνῳ βαλόντες, ἀνακειμένῳ τῷ πατρὶ κατὰ τὸ σύνηθες ἐν τῇ τῆς ἑστιασέως ὥρᾳ, τὸ τοιοῦτον θατατηφόρον ποτὸν ἐπιδοῦναι τῷ ἁγίῳ ἐτόλμησαν· ὁ δὲ σημειοφόρος καὶ μέγας πατὴρ Βενέδικτος ἐκτείνας τὴν χεῖρα, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ πεποίηκε, καὶ παραυτίκα τὸ σκεῦος διαῤῥαγὲν πέπτωκεν ἐπὶ τῆς γῆς· οὕτω δὲ συνετρίβη, τῇ τοῦ τιμίου καὶ πανσέπτου σταυροῦ δυνάμει, ὡς νομίζειν τοὺς θεασαμένους λίθῳ τὸ ὀλέθριον ἐκεῖνο συνθλασθῆαι ποτήριον. Ἔγνω οὖν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὅτι τὸ ποτὸν θανάσιμον ἦν, ὅπερ ὑπενέγκαι οὐκ ἠδυνήθη πεποιηκότος τοῦ ἁγίου τὸ σημεῖον τῆς ζωῆς ἡμῶν. Εὐθέως οὖν ἀναστὰς ἱλαρῷ τῷ προσώπῳ καὶ γαληνῷ τῷ λογισμῷ, προσκαλεσάμενος τοὺς ἀδελφοὺς εἶπε πρὸς αὐτοὺς· « Ἐλεήσοι ὑμᾶς, τέκνα, ὁ παντοδύναμος Θεός· διὰ τί ἐν ἐμοὶ ποιῆσαι ταῦτα ἠθελήσατε; οὐχὶ πρώην εἶπον ὑμῖν, ὅτι οἱ ὑμέτεροι τρόποι τοῖς ἐμοῖς ἤθεσιν οὐ συνέρχονται; ἀπέλθετε, καὶ κατὰ τὰ ἤθη ὑμῶν πατέρα ἑαυτοῖς ἐκζητήσατε· ἐγὼ γὰρ μεθ' ὑμῶν εἶναι οὐ δύναμαι. » Τότε μετὰ πάσης προθυμίας ὁ ἅγιος τὸν τόπον κατέλαβεν ἔνθα τὸ πρὶν κατῴκει, τὴν ἀρχῆθεν αὐτοῦ φίλην ἡσυχίαν ἀσπαζόμενος, καὶ ὑπὸ τοῦ ἐν ὑψηλοῖς κατοικοῦντος καὶ τὰ ταπεινὰ ἐφορῶντος Θεοῦ μόνου φρουρούμενος, καὶ ἑαυτῷ προσέχων, κατῴκησε μεθ' ἑαυτοῦ.
ΠΕΤΡ. Ὀλίγον, θεόῤῥημον δέσποτα, ἀσαφὲς καθέστηκέ μοι τὸ εἰρημένον· τί γάρ ἐστι τὸ Κατῴκησε μέθ' ἑαυτοῦ;
ΓΡΗΓ. Ἐφ' ὅσον ὁ ἄγιος οὗτος ἀνὴρ τοὺς μεθ' ἑαυτοῦ ἀδελφοὺς ὁμοψύχους τε καὶ ἓν πνέοντας μὴ εὑρηκὼς, ἀλλὰ καὶ τῆς πολιτείας αὑτοῦ μακρὰν ὄντας, καὶ μὴ βιαζομένους ἑαυτοὺς ἐν τῇ τοῦ Χριστοῦ ταπεινῇ ὁδῷ βαδίζειν, πολλάκις δὲ τῆς οὀκείας ἀμελήσαντας σωτηρίας αὐτοὺς ὁρῶν, λίαν ἐσπλαγχνίζετο ἐπ' αὐτοὺς, καὶ ὑφ' ἑαυτὸν σκέπειν τε καὶ ποιμαίνειν ἔσπευδεν· ἡνίκα δὴ καθ' ἑκάστην ὑπὲρ τῆς ἐκείνων διορθώσεως ἐκοπία, ἑώρα δὲ ἑαυτὸν τῆς πρὸς Θεὸν ἀναβάσεως ἐλαττούμενον, πλεονάκις ἑαυτὸν κατελίμπανεν, ἐκείνους δὲ οὐχ' ηὕρισκεν: ἐπεὶ ποσάκις διὰ κινήσεως λογισμῶν ἀπρεπῶν, ἔξωθεν ἡμῶν· ἑαυτῶν ἀπαγόμεθα, καὶ ἡμεῖς μὲν ἐσμεν, μεθ' ἑαυτῶν δὲ οὐκ ἐσμέν· τὰ γὰρ καθ' ἑαυτοὺς μὴ σκοποῦντες, εἰς ἕτερα περιφερόμεθα . Καὶ γὰρ ἐκεῖνον ἔξω ἑαυτοῦ εἶναι λέγομεν, τὸν εἰς χώραν μακρὰν βαδίσαντα, καὶ τῆς οἰκείας οὐσίας τὸ μέρος καταφαγόντα, καὶ ἑνὶ τῶν ἐκεῖσε πολιτῶν προσκολληθέντα, χοίρους τε βοσκήσαντα, οὓς ἑώρα κεράτια ἐσθίοντας, ἑαυτὸν δὲ λιμῷ τηκόμενον· ὅστις ἤρξατο ἐν ἐαυτohtigr;ι διαλογίζεσθαι περὶ τῶν ἀγαθῶν, ὧνπερ ἀπώλεσε. Γέγραπται γὰρ περὶ αὐτοῦ, ὅτι « εἰς ἑαυτὸν ἐλθὼν, εἶπε, πόσοι μίσθιοι ἐν τῷ οἴκῳ τοῦ πατρός μου περισσεύουσιν ἄρτων; » Εἰ τοίνυν μεθ' ἑαυτὸν [melius ἑαυτοῦ] ἦν, πῶς εἰς ἑαυτὸν ἐπανῆκεν ; τοῦτον γοῦν τὸν τῆς εὐλογίας φερώνυμον πατέρα μεθ' ἑαυτοῦ κατοικεῖν εἶπον, ὅτι ἐπαγρύπνῳ φυλακῇ ἑαυτὸν διαπαντὸς περιεσκόπει, τῷ τοῦ κτίστου ἀκοιμήτῳ ὀφθαλμῷ ἑκάστοτε ἑαυτὸν θεώμενον ἐπιστάμενος· καὶ τὰ οἰκεῖα ἑαυτοῦ ἐξετάζοντα κατὰ τὸν θεοπάτορα Δαυῒδ προφήτην, τὸν λέγοντα· « Προορώμην τὸν κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. »
ΠΕΤΡ. Πῶς οὖν περὶ τοῦ μακαρίου Πέτρου γέγραπται τοῦ Ἀποστόλου, ὅτι ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦ ἀγγέλου ἐξεβλήθη; ὅτι ἐν ἑαυτῷ γενόμενος, εἶπε· « Νῦν οἶδα ἀληθῶς, ὅτι ἐξαπέστειλε κύριος τὸν ἄγγελον αὑτοῦ, καὶ ἐρύσατο με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. »
ΓΡΗΓ. Δυσὶ τρόποις, Πέτρε, ἔξω ἡμῶν ἑαυτῶν ἀπαγόμεθα, ἢ διὰ τῶν ἐπισφαλῶν τε καὶ μοχθηρῶν διαλογισμῶν ὑφ' ἑαυτῶν συμπίπτομεν, ἢ δι' ἐπισκοπῆς τῆς θείας χάριτος ὑπὲρ ἄνω ἑαυτῶν ἀνιστάμεθα. Ἐκεῖνος γοῦν ὁ τοὺς χώρους βοσκήσας, διὰ τῆς τοῦ οἰκείου νοὸς ἀμελείας τε καὶ ἀκαθαρσίας, ὑφ' ἑαυτὸν ὑποπέπτωκεν· οὗτος δὲ ὁ ὑπὸ τοῦ ἀγγέλου λυθεὶς, καὶ ἐκ τῆς φυλακῆς ἐξελθὼν, τοῖς νοεροῖς ὑπ' αὐτοῦ φωτισθεὶς ὀφθαλμοῖς ἡρπάγη ἐν ἐκστάσει, καὶ οὐκ ἔξω ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἄνω ἑαυτοῦ γέγονεν. Οἱ ἀμφότεροι τοίνυν εἰς ἑαυτοὺς ἐπανῆλθον· ἐκεὶνος μὲν ἐκ τῆς τῶν πονηρῶν ἔργων πλάνης ἀναστήσας, ἐν τῇ οἰκείᾳ καρδίᾳ συνήγαγεν ἑαυτόν· οὗτος δἐ. διὰ τῆς τοῦ ἀγγέλου ὀπτασίας ἐν ἐκστάσει γενὸμενος εἰς τοῦτο ἐπανῆλθεν, εἰς ὅπερ τῇ ἐπιγνάσει τῆς φυσικῆς κοινωνίας τὸ πρότερον ὑπῆρχεν. Ὁ οὖν προωρισμένος ὑπὸ Θεοῦ πατὴρ Βενέδικτος ἐν τῇ τῶν ἠθῶν ἡσύχῳ καὶ μονοτρόπῳ σεμνότητι κατῴκησε μεθ' ἑαυτοῦ δηλαδὴ, ὅταν ἑαυτὸν ἐν τῇ τῶν λογισμῶν θεοπρεπεῖ κυβερνήσει διετήρησεν· ὁσάκις γὰρ τοῦτον τῆς ὀπτασίας τὸ μέγεθος εἰς ὕψος ἥρπασεν, ἑαυτὸν, τουτέστιν ὑφ' ἑαυτὸν κατέλιπεν.
ΗΕΤΡ. Ἠνέῳκταί μοι ὃ λέγεις, ἀλλ' αἰτῶ ἀποκριθῆναί μοι, τίνος χάριν τοὺς ἅπαξ αὐτῷ ἐμπιστευθέντας ἀδελφοὺς κατέλειψεν, ὧν τὴν φροντίδα ἀνεδέξατο.
ΓΡΗΓ. Καθὼς ἐγὼ, Πετρε, ὑπολαμβάνω, ἑνωθέντες ὁμοψύχως ἐκεῖ οἱ φρατριασταὶ ἐπὶ τῇ ἑαυτῶν λύμῃ, ὑπομονῆς πολλῆς δέον ἐστὶ πρὸς τὸ ὑποφέρειν τὴν τῶν κακῶν ἀντιλογίαν, μάλιστα ἐὰν μὴ προσγίνεταί τις παρηγορία, εἰ συμβῇ ἐν αὐτοῖς ὀλίγους εὑρεθῆναι ἀγαθούς. Ἐπεὶ ἔνθα παντάπασιν καρπὸς ἐκ τοῦ κόπου οὐκ ἔστιν ἐλπιζόμενος, ἀνόητος ἡ συνοίκησις ὅμως συμβαίνει γίνεσθαι ἀγώνων τε καὶ ἱδρώτων εἰς μοχθηροὺς καὶ ἀδιόρθωτον γνόμην κεκτημένους κάματον πολὺν· ἀλλ' οὖν διάκονος εὐρίσκεται. Μέγα οὖν ὑπάρχει, ἐὰν οἱ οὕτω σκολιῶς διακείμενο;, τῷ Θεῷ δυνήσονται προσαγαγεῖν καρπὸν κρείττονα. Ὁ μακάριος οὖν ἐκεῖνος ἀνὴρ τίνος χάριν σὺν αὐτοῖς εἶχε κατοικῆσαι, ὁπόταν πάντας ἐκείνους ὁμοψύχους καταδιώκοντας αὐτὸν ἑώρα; διαφόρως οὖν τελοῦνταί τινα ἐν ταῖς τῶν δικαιων ψυχαῖς, ἅπερ ἀδύνατόν ἐστι σιωπῇ παραδραμεῖν. Ὅταν γὰρ θεάσωνται τῶν οἰκείων κόπων τὸ ἀκερδὲς καὶ ἀνόητον, ἐν ἑτέρῳ τόπῳ μεταναστεύουσιν, ἐν ᾧ καρποφορῆσαι δυνήσονται. Καθάπερ καὶ ὁ τῆς ἀληθείας κήρυξ, ὅστις ἀναλύεσθαι ἐπόθει, καὶ σὺν Χριστῷ εἰναι ὁ εἰπών, « Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέδος· » ὁ τοὺς ἀγῶνας τῶν παθημάτων οὐ μόνον αὐτὸς ὑπομείνας, ἀλλὰ καὶ ἑτέρους ταῦτα ὑπομένειν διδάξας· ἐν Δαμασκῷ ποτε διωγμὸν ὑπομείνας, ἵνα δυνηθῇ ἐκφυγεῖν, τεῖχος, σχοινίον, καὶ σπυρίδιον ἐζήτησε, καὶ αὑτὸν λαθραίως κατενεχθῆναι ἐθέλησε Μὴ τὸν μακάριον Παῦλον θάνατον λέγομεν δεδοικέναι, ὃς ἑαυτὸν διὰ τὸν πρὸς Ἰησοῦν Χριστὸν πόθον, μαρτυρίῳ ἐπέδωκεν; ἀλλ' ἕως μὲν ἐν Δαμασκῷ ὑπῆρχεν, οὐ πάνυ ἑαυτὸν καρποφοροῦντα ἑώρα. Ὅθεν λοιπὸν ἀναγκαῖον ἐλογίσατο μεταναστεῦσαι ἐν ἑτέροις τόποις, ἐν οἷς καρποφορίαν πλεονάζουσαν σὺν καμάτῳ πολλῷ τῷ Χριστῷ προσήγαγεν. Ὡς ἄριστος οὖν ἀγωνιστὴς ὑπὲρ Χριστοῦ οὐκ ἠνέσχετο ἔνδον τῶν κλείθρων Δαμασκοῦ μένειν, ἀλλὰ τοῦ ἀγῶνος τὸ στάδιον ἐζήτησεν, ἐν ᾧ τὸν ἐχθρὸν ἐνίκησεν. Ὅθεν καὶ ὁ θεόφρων πατὴρ Βενέδικτος, ἐάν ἀσμένως προσέχῃς τοῖς ῥηθησομένοις, τάχιον γνώσῃ, ὅτι ζῶν πολλοὺς ἐν διαφόροις τόποις κατήλιπε μαθητὰς, καὶ τούτους κατὰ τῆς τοῦ ἐχθροῦ πλάνης ἐνεύρωσέ τε καὶ διανέστησεν.
ΠΕΤΡ. Οὕτως ἐστὶ καθὼς διδάσκεις, καὶ ἡ προσενεχθεῖσα ἁρμοδίως μαρτυρία δηλοῖ ταῦτα οὕτως ἔχειν· ἀλλ' ἐκδυσωπῶ, ὅπως ἐν τῇ προτέρᾳ τῆς τοῦ δικαίου πολιτείας ψυχωφελεῖ διηγήσει ἐπανέλθωμεν.
ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον ἐκεῖνον ἄνδρα, ἐν τῷ προειρημένῳ σπηλαίῳ θείαις ἀρεταῖς ἐξαστράπτειν δυνάμεσί τε καὶ σημείοις, οἷς ἐποίει δι' αὐτοῦ ὁ Θεὸς, καὶ εἰς ὕψος ἀγγελικῆς δόξης ἀναβιβασθῆναι, πολλοὶ ἐντεῦθεν ἐν αὐτῷ τῷ τόπῳ παραγεγόνασιν, αἰτούμενοι ὑπὸ τὴν αὐτοῦ θεόσδοτον ποιμανθῆναι χάριν. Ὁ δὲ φιλόθεός τε καὶ φιλόψυχος πατὴρ Βενέδικτος δώδεκα αὐτόθι μοναστήρια τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο, ἐν οἷς ὥρισε δώδεκα μοναχοὺς ἐν ἑκάστῃ μονῇ εἶναι· ὀλίγους δὲ μεθ' ἑαυτοῦ κατέσχεν, οὓς ὑπὸ τὴν ἑαυτοῦ διδασκαλικὴν παιδαγωγίαν πριμανθῆναι ἔκρινεν. Ἤρξαντο οὖν λοιπὸν πλεῖστοι, καὶ ἐκ τῆς Ῥωμαίων πόλεως εὐγενέστατοι καὶ σπουδαῖοι πρὸς αὐτὸν φοιτᾷν, καὶ τοὺς ἑαυτῶν υἱοὺς δι' αὐτοῦ τῷ Θεῷ προσφέρειν. Τότε τοίνυν τῆς καλῆς ἐλπίδος τὰ τέκνα Ἐβίτζιος καὶ Μαῦρος πρὸς αὐτὸν ἀπετάξαντο, καὶ Τέρτουλλος δὲ ὁ πατρίκιος Πλάκιδον παρέδωκεν· ἐξ ὧν ὁ Μαῦρος νεανικώτερος ὑπάρχων, ἡνίκα τοῖς ἀγαθοῖς συνηύξησεν ἤθεσιν, ἤρξατο λοιπὸν συνεργὸς τοῦ διδασκάλου γίνεσθαι· ὁ δὲ Πλάκιδος νέος ἔτι ὑπάρχων ἀσκητικοῖς τὴν πόνοις ἑαυτοῦ νεότητα κατεδάμαζεν.
CAPUT III. De vase vitreo crucis signo rupto. Gregorius. Recedente igitur tentatione, vir Dei quasi spinis erutis exculta terra de virtutum segete feracius fructus dedit. Praeconio itaque eximiae conversationis celebre nomen ejus habebatur. Non longe autem monasterium fuit, cujus congregationis Pater defunctus est, omnisque ex illo congregatio ad eumdem venerabilem Benedictum venit, et magnis precibus ut eis praeesse deberet, petiit. Qui diu negando distulit, suis illorumque fratrum moribus se convenire non posse praedixit: sed victus quandoque precibus assensum dedit. Cumque in eodem monasterio regularis vitae custodiam teneret, nullique ut prius per actus illicitos in dexteram laevamque partem deflectere a conversationis itinere liceret; suscepti fratres insane saevientes semetipsos prius accusare coeperunt, quia hunc sibi praeesse poposcerant: quorum scilicet tortitudo in norma ejus rectitudinis offendebat. Cumque sibi sub eo conspicerent illicita non licere, et se dolerent assueta relinquere, durumque esset quod in mente veteri cogebantur nova meditari, sicut pravis moribus semper gravis est vita bonorum, tractare de ejus morte aliqui conati sunt, qui inito consilio venenum vino miscuerunt. Et cum vas vitreum, in quo ille pestifer potus habebatur, recumbenti Patri, ex more monasterii, ad benedicendum fuisset oblatum, extensa manu Benedictus signum crucis edidit, et vas quod longius tenebatur, eodem signo rupit: sicque confractum est, ac si in illo vase mortis, pro cruce lapidem dedisset. Intellexit protinus vir Dei, quia potum mortis habuerat, quod portare non potuit signum vitae: atque illico surrexit, et vultu placido, mente tranquilla convocatos fratres allocutus est, dicens: Misereatur vestri, fratres, omnipotens Deus; quare in me facere ista voluistis? Nunquid non prius dixi vobis, quia vestris ac meis moribus minime conveniret? Ite, et juxta vestros mores Patrem vobis quaerite, quia posthac me habere minime potestis. Tuncque ad locum dilectae solitudinis rediit, et solus in superni spectatoris oculis habitavit secum.
Petr. Minus patenter intelligo, quidnam sit, Habitavit secum.
Gregor. Si sanctus vir contra se unanimiter conspirantes, suaeque conversationi longe dissimiles, coactos diu sub se tenere voluisset, fortassis sui vigoris usum et modum tranquillitatis excederet, atque a contemplationis lumine suae mentis oculum declinasset. Dumque quotidie illorum incorrectione fatigatus minus curaret sua, et se forsitan relinqueret, et illos non inveniret. Nam quoties per cogitationis motum nimium extra nos ducimur, et nos sumus, et nobiscum non sumus, quia nosmetipsos minime videntes, per alia vagamur. An illum secum fuisse dicimus, qui in longinquam regionem abiit, portionem quam acceperat consumpsit, et uni in ea civium adhaesit, porcos pavit, quos et manducare siliquas viderit, et esuriret, qui tamen cum postmodum coepit cogitare bona quae perdidit, scriptum de illo est: In se reversus dixit: Quanti mercenarii in domo patris mei abundant panibus (Luc. XV, 17)! Si igitur secum fuit, unde ad se rediit? Hunc ergo venerabilem virum secum habitasse dixerim, quia in sua semper custodia circumspectus, ante oculos Conditoris se semper aspiciens, se semper examinans, extra se mentis suae oculum non divulgavit.
Petr. Quid ergo quod de apostolo Petro scriptum est, dum de carcere ab angelo eductus fuisset? Qui ad se reversus dixit: Nunc scio vere quia misit Dominus angelum suum, et eripuit me de manu Herodis, et de omni exspectatione plebis Judaeorum (Act. XII, 11).
Gregor. Duobus modis, Petre, extra nos ducimur: quia aut per cogitationis lapsum sub nosmetipsos recidimus, aut per contemplationis gratiam super nosmetipsos levamur. Ille itaque qui porcos pavit, vagatione mentis et immunditia sub semetipsum cecidit; iste vero quem angelus solvit, ejusque mentem in exstasim rapuit, extra se quidem, sed super semetipsum fuit. Uterque ergo ad se rediit, quando et ille ab errore operis se collegit ad cor, et iste a contemplationis culmine ad hoc rediit, quod in intellectu communi et prius fuit. Venerabilis igitur Benedictus in illa solitudine habitavit secum, in quantum se intra cogitationis claustra custodivit: nam quotiescunque hunc contemplationis ardor in altum rapuit, se procul dubio sub se reliquit.
Petr. Placet quod dicis: sed quaeso respondeas, si deserere fratres debuit, quos semel suscepit.
Gregor. Ut ego, Petre, existimo, ibi adunati aequanimiter portandi sunt mali, ubi inveniuntur aliqui qui adjuventur boni. Nam ubi omnimodo de bonis fructus deest, fit aliquando de malis labor supervacuus; maxime si e vicino causae suppetant, quae fructum Deo ferre valeant meliorem. Vir itaque sanctus propter quem custodiendum staret, qui omnes unanimiter se persequentes cerneret? Et saepe agitur in animo perfectorum (quod silentio praetereundum non est), quia cum laborem suum sine fructu esse considerant, in locum alium ad laborem cum fructu migrant. Unde ille quoque egregius praedicator qui dissolvi cupit, et cum Christo esse, cui vivere Christus est, et mori lucrum (Phil. I, 23), qui passionum certamina non solum ipse appetiit, sed ad toleranda haec et alios accendit, Damasci persecutionem passus, ut posset evadere, murum, funem, sportamque quaesivit (Act. IX), seque latenter deponi voluit. Nunquidnam Paulum mortem dicimus timuisse, quam se ipse pro amore Jesu testatur appetere (II Cor. XI, 22)? Sed cum in eodem loco minorem sibi fructum adesse conspiceret et gravem laborem, ad laborem se alibi cum fructu servavit. Fortis etenim praeliator Dei teneri intra claustra noluit, certaminis campum quaesivit. Unde idem quoque venerabilis Benedictus, si libenter audis, citius agnoscis, quia non tantos ipse indociles deseruit, quantos in locis aliis a morte animae suscitavit.
Petr. Ita esse ut doces, et manifesta ratio, et prolatum congruum testimonium declarat. Sed quaeso ut de vita tanti Patris ad narrationis ordinem redeas.
Gregor. Cum sanctus vir diu in eadem solitudine virtutibus signisque succresceret, multi ab eo in eodem loco ad omnipotentis Dei sunt servitium congregati: ita ut illic duodecim monasteria cum omnipotentis Jesu Christi Domini opitulatione construeret, in quibus statutis Patribus duodenos monachos deputavit; paucos vero secum retinuit, quos adhuc in sua praesentia aptius erudiri judicavit. Coepere etiam tunc ad eum Romanae urbis nobiles et religiosi concurrere suosque ei filios omnipotenti Deo nutriendos dare. Tunc quoque bonae spei suas soboles, Equitius Maurus, Tertullus vero patricius Placidum tradidit; e quibus Maurus junior cum bonis polleret moribus, magistri adjutor coepit existere; Placidus vero puerilis adhuc indolis gerebat annos.
CAPUT IV. ΚΕΦΑΛ. Δ'. Περί τινος μοναχοῦ ἐῶντος τὴν μονὴν καὶ σχολάζοντος εἰς γηΐνας θεωρίας. Ἐν ἑνὶ δὲ τῶν αὐτῶν μοναστηρίων, ὧν πέριξ συνεστήσατο ὁ τοῦ Θεοῦ θεράπων Βενέδικτος, ἦν τις μοναχὸς ὑπὸ ῥᾳθυμίας ὀχλούμενος· ὅστις τῷ τῆς προσευχῆς καιρῷ στῆναι σὺν τοῖς ἀδελφοῖς οὐκ ἐκαρτέρει, ἀλλ' ἡνίκα πάντες οἱ ἀδελφοὶ εἰς γονυκλισίαν ἑαυτοὺς ἐνώπιον τοῦ Θεοῦ ἐστρώννυον, ἐκεῖνος ἐξήρχετο ἔξω, καὶ τῇ ἀργολογίᾳ καὶ ῥαθυμίᾳ ἑαυτὸν ἐξεδίδου. Ὁ δὲ τούτου ἀββᾶς πολλάκις αὐτὸν νουθετήσας, καὶ μηδὲν ἀνύσας, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον τοῦτον ἀπήγαγεν· ὅστις αὐτοῦ τὴν ματαιότητα σεμνῶς τε καὶ πρεπόντως διήλεγξεν, καὶ τῇ νουθεσίᾳ τοῦτον στηρίξας ἀπέλυσεν· ὁ δὲ ἐν τῷ μοναστηρίῳ ὑποστρέψας, μόλις δύο ἡμέρας ἐν τῇ τοῦ ἀνθρώπου τοῦ Θεοῦ νουθεσίᾳ διέμεινεν, ἐπεί τοί γε τῆisubgr; τρίτῃ ἡμέρᾳ εἰς τὸ διαβολικὸν ἔθος ὑποστρέψας, πλάζεσθαι τῷ καιρῷ τῆς προσευχῆς ἤρξατο. Ὁ δὲ τούτου ἀββᾶς θεασάμενος αὐτὸν ὑπὸ τοῦ τῆς ἀκηδίας δαίμονος νικηθέντα, αὖθις πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγενόμενος, διηγήσατο αὐτῷ τὰ κατὰ τὸν ἀδελφόν· ὁ δὲ ἅγιος εἶπε πρὸς αὐτόν· « Ἐγὼ ἐλθὼν δι' ἑαυτοῦ διορθοῦμαι αὐτόν. » Ἐλθόντος οὖν αὐτοῦ εἰς τὴν μονὴν, καὶ τῇ ὡρισμένῃ ὥρᾳ ἡνίκα ἐπληρώθη ὁ τῆς ψαλμῳδίας ὕμνος, καὶ ἑαυτοὺς οἱ ἀδελφοὶ εἰς προσευχὴν δεδώκασι γόνυ κλίναντες, εἶδεν ὁ ἅγιος, καὶ ἰδοὺ νεανίσκος τις αἰθίωψ τῷ εἴδει κρατήσας τὸ πτερύγιον τοῦ ἱματίου τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ἐν τῇ προσευχῆ καρτερῆσαι μὴ δυναμένου, εἷλκεν αὐτὸν ἔξω τῆς ἐκκλησίας. Τότε ὁ ἅγιος τῷ προεστῶτι τῆς μονῆς ἐκείνης, Πομπηϊανῷ τοὔνομα, καὶ Μαύρῳ τῷ δούλῳ τοῦ Θεοῦ μυστικῶς εἶπεν· « Οὐχ ὁρᾶτε τίς ἐστιν ὁ τὸν μοναχὸν τοῦτον ἔξω τῆς ἐκκλησίας ἕλκων· » οἱ δὲ ἀποκριθέντες, εἶπον· « Οὐχὶ, πάτερ, » · πρὸς οὓς ὁ ἅγιος εἶπεν· « Εὐξώμεθα ὅπως καὶ ὑμεῖς θεάσησθε ὃν οὗτος ὁ μοναχὸς ἀκολουθεῖ. » Ὡς δὲ ηὔξαντο ἐπὶ δύο ἡμὲρας, Μαῦρος ὁ μοναχὸς ἐθεάσατο, Πομπηϊανὸς δὲ ὁ τοῦ αὐτοῦ μοναστηρίου πατὴρ θεωρῆσαι οὐκ ἠδυνήθη· τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ πληρωθείσης τῆς εὐχῆς ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου ἑστῶτα ἔξω τὸν μοναχὸν εὗρε, καὶ τοῦτον διὰ τὴν τύφλωσιν τῆς καρδίας αὐτοῦ τῇ ῥάβδῳ ἔτυψεν· ὅστις ἀπ' αὐτῆς τῆς ἡμέρας ἠλευθερώθη ἐκ τῆς συνεχούσης αὐτὸν ῥᾳθυμίας τοῦ δαίμονος, καὶ λοιπὸν ἐν τῇ προσευχῇ προθύμως σὺν τοῖς ἀδελφοῖς μέχρι συμπληρώσεως διέμενε, μηκέτι τοῦ ἐχθροῦ ἐκείνῳ τῷ ἀδελφῷ προσψαῦσαι τολμήσαντος, ὡς οἷα ὑπὸ τοῦ ἁγίου τῇ πληγῇ τῆς ῥάβδου μαστιγωθείς.
CAPUT IV. De monacho vagae mentis ad salutem reducto. In uno autem ex eis monasteriis quae circumquaque construxerat, quidam monachus erat qui ad orationem stare non poterat: sed mox ut se fratres ad studium orationis inclinassent, ipse egrediebatur foras, et mente vaga terrena aliqua et transitoria agebat. Cumque ab abbate suo saepius fuisset admonitus, ad virum Dei deductus est, qui ipse quoque stultitiam ejus vehementer increpavit, et ad monasterium reversus, vix duobus diebus viri Dei admonitionem tenuit: nam die tertia ad usum proprium reversus, vagari tempore orationis coepit. Quod cum servo Dei ab eodem monasterii Patre quem constituerat, nuntiatum fuisset, dixit: Ego venio, eumque per memetipsum emendo. Cumque vir Dei venisset ad idem monasterium, et constituta hora, expleta psalmodia sese fratres in orationem dedissent, aspexit quod eumdem monachum qui in oratione manere non poterat, quidam niger puerulus per vestimenti fimbriam foras traheret. Tunc eidem Patri monasterii Pompeiano nomine, et Mauro Dei famulo secreto dixit: Nunquid non aspicitis quis est qui istum monachum foras trahit? Qui respondentes dixerunt: Non. Quibus ait: Oremus ut vos etiam videatis quem iste monachus sequitur. Cumque per biduum esset oratum, Maurus monachus vidit; Pompeianus vero ejusdem monasterii Pater videre non potuit. Die igitur alia, expleta oratione vir Dei oratorium egressus, stantem foris monachum reperit, quem pro caecitate cordis sui virga percussit: qui ex illo die nil persuasionis ulterius a nigro jam puerulo pertulit, sed ad orationis studium immobilis permansit: sicque antiquus hostis dominari non ausus est in ejus cogitatione, ac si ipse percussus fuisset ex verbere.
CAPUT V. ΚΕΦΑΛ. Ε'. Περὶ τοῦ ἐξελθόντος χειμάῤῥου διὰ προσευχῆς αὐτοῦ ἐκ πέτρας ζώσης. Ἐκ τῶν ῥηθέντων τοίνυν μοναστηρίων, ὧνπερ ἐν αὐτῷ τῷ τόπῳ συνεστήσατο ὁ ἐν ἁγίοις πατὴρ Βενέδικτος, τρία ἐξ αὐτῶν ὑπεράνω τῶν τοῦ ὄρους ἦσαν κρημνῶν, καὶ σφόδρα ὑπῆρχε τοῖς ἀδελφοῖς ἐπίμοχθον τὸ διηνεκῶς κατέρχεσθαι εἰς τὸν λάκκον, καὶ τὴν τοῦ ὕδατος πορίζεσθαι χρείαν· ἡ γὰρ πάροδος διὰ τοῦ ἐπικινδύνου μέρους τοῦ ὄρους ἦν, ὥστε σὺν φόβῳ πολλῷ κατιέναι αὐτοὺς καὶ ἀνέρχεσθαι. Τότε συναχθέντες οἱ ἐν τοῖς τρισὶν ἐκείνοις μοναστηρίοις κατοικοῦντες μοναχοὶ πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Βενέδικτον παρεγένοντο, παρακαλοῦντες αὐτὸν καὶ λέγοντες· « Πάτερ τίμιε, δύσκολον ἡμῖν ἐστι διὰ τὴν τοῦ ὅρους ἀμφίκρημνον διάβασιν ἕως τοῦ λάκκου κατέρχεσθαι, καὶ τὴν τοῦ ὕδατος χρείαν πορίζεσθαι· ἐπάναγκες οὖν ἐστι μετοικῆσαι τὰ μοναστήρια, ἵνα μή τινες τῶν ὰδελωῶν ὀλισθήσαντες βιαίῳ θανάτῳ περιπέσωσιν. » Οὓς παραινετικοῖς τε καὶ παρακλητικοῖς λόγοις ἐπαλείψας ἀπέλυσεν. Αὐτῇ δὲ τῇ νυκτὶ παραλαβὼν νεανίαν τινὰ μεθ· ἑαυτοῦ Πλάκιδον τοὔνομα, οὗ καὶ τὸ πρὶν μνείαν ἐποιησάμην, ἀνῆλθεν ἐν τῷ αὐτῷ τοῦ ὄρους δυσβάτῳ κρημνῷ, καὶ αὐτόθι ἐν τῇ πρὸς Θεὸν δεήσει προσκαρτερήσας, ἀναστὰς ἀπὸ τῆς προσευχῆς, καὶ τρεῖς ἀράμενος λίθους, ἐν αὐτῷ τῷ τόπῳ ἀπὸ διαστήματος ἔθετο, καὶ πάντων ἀγνοούντων τὸ γεγονὸς θαῦμα ἐν τῷ ἑαυτοῦ ὑπέστρεψε κελλίῳ. Τῇ δὲ ἐπαύριον παρεγένοντο πρὸς αὐτὸν οἱ προειρημένοι ἀδελφοὶ διὰ τὴν προτέραν τοῦ ὕδατος αἴτησιν· ὁ δὲ ὅσιος πρὸς αὐτοὺς εἶπεν· « Ἀνέλθετε, τέκνα, ἐν ἐκείνῳ τῷ κρημνῷ ἐν ᾧ εὑρήσετε τρεῖς λίθους ὕπερθεν ἀλλήλων κειμένους, καὶ ἐν αὐτῷ τῷ τόπῳ ὀρύξατε· δυνατὸς γάρ ἐστιν ὁ παντοδύναμος Θεὸς καὶ ἐν ἐκείνῳ τῷ ὕψει τοῦ ὄρους ὕδωρ ὑμῖν δαψιλὲς παρασχεῖν. καὶ τὴν ἐπίμοχθον δυσκολίαν τῆς ὁδοῦ ῥᾳδίαν ποιῆσαι. » Οἱ δὲ ἀπελθόντες ἐν τῷ τοῦ ὄρους κρημνῷ εὗρον οὕτως καθὼς ὁ Πατὴρ εἶπεν, ἐν ᾧ τόπῳ ἡ τοῦ ὄρους ἄνυδρος σκληρότης ἰκμάδας τινὰς καὶ ἱδρῶτας ὕδατος ἀνέπεμπεν. Ποιήσαντες οὖν ὄρυγμα μέγα παραυτὰ ὑδάτων πλῆθος ἀνέβλυσεν, ἅπερ μέχρι τοῦ νῦν ἀφθόνως ὑπερχεῖται, τὴν τοῦ ἁγίου θαυματουργίαν εἰς τὸ διηνεκὲς πᾶσι δεικνύοντα· ἡ δὲ τῶν ὑδάτων περισσεία ὑπὸ τὸ ὄρος διεκτρέχουσα φαίνεται.
CAPUT V. De aqua viri Dei oratione in montis vertice ex petra producta. Ex his autem monasteriis quae in eodem loco construxerat, tria sursum in rupibus montis erant, et valde erat fratribus laboriosum, semper ad lacum descendere, ut aquam haurire debuissent: maxime quia e devexo montis latere erat grave descendentibus in timore periculum. Tunc collecti fratres ex eisdem tribus monasteriis, ad Dei famulum Benedictum venerunt, dicentes: Laboriosum nobis est propter aquam quotidie usque ad lacum descendere, et idcirco necesse est ex eodem loco monasteria mutari. Quos blande consolans dimisit, et nocte eadem cum parvo puerulo nomine Placido, cujus superius memoriam feci, ejusdem montis rupem ascendit, ibique diutius oravit. Et oratione completa, tres petras in loco eodem pro signo posuit, atque ad suum cunctis illic nescientibus monasterium rediit. Cumque die alia ad eum pro necessitate aquae praedicti fratres rediissent, dixit: Ite, et rupem illam in qua tres super invicem positas petras inveneritis, in modico cavate: valet enim omnipotens Deus etiam in illo montis cacumine aquam producere, ut vobis laborem tanti itineris dignetur auferre. Qui euntes, rupem montis quam Benedictus praedixerat, jam sudantem invenerunt. Cumque in ea concavum locum fecissent, statim aqua repletus est, quae tam sufficienter emanavit, ut nunc usque ubertim defluat, atque ab illo montis cacumine usque ad inferiora derivetur.
CAPUT VI. ΚΕΦΑΛ. ϛ'. Περὶ τοῦ ἐκπεσόντος ἐν τῇ λίμνῃ σιδηροῦ ἐργαλείου. Ἄλλοτε πάλιν ἀνήρ τις τῷ μὲν γένει Γότθος, πτωχὂς δὲ τῷ πνεύματι, ἐν ἐπιστροφῇ μετανοίας πρὸς τὸν ἡγιασμένον Βενέδικτον παρεγένετο, ὃν ὁ ἄνθρωπος τοῦ Θεοῦ προθύμως ὑπεδέξατο. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκέλευσεν ὁ ἅγιός τινι τῶν ἀδελφῶν δοῦναι αὐτῷ σιδηροῦν ἐργαλεῖον, ὅπερ ἐπιχωρίως ὀνομάζεται ξυλοκόπιν πρὸς τὸ ἐκκαθάραι ἀκανθώδη καὶ φρυγανώδη τόπον, εἴ πως δυνηθῶσι γεωργῆσαι κῆπον τοῖς ἀδελφοῖς· ὁ δὲ τόπος ἐκεῖνος, ὃν ἐπὶ τῷ καθάραι Γότθος ἐδέξατο, ὑπεράνωθεν τοῦ λάκκου ἦν· ἡνίκα δὲ ὁ Γότθος τὰ τῶν ἀκανθῶν δάση, τῇ τοῦ πατρὸς πειθόμενος ὑπακοῇ, δυνάμει ἐξέκοπτε, τὸ σιδηροῦν ἐργαλεϊον ἐκ τοῦ συμβεβηκότος ἐν τοιούτῳ βάθει τοῦ λάκκου πέπτωκεν, ἐν ᾧ οὐκ ἦν προσδοκία τῆς εὑρέσεως αὐτοῦ. Ὁ δὲ προῤῥηθεὶς Γότθος πρὸς Μαῦρον τὸν μοναχὸν ἔδραμεν, καὶ τὸ συμβὰν ἀνήγγειλεν αὐτῷ, καὶ ὑπὲρ τοῦ σφάλματος μετάνοιαν ἐξῃτεῖτο. Ὁ δὲ μοναχὸς Μαῦρος σπουδαίως τὸ γεγονὸς ἀνήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ. Ὁ δὲ θαυματουργὸς οὗτος ἀνὴρ ταῦτα ἀκούσας, ἦλθεν εἰς τὸν τόπον ἐν ᾧ ἦν πεσὸν τὸ σιδήριον, καὶ ἄρας τὸ μανούβριον ἐκ τῶν τοῦ Γότθου χειρῶν, καὶ τούτου τὸ μέρος ἐν ᾧ ἧν καθηλωμένον τὸ ἐργαλεῖον ἐν τῷ λάκκῳ χαλάσας, εὐθέως ἐκ τοῦ βυθοῦ τοῦ ὕδατος τὸ ἐργαλεῖον ἀνελθὸν, εἰσῆλθεν ἐν τῷ ἑαυτοῦ τόπῳ. Ὅπερ ἀκανθοκόπον ἐργαλεῖον ἀπέδωκεν ὁ ἅγιος τῷ Γότθῳ, εἰπών· « Ἰδοὺ τὸ ἐργαλεῖον, δεξάμενος τοῦτο, ἐργάζου, καὶ μηδὲν λυπηθῇς
CAPUT VI. De ferro ex profundo aquae ad manubrium reverso. Alio quoque tempore Gothus quidam pauper spiritu ad conversionem venit: quem Dei vir Benedictus libentissime suscepit. Quadam vero die ei dari ferramentum jussit, quod ad falcis similitudinem falcastrum vocatur, ut de loco quodam vepres abscinderet, quatenus illic hortus fieri deberet. Locus autem ipse quem mundandum Gothus susceperat, super ipsam laci ripam jacebat. Cumque Gothus idem densitatem veprium totius virtutis annisu succideret, ferrum de manubrio prosiliens in lacum cecidit, ubi scilicet tanta erat aquarum profunditas, ut spes requirendi ferramenti nulla jam esset. Itaque ferro perdito, tremebundus ad Maurum monachum cucurrit Gothus: damnum quod fecerat nuntiavit, et reatus sui egit poenitentiam. Quod Maurus quoque monachus mox Benedicto famulo Dei curavit indicare. Vir igitur Domini Benedictus haec audiens accessit ad lacum: tulit de manu Gothi manubrium, et misit in lacum: et mox ferrum de profundo rediit, atque in manubrium intravit. Qui statim ferramentum Gotho reddidit, dicens: Ecce labora, et noli contristari.
CAPUT VII. ΚΕΦΑΛ. Ζ' Περὶ Μαύρου μοναχοῦ τοῦ ἐπὶ τῶν ὑδάτων πεζεύσαντος. Ἐν μιᾷ τῶν ἡμερῶν, τοῦ σημειοφόρου τούτου ἀνδρὸς Βενεδίκτου ἐν τῷ ἑαυτοῦ ἡσυχάζοντες κελλίῳ, ὁ προλεχθεὶς μοναχὸς Πλάκιδος ἐπὶ τὸ ἀντλῆσαι ὕδωρ εἰς τὸν λάκκον παραγέγονε· τὸ οὖν σκεῦος ἐν ᾧ τὸ ὕδωρ ἀντλῆσαι ἠβούλετο ἐκ τῆς χειρὸς αὐτοῦ πεσὸν, διὰ τῆς τοῦ ὕδατος ῥύμης ἐπεφέρετο· θέλων δὲ ὁ ἀδελφὸς ἐκ τοῦ ὕδατος ἀφαρπάσαι τὸ κεράμιον, καὶ αὐτὸς ὀλισθήσας, πέπτωκεν ἐν τοῖς ὕδασι καὶ ὑπὸ τῆς τῶν ὑδάτων σφοδροτάτης κινήσεως, ἐπὶ τὰ ἔνδον τοῦ λάκκου, σχεδὸν εἰπεῖν, ὡσεὶ τόξου βολὴν ὁ μοναχὸς Πλάκιδος ἐφέρετο. Ὁ δὲ τοῦ Θεοῦ πιστὸς θεράπων Βενέδικτος ἔνδον τοῦ ἑαυτοῦ κελλίου σχολάζων, διέγνω τὸ συμβὰν, καὶ τὸν ἑαυτοῦ μαθητὴν Μδῦρον συντόμως καλέσας ἔφη πρὸς αὐτόν· « Ἀδελφὲ Μαῦρε, σπεῦσον ὅτι ὁ ἀδελφὸς Πλάκιδος εἰς τὸν λάκκον ἐνέπεσε, καὶ ἡ τῶν ὑδάτων κίνησις μακρὰν αὐτὸν ἀπήγαγεν. » Θαυμαστὸν πρᾶγμα καὶ μετὰ Πέτρον τὸν Ἀπόστολον ξένη ἐπιτροπή· αἰτηθεῖσα γὰρ παρὰ Μαύρου τοῦ μοναχοῦ πιστῶς καὶ ὑπὸ τοῦ μακαρίου Βενεδίκτου παρασχεθεῖσα, συντόμως ἐβάδιζε τῇ τοῦ πατρὸς κελεύσει, καὶ ἐν τῷ τόπῳ γενόμενος, ἐν ᾧ ἐν τοῖς ὕδασιν ὁ Πλάκιδος ἐφέρετο, ἀδιστάκτῳ τῇ πίστει καὶ ταῖς τοῦ πατρὸς εὐχοῖς θαῤῥῶν ἐπέβη τοῖς ὕδασι, καὶ ὡς ἐπὶ ξηρᾶς δρομαίως ἐβάδιζεν ἕως τοῦ τόπου ἐν ᾧ διὰ τῆς τοῦ ὕδατος ὁρμῆς ὁ Πλάκιδος ἐπεφέρετο· καὶ δραξάμενος τῶν τῆς κεφαλῆς αὐτοῦ τριχῶν ὀξυτάτῳ δρόμῳ ὑπέστρεψεν· ὅστις εὐθέως ἐπὶ τὴν ξηρὰν ἐλθὼν, καὶ ἐν ἑαυτῷ γενόμενος καὶ ἐπιγνοὺς ὅτι ἐπάνω τῶν ὑδάτων ἔδραμε, καὶ ὅτι αὐτομολῆσαι τοῖς ὕδασιν ἀδύνατον αὐτῶ ἦν, εἰ μὴ ἡ τοῦ σημειοφόρου πατρὸς εὐχὴ τοῦτον ἐνίσχυσε θαυμάσας ἐτρόμασε (sic) τὸ γενόμενον, καὶ ὑποστρέψας πρὸς τὸν πατέρα τὸ τελεσθὲν θεῖον τεράστιον ἀνήγγειλεν αὐτῷ. Ὁ δὲ ἄνθρωπος τοῦ Θεοῦ Βενέδικτος τοῦτο τὸ θαῦμα, οὐ τῇ ἑαυτοῦ ἁγιότητι, ἀλλὰ τῇ ἐκείνου ὑπακοῇ ἐπεγράφετο· ὁ δὲ Μαῦρος τὴν τοῦ ἁγίου τιμιωτάτην κέλευσιν ἔφασκεν τοῦτο πεπραχέναι· ἔλεγε γὰρ μὴ εἶναι ἑαυτὸν ἐν αὐτῇ τῇ δυνάμει, ᾗ ἦν ὅτε ἐπέβη τοῖς ὕδασι. Προσχὼν δὲ ὁ μοναχὸς Πλάκιδος τῇ τούτων θεομιμήτῳ ταπεινολογίᾳ καὶ προσφιλεστάτῃ ἀμφιλογίᾳ, ἔλεγεν· « Ἐγὼ ἐν ὅσῳ ἐσυρόμην ὑπὸ τῆς τῶν ὑδάτων ὁρμῆς ἐπάνω τῆς κεφαλῆς μου τοῦ ἀββᾶ μου τὴν μηλωτὴν ἐθεώρουν, καὶ αὐτόν με ἐκ τῶν ὑδάτων ἐκβάλλοντα κατενόουν.
ΠΕΤΡ. Μεγάλα εἰσὶν σφόδρα ἅπερ λέγεις, καὶ μεγίστην ψυχαῖς οἰκοδομὴν παρέχοντα· ἐγὼ δὲ τοῦ ἁγίου τούτου ἀνδρὶς τὰ θαυμάσια, ὅσῳ πλεῖον ἐκπίνω, πλειοτέρως διψῶ.
CAPUT VII. De Mauro ejus discipulo qui super aquas pedibus ambulavit. Quadam vero die dum idem venerabilis Benedictus in cella consisteret, praedictus Placidus puer sancti viri monachus ad hauriendam de lacu aquam egressus est: qui vas quod tenuerat in aquam incaute submittens, ipse quoque cadendo secutus est. Quem mox unda rapuit, et pene ad unius sagittae cursum eum a terra introrsus traxit. Vir autem Dei intra cellam positus, hoc protinus agnovit, et Maurum festine vocavit, dicens: Frater Maure, curre, quia puer ille qui ad hauriendum aquam perrexerat, in lacum cecidit, jamque eum longius unda trahit. Res mira, et post Petrum apostolum inusitata. Benedictione etenim postulata atque percepta, ad Patris sui imperium concitus perrexit Maurus; atque usque ad eum locum quo ab unda deducebatur puer, per terram se ire existimans, super aquam cucurrit, eumque per capillos tenuit, rapido quoque cursu rediit. Qui mox ut terram tetigit, ad se reversus post terga respexit, et quia super aquas cucurrisset agnovit, et quod praesumere non potuisset ut fieret, miratus extremuit factum. Reversus itaque ad Patrem, rem gestam retulit. Vir autem venerabilis Benedictus hoc non suis meritis, sed illius obedientiae deputare coepit. At econtra Maurus pro solo ejus imperio factum dicebat: seque conscium in illa virtute non esse, quam nesciens fecisset. Sed in hac mutuae humilitatis amica contentione accessit arbiter puer qui ereptus est; nam dicebat: Ego cum ex aqua traherer, super caput meum melotem abbatis videbam, atque ipsum me ex aquis educere considerabam.
Petr. Magna sunt valde quae narras, et ad multorum aedificationem profutura: ego autem boni viri miracula quo plus bibo, eo plus sitio.
CAPUT VIII. ΚΕΦΑΛ. Η'. Περὶ τοῦ ζυμωθέντος ἐν τῷ ἄρτῳ φαρμάκου. ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον διαλάμψαι ἐν τοῖς τόποις ἐκείνοις, πολλοὶ διὰ τὸν πόθον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μήκοθεν πρὸς αὐτὸν παρεγίνοντο, καὶ τὴν τοῦ Βίου ματαιότητα καταλιμπάνοντες ὑπὸ τὸν χρηστὸν τοῦ κυρίου ζυγὸν τὸν ἑαυτῶν καθυπέτασσον τράχηλον. Ὁ δὲ τοῦ φθόνου γεννήτωρ, καὶ τῶν εὐσεβῶν ἀρχαῖος ἐχθρὸς, μὴ δυνάμενος φέρειν τὰς ἀπ' αὐτοῦ ἀπαστραπτούσας τῶν θαυμάτων μαρμαρυγὰς, καὶ ὁρῶν ἑαυτὸν ἡττώμενον ὑπὸ τῆς τοῦ ἁγίου θεοσδότου δυνάμεως, ἐνσκήψας [ F. ἐνέσκηψε] ἐν ταῖς τῶν ἀτάκτων ψυχοφθόροις διανοίαις, καθὼς σύνῆθες αὐτοῖς ἐστι φθονεῖν τοῖς ἑτέρων κατορθὼμασιν· ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν ὑπὸ βασκανίας μολυνομένων ὄνειδος τυγχάνει. Ὅθεν τῆς αὐτόθι γειτνιαζούσης ἐκκλησίας πρεσβύτερός τις Φλορέντιος τοὔνομα, ὁ τοῦ ἡμετέρου ὑποδιακόνου Φλορεντίου πάππος, τοῦ παγκάκου δαίμονος τὸ μῖσος καὶ τὸν φθόνον ἐν ἑαυτῷ ὑποδεξάμενος, ἤρξατο σκώπτειν τε καὶ βασκαίνειν ταῖς τοῦ ὁσίου ἀνδρὸς ἀρεταῖς, ἐλπίζων ἐκ τούτου πολλοὺς ἀποσπᾶσαι ἐκ τῆς τοῦ ἁγίου ψυχωφελοῦς διδαχῆς. Ὡς δὲ τῆς φρενοβλαβοῦς ἐλπίδος ἀπέτυχε, καὶ ἐθεώρει πολλοὺς ὑπὸ τῆς αὐτοῦ φήμης ἑλενους, καὶ πρὸς αὐτὸν φοιτῶντας, καὶ ταῖς αὐτοῦ διδαχαῖς πληθυνομένους, καθάπερ ὑπὸ βελῶν τιτρωσκόμενος ὁ Φλορέντιος, τὴν μὲν τοῦ ὁσὶου πατρὸς πολιτείαν διέβαλλεν, ἐπαινετὴν δὲ ζωὴν ἑαυτῶisubgr; ἐπισπᾶσθαι δι' ἀσκητικῶν ἀγώνων οὐδαμῶς εἵλετο. Ὅστις ὑπὸ τοῦ διαβόλου σκοτισθεὶς τοὺς τῆς καρδίας ὀφθαλμοὺς μέχρι τούτου ἐχώρησεν, ἵνα τὸν δοῦλον τοῦ Θεοῦ δηλητηρίῳ θανατώσηisubgr;· φυράσας γὰρ ἄλευρον, εἶτα ζυμώσας ἄρτον, καὶ ἐν αὐτῷ ἐγκρύψας θανατηφόρον φάρμακον, καὶ ὀπτήσας, ὡς δῆθεν εὐλογίας χάριν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ἀπέστειλεν. Ὁ δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ τὸν μἐν ἄρτον εὐχαρίστως ἐδέξατο· οὐ μέν τοι δὲ διέλαθεν αὐτὸν ὁ ἐν τῷ ἄρτῳ κρυπτόμενος δόλος· ἐν δὲ τῇ ὥρᾳ ἐν ᾗ εἰώθει ὁ ἅγιος τροφῆς μεταλαμβάνειν, ὄρνεον, τὸ δὴ λεγόμενον κόραξ, ἐν τῇ σύνεγγυς ὕλῃ τὴν οἴκησιν ἔχον, κατὰ τὸ σύνηθες ἤρχετο πρὸς τὸν ἅγιον, καὶ ἐκ τῶν τιμίων αὐτοῦ χειρῶν ἄρτον πρὸς τροφὴν ἑαυτῷ ἐδέχετο. Ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ λαβὼν τὸν θανατηφόρον ἄρτον, ὅνπερ ἦν αὐτῷ ἀποστείλας Φλορέντιος ὁ πρεσβύτετερος, ἔθηκεν ἐνώπιον τοῦ κόρακος, καὶ ἐκέλευσεν αὐτῷ, λέγων· « Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος λαβὲ τὸν ἄρτον τοῦτον, καὶ ἐν τοιούτῳ τόπῳ ῥίψον αὐτὸν, ἵνα μηδεὶς ἀνθρώπων εὑρήσῃ αὐτόν. » Τότε ὁ κόραξ ἀνεῳγμένῳ τῷ στόματι καὶ ἡπλωμέναις ταῖς πτέρυξιν, πέριξ τοῦ αὐτοῦ περιΐπτασθαι καὶ κράζειν ἤρξατο, καὶ τοῖς κινήμασι μηνύειν τὴν ἐν αὐτῷ οὖσαν διαβολικὴν σκευωρίαν. Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος πάλιν ἤρξατο λέγειν· « Ἆρον τοῦτον, ἆρον ἀμερίμνως, καὶ ἐκεῖ αὐτὸν ἀπόθου ἔνθα εὑρεθῆναι οὐ δύναται. » Τότε ὁ κόραξ τὴν τοῦ ἁγίου κέλευσιν ἐπλήρου, καὶ σὺν φόβῳ πολλῷ λαβὼν τὸν ἄρτον τῷ στόματι, ἀπῆλθε, καὶ τοῦτον ῥίψας ἐν τόπῳ ἀβάτῳ παντελῶς τοῖς ἀνθρώποις, μετὰ τρεῖς ὥρας ὑπέστρεψε, καὶ ἐκ τῶν τοῦ ἁγίου χειρῶν τὴν εἰωθυῖαν τροφὴν ἐδέξατο. Ὁ δὲ ἁπλούστατος καὶ κατὰ πάντα ἐπιεικέστατος ἀνὴρ Βενέδικτος, θεασάμενος τὴν τοῦ Φλορεντίου δολοφονίαν, ὅτι οὐχ οἷός τε γέγονε τὴν τούτου πονηρίαν διορθώσασθαι. ὑπὲρ ἐκείνου μᾶλλον, ἢ ὑπὲρ αὑτοῦ τῷ Θεῷ προσηύχετο. Ἀλλ' ὁ προλεχθεὶς Φλορέντιος τοῦ ἁγίου τό σῶμα θανατῶσαι μὴ ἰσχύσας, ἑτέραν πάλιν κακόνοιάν τε καὶ σατανικὴν πανουργίαν κατὰ τῶο τοῦ ἁγίου μαθητῶν ἐτεκτήῄνατο. Αὐτῶν γὰρ ἐν τῷ κήπῳ ἐργαζομένων, ὁ τοῦ διαβόλου ἐργάτης Φλορέντιος ἑπτὰ κόρας ὡραίας τῷ εἴδει, καὶ γυμνὰς ὅλῳ τῷ σώματι ἐν τῷ κήπῳ ἀπέστειλε, καὶ ταύταις προσέταξε τοῦ στρηνιᾷν καὶ παίζειν ἐνώπιον τῶν μοναχῶν, βουλόμενος καὶ ἐν τούτῳ τὴν τῶν ἀνδρῶν ἀχρειῶσαι παρθενίαν. Ἀλλὰ καὶ ἐν τοῦτῳ ἡ παμπόνηρος αὐτοῦ διήμαρτεν ἀφροσύνη. Τὴν γὰρ τούτου διαβολικὴν ἐπίνοιαν θεασάμενος ὁ τοῦ Χριστοῦ μιμητὴς Βενέδικτος, καὶ φοβηθεὶς τὴν τῶν μαθητῶν ψυχικὴν βλάβην, ὑπὲρ δὲ μόνου τοῦ καθ' ἑαυτὸν φθόνου λογισάμενος, ταῦτα τὸν μιαρώτατον ἐκεῖνον Φλορέντιον πράττειν, βέλτιον ἔκρινεν ὁ τοῦ Θεοῦ θεράπων διὰ τῆς ἑαυτοῦ ἀναχωρήσεως τὴν τῶν οἰκείων μαθητῶν πολιτεύσασθαι σωτηρίαν. Καλέσας οὖν τοὺς τῶν μοναστηρίων ἀδελφοὺς καὶ οἰκονόμους, αὐτοῖς ἐγκαταστήσας, παραθέμενός τε αὐτοὺς τῷ Θεῷ, λαβὼν μετ' ἑαυτοῦ ὀλίγους τινὰς τῶν μοναχῶν ἀνεχώρησεν ἐκ τοῦ ἑαυτοῦ κελλίου, τὸ μῖσος καὶ τὴν ἐκείνου δυσμένειαν ταπεινοφρόνως ἐκκλίνας. Ἀλλ' ὁ μὲν Φλορέντιος ἠνόμησεν ἁμαρτήσας διακενὴς, ὁ δὲ Θεὸς τὸν οἰκεῖον θεράποντα λυτρωσάμενος εἰς πολλῶν σωτηρίαν διεφύλαξε, πατάξας τὸν ἀλιτήριον. Τοῦ γὰρ θεοστυγοῦς ἐξείνου Φλορεντίου ἐπὶ τῇ τοῦ μακαρίου ἀνδρὸς ὑποχωρήσει ἀγαλλιασθέντος, καὶ ἐν τῷ ἡλιακῷ τοῦ οἴκου, ἐν ᾧ κατῴκει, ἑστῶτος, ἀθρόον σὺν τῷ ῥηθέντι ἡλιακῷ ἀφ' ὕψους μεγάλου πέπτωκεν, ἀξίαν τῆς ἑαυτοῦ πονηρίας δίκην τίσας, καὶ θάνατον ὀλέθριον ἀπενεγκάμενος. Τοῦτο θεασάμενος ὁ ἀνωτέρω πολλάκις μνημονευθεὶς Μαῦρος ὁ τοῦ ἁγίου πατρὸς φοιτητὴς, ἤδη τῷ ἁγίῳ ἀπέχοντι ὁδοῦ διάστημα σημείων δέκα ἀπέστειλε πρὸς αὐτὸν, λέγων· « Ὑπόστρεψον, πάτερ, ὑπόστρεψον, ὁ πρεσβύτερος γὰρ ὁ μάτην σε καταδιώξας τέθνηκε. » Ταῦτα ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, ἑαυτὸν ἐν μεγάλῳ πένθει κατέτηξεν, διὰ τὸν ἐκείνον οἴκτιστον θάνατον· ἐλυπήθη δὲ ἐπὶ τῷ οἰκείῳ μαθητῇ, ὡς δῆθεν ἐπιχαρέντι τῷ τοῦ Φλορεντίου ἐλεεινῷ πτὼματι, ἐντειλάμενος αὐτῷ μετανοεῖν ὑπὲρ τοῦ τοιούτου σφάλματος, ὡς χαραποιηθέντι ἐπὶ τῷ τοῦ Φλορεντίου θανάτῳ.
ΠΕΤΡ. Θαυμαστά εἰσιν ὄντως καὶ ἐκπλήττοντά με ἅπερ ἔφης. Ἐπὶ γὰρ τοῦ ὕδατος τοῦ διὰ τῆς τοῦ μακαρίου προσευχῆς, ἐκ τοῦ ὄρους ποταμηδὸν βλύσαντος, τὸν Μοϋσῆν κατανοῶ, ἐν δὲ τῷ σιδηρῷ ἐργαλείῳ, τῷ ἐκ βυθοῦ τῶν ὑδάτων τοῦ λάκκου ἀνελθόντι, Ἐλισσαῖον ὁρῶ ἐν τῇ τοῦ ὕδατος πορείᾳ Πέτρον νοῶ· ἐν δὲ τῇ τοῦ κόρακος ὑπακοῇ, Ἡλίανβλέπω. Ὡς οὖν ὑπολαμβάνω, ὁ ἀνὴρ οὗτος χαπίσματος τοῦ πνεύματος πάντων τῶν δικαίων τοῦτων ἀνάπλεως ὑπῆρχεν.
ΓΡΗΓΟΡ. Ὁ τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, Πέτρε, ἑνὸς πνεῦμα εἶχεν, ὅπερ διὰ τῆς δωρηθείσης ἀπολυτρώσεως πάντων τῶν ἐκλεκτῶν τὰς καρδίας ἐπλήρωσε. Περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης εἴρηκεν· « Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Περὶ οὗ πάλιν γέγραπται, « Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν. » Καὶ γὰρ οἱ τοῦ Θεοῦ ἄνθρωποι ἅγιοι ἠξιώθησαν παρὰ κυρίου χαρισμάτων δύναμιν δέξασθαι, οὐ μὴν δὲ καὶ ἄλλοις παραδοῦναι. Αὐτὸς δὲ σημεῖα δυνάμεως δέδωκεν τοῖς ὑποτεταγμένοις, ὅστις ἑαυτὸν δοτῆρα τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου ὑπέσχετο τοῖς ἐχθροῖς δοῦναι, ὅπως ἐνώπιον τῶν ὑπερηφάνων ἀποθανεῖν καταξιώσῃ, καὶ ἐπ' ὄψεσι τῶν ταπεινοφρόνων ἀναστῃναι, ἵνα ἐκεῖνοι μὲν, ὅπερ καταλεῖψαι ὤφελον, θεάσωνται, καὶ οὗτοι ὅπερ σεβόμενοι ἀγαπῆσαι ὤφελον. Ἐξ οὗπερ μυστηρίου γέγονε τοῦτο, ἵνα οἱ μὲν ὑπερήφανοι θεάσωνται τὴν τοῦ θανάτου ἐξουδένωσιν, οἱ ταπεινόφρονες δὲ τὴν δόξαν τῆς κατὰ τοῦ θανάτου ἐξουσίας.
ΠΕΤΡ. Δυσωπῶ οὖν σε, σεβάσμιε δέσποτα, μετὰ ταῦτα· ἐν ποίοις τόποις ὁ ἅγιος ἐκεῖνος ἀνὴρ μετῴκησε, καὶ τίνας ἐν αὐτοῖς δυνάμεις διεπράξατο, γνώρισον ἡμῖν.
ΓΡΗΓΟΡ. Ὁ ὁσιώτατος οὗτος ἀνὴρ ἐν ἑτέροις μετοικήσας τόποις οἴκησιν μὲν ἤλλαξεν, ἐχθρὸν δὲ οὐχί. Μεγάλους γὰρ μετέπειτα καὶ βαρυτέρους πολέμους ὑπὸ τοῦ τῆς κακίας εὑρετοῦ ὑπέμεινεν. Ὅσον δὲ τὰς τῶν πειρασμῶν νιφάδας ὁ ἀδάμαστος οὗτος ἂνὴρ καθ' ἑαυτοῦ ἐπινοουμένας ἑώρα. τοσοῦτον ἔσπευδεν ἀνταγωνιστὴν ἀήττητον ἑαυτὸν ὀφθῆναι, κατὰ τῶν ἐκείνου μηχανημάτων τῷ τοῦ ζωοποιοῦ σταυροῦ θυρεῷ καθοπλιζόμενος. Κάστρον τοίνυν ὅπερ Κάσινον λέγεται, ἐν τῷ ὑψηλῷ τοῦ ὅρους πλαγίῳ διάκειται, ὅπερ ὄρος τῇ ἑαυτοῦ ἐκτάσει τὸ εἰρημένον ἐγκολπίζεται κάστρον, καὶ ἕως τριῶν μιλίων ἡ τοῦ ὄρους ἀκρώρεια ὑπέρκειται, ὥστε παρὰ τοῖς ἀγνοοῦσιν ὡς ἀστέρα φαίνεσθαι. Ἐν ᾧ παλαιότατον ἱερὸν ἑλληνικὸν ὑπὸ τῶν ἀρχαίων ᾠκοδομημένον ὑπῆρχεν· ἐν τούτῳ ὑπὸ τῶν τοῦ λαοῦ ἁπλουστέρων ὁ Ἀπόλλων ἐσέβετο. Κύκλῳ δὲ τοῦ μιαρωτάτου ἐκείνου ναοῦ πλῆθος βωμῶν ἐτύγχανε. Καὶ ἕως τότε τῶν ἀπίστων ἀνήρχετο ἐκεῖσε πλῆθος πολὺ, θυσίαις τε καὶ σπονδαῖς, καὶ κνίσσαις τῷ αὐτόθι τοῦ Ἀπόλλωνος ἀγάλματι λατρεύοντες· ὁ δὲ τὸν νοῦν πεφωτισμένος, καὶ τῆς εὐσεβείας ζηλωτὴς Βενέδικτος ἐπὶ τὸν τόπον παραγενόμενος, καὶ θαρσαλείῳ τῷ φρονήματι εἰσελθὼν, τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος συνέτριψε, τοὺς βωμοὺς κατέστρεψε, καὶ τὰ ἄλση ἐνέπρησε, καὶ ἐν αὐτῷ τῷ ναῷ τοῦ Ἀπόλλωνος εὐκτέριον ἡγιασμένον τοῦ ἁγίου Μαρτίνου πεποίηκεν. Ἔνθα δὴ ὁ βωμὸς τοῦ Ἀπόλλωνος ἵδρυτο, σεβάσμιον εὐκτήριον ἡγιασμήνον τοῦ Ἰωάννου συνεστήσατο. Ἐντεῦθεον λοιπὸν τὸ ἐκεῖσε κατοικοῦν τοῦ λαοῦ πλῆθος τῆ αὐτοῦ διδασκαλίᾳ ὁδηγούμενον πρὸς Θεὸν ἐπεστρέφετο. Ἀλλὰ ταῦτα μὴ ὑποφέρων ὁ σκολιὸς τῶν πιστῶν ἐκθρὸς, οὐκέτι λοιπὸν ἀφανῶς, ἢ δι' ἐνυπνίων, ἀλλὰ φανερῶς ἑαυτὸν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ἐπεδείκνυτο, καὶ μεγίσταις φωναῖς ἐβὸα, βίαν αὐτὸν ὑπὸ τοῦ ἁγίου ὑπομεμενηκέναι, ὥστε καὶ τοὺς ἀδελφούς τῶν φωνῶν αὐτοῦ ἀκούειν, εἰ καὶ τὰ μάλιστα τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον οὐκ ἐθεώρουν. Πρὸς οὑς ὁ τῆς ἀληθείας διδάσκαλος ἔλεγε· « Πιστεύσατε, τέκνα, ὅτι τοῖς αἰσθητοῖς μου ὀφθαλμοῖς τὸν ἐκθρὸν φοβερόν τινα, καὶ σπινθηρακώδη ταῖς φαντασίαις φαινόμενον ὁρῶ, ὅστις διά τε τοῦ στόματος καὶ τῶν ὀφθαλμῶν φλόγας πυρὸς ἐκπέμπει » Εἴ τι οὖν ὁ δόλιος ἐφθέγγετο, ἤκουον πάντες. Πρότερον μὴν νὰρ ἐξ ὀνόματος ἐκάλει τὸν ἅγιον. Ἡνίκα δὴ μηδαμῶς αὐτῶ ἀποκρινόμενον τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐθεάσατο, εὐθέως ταῖς κατὰ αὐτοῦ λοιδορίαις τὴν μιαρωτάτην αὐτοῦ ἐκίνησε γλῶτταν, καὶ τὸν τοῦ Θεοῦ φίλον ταῖς ὕβρεσιν ἔβαλλεν· εἶτα πάλιν ἐφώνει τὸν ἅγιον λέγων, « Βενέδικτε, Βενέδικτε » · αὐτοῦ δὲ μὴ ἀποκρινομένου, παραυτὰ προσθεὶς ἔλεγε· « Κατηραμένε, καὶ οὐκ εὐλογημένε, τί ἔχεις μετ' ἐμοῦ; τί με καταδιώκεις; » Ὑπομνητέα εἰσὶν ὄντως τὰ κατὰ τὸν δοῦλον τοῦ Θεοῦ προς τὸν ἀρχαῖον ἐχθρὸν νὲα ἀγωνίσματα, ᾧ τινι πολέμους τοιούτους παρήγαγεν· ἀλλὰ τῇ ὑποθέσει τῆς νίκης διηκόνησεν ὁ βίος [ Forte βίαιος].
CAPUT VIII. De pane veneno infecto per corvum longius projecto. Gregorius. Cum jam loca eadem in amorem Domini Dei nostri Jesu Christi longe lateque fervescerent, saecularem vitam multi relinquerent, et sub leni Redemptoris jugo cervicem cordis edomarent, sicut mos pravorum est invidere aliis virtutis bonum quod ipsi habere non appetunt, vicinae ecclesiae presbyter, Florentius nomine, hujus nostri subdiaconi Florentii avus, antiqui hostis malitia percussus, sancti viri studiis coepit aemulari, ejusque conversationi derogare: quosque etiam posset, ab illius visitatione compescere. Cumque jam se conspiceret ejus profectibus obviare non posse, et conversationis illius opinionem crescere, atque multos ad statum vitae melioris, ipso quoque opinionis ejus praeconio indesinenter vocari, invidiae facibus magis magisque succensus, deterior fiebat: quia conversationis illius appetebat habere laudem, sed habere laudabilem vitam nolebat. Qui ejusdem invidiae tenebris caecatus, ad hoc usque perductus est, ut servo omnipotentis Dei infectum veneno panem quasi pro benedictione transmitteret. Quem vir Dei cum gratiarum actione suscepit, sed eum quae pestis lateret in pane non latuit. Ad horam vero refectionis illius ex vicina silva corvus venire consueverat, et panem de manu ejus accipere. Qui cum more solito venisset, panem quem presbyter transmiserat, vir Dei ante corvum projecit, eique praecepit, dicens: In nomine Jesu Christi Domini nostri tolle hunc panem, et tali eum in loco projice, ubi a nullo hominum possit inveniri. Tunc corvus aperto ore, expansis alis circa eumdem panem coepit discurrere, crocitare, ac si aperte diceret, et obedire se velle, et tamen jussa implere non posse. Cui vir Domini praecipiebat iterum atque iterum, dicens: Leva, leva securus, atque ibi projice ubi inveniri non possit. Quem diu demoratus, quandoque corvus momordit, levavit, et recessit. Post trium vero horarum spatium abjecto pane rediit, et de manu hominis Dei annonam quam consueverat accepit. Venerabilis autem Pater contra vitam suam inardescere sacerdotis animum videns, illi magis quam sibi doluit. Sed praedictus Florentius, quia magistri corpus necare non potuit, se ad exstinguendas discipulorum animas accendit: ita ut in horto cellae, cui Benedictus inerat, ante eorum oculos nudas septem puellas mitteret, quae coram eis sibi invicem manus tenentes, et diutius ludentes, illorum mentes ad perversitatem libidinis inflammarent. Quod vir sanctus de cella conspiciens, lapsumque adhuc tenerioribus discipulis pertimescens, idque pro sua solius persecutione fieri pertractans, invidiae locum dedit, atque oratoria cuncta quae construxerat, substitutis praepositis adjunctis fratribus ordinavit, et paucis secum monachis ablatis habitationem mutavit loci. Moxque ut vir Dei ejus odia humiliter declinavit, hunc omnipotens Deus terribiliter percussit. Nam cum praedictus presbyter stans in solario Benedictum discessisse cognosceret et exsultaret, perdurante immobiliter tota domus fabrica, hoc ipsum in quo stabat solarium cecidit, et Benedicti hostem conterens exstinxit. Quod viri Dei discipulus, Maurus nomine, statim venerabili Patri Benedicto qui adhuc a loco eodem vix decem millibus aberat, aestimavit esse nuntiandum, dicens: Revertere, quia presbyter qui te persequebatur, exstinctus est. Quod vir Dei Benedictus audiens, sese in gravibus lamentationibus dedit, vel quia inimicus occubuit, vel quia de inimici morte discipulus exsultavit. Qua de re factum est, ut eidem quoque discipulo poenitentiam indiceret, quod mandans talia, gaudere de inimici interitu praesumpsisset.
Petr. Mira sunt et multum stupenda quae dicis. Nam in aqua ex petra producta, Moysen (Num. XX.); in ferro vero, quod ex profundo aquae rediit, Elisaeum (IV Reg. VI, 7); in aquae itinere, Petrum (Matth. XIV, 29); in corvi obedientia, Eliam (III Reg. XVII, 6); in luctu autem mortis inimici, David video (II Reg. I, 11; XVIII, 33). Ut perpendo, vir iste spiritu justorum omnium plenus fuit.
Gregor. Vir Dei Benedictus, Petre, unius Dei spiritum habuit qui per concessae redemptionis gratiam electorum corda omnium implevit, de quo Joannes dicit: Erat lux vera quae illuminat omnem hominem venientem in hunc mundum (Joan. I, 9). De quo rursus scriptum est: De plenitudine ejus nos omnes accepimus (Ibid., 16). Nam sancti Dei homines potuerunt a Domino virtutes habere, non etiam aliis tradere. Ille autem signa virtutis dedit subditis, qui se daturum signum Jonae promisit inimicis (Matth. XII, 39): ut coram superbis mori dignaretur, coram humilibus resurgere: quatenus et illi viderent quod contemnerent, et isti quod venerantes amare debuissent. Ex quo mysterio actum est, ut dum superbi aspiciunt despectum mortis, humiles contra mortem acciperent gloriam potestatis.
Petr. Quaeso te post haec, ad quae loca vir sanctus migraverit, vel si aliquas in eis virtutes postmodum ostenderit, innotesce.
Gregor. Sanctus vir ad alia demigrans loca non hostem mutavit. Nam tanto post graviora praelia pertulit, quantum contra se aperte pugnantem ipsum malitiae magistrum invenit. Castrum namque quod Cassinum dicitur, in excelsi montis latere situm est, qui videlicet mons distenso sinu hoc idem castrum recepit, sed per tria millia in altum se subrigens, velut ad aera cacumen tendit: ubi vetustissimum fanum fuit, in quo ex antiquorum more gentilium a stulto rusticorum populo Apollo colebatur. Circumquaque etiam in cultu daemonum luci succreverant, in quibus adhuc eodem tempore infidelium insana multitudo sacrificiis sacrilegis insudabat. Illuc itaque vir Dei perveniens, contrivit idolum, subvertit aram, succendit lucos, atque in ipso templo Apollinis oraculum beati Martini, ubi vero ara ejusdem Apollinis, fuit oraculum sancti Joannis construxit, et commorantem circumquaque multitudinem praedicatione continua ad fidem vocabat. Sed haec antiquus hostis tacite non ferens, non occulte vel per somnium, sed aperta visione ejusdem Patris oculis sese ingerebat, et magnis clamoribus vim se perpeti conquerebatur, ita ut voces illius etiam fratres audirent, quamvis imaginem minime cernerent. Ut enim discipulis suis venerabilis Pater dicebat, corporalibus ejus oculis idem antiquus hostis teterrimus et succensus apparebat, qui in eum ore oculisque flammantibus saevire videbatur. Jam vero quae diceret audiebant omnes: prius enim hunc vocabat ex nomine. Cui cum vir Dei minime responderet, ad ejus mox contumelias erumpebat. Nam cum clamaret, dicens: Benedicte, Benedicte, et eum sibi nullo modo respondere conspiceret, protinus adjungebat: Maledicte, non Benedicte, quid mecum habes? quid me persequeris? Sed jam nunc spectanda sunt contra Dei famulum antiqui hostis nova certamina, cui pugnam quidem volens intulit, sed occasiones victoriae ministravit invitus.
CAPUT IX. ΚΕΦΑΛ. Θ'. Περὶ λίθου παμμεγέθους διὰ προσευχῆς αὐτοῦ ἐλαφροῦ γενομένου. Ἑν μιᾷ τῶν ἡμερῶν, τῶν ἀδελφῶν, κτιζόντων τὴν τοῦ κελλίου οἴκησιν ἔνθα τὸν ἅγιον ἡσυχάζειν ἐχρήν, λίθος ἐν τῷ μέσῳ ἔκειτο, ὃν ἐν τῷ κτίσματι θεῖναι οἱ ἀδελφοὶ ἐβούλοντο. Ἐν δὲ τῷ ἐλθεῖν ἐπὶ τὸ κινῆσαι τὸν λίθον τρεῖς τὸν ἀριθμὸν τοὺς ἀδελφοὺς, τοῦτον ἀπὸ τῆς γῆς κουφίσαι οὐκ ἴσχυσαν. Πλεῖστοι δὲ πάλιν συνελθόντες, καὶ μηδὲν ὀνήσαντες, διέμεινεν ὁ λίθος ἀσάλευτος, ὥστε δοκεῖν αὐτοῖς ἐῤῥιζωμένον ἐν τῇ γῇ αὐτὸν εἶναι. Τοῦτο δὲ πᾶσι φανερὸν γέγονεν, ὅτι ἐπάνω αὐτοῦ αὐτὸς ὁ διάβολος ἐκαθέζετο, ὃν τοσούτων ἀνδρῶν χεῖρες κινῆσαι οὐκ ἴσχυον. Ἐν ἀπορίᾳ δὲ γενόμενοι οἱ ἀδελφοὶ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπέστειλαν, ἐπὶ τῷ αὐτὸν σκυλέντα ἀποδιῶξαι τὸν ἐχθρὸν διὰ τῆς ἑαυτοῦ πρὸς Θεὸν πρεσβείας, ὅπως τὸν λίθον ἆραι δυνηθῶσι. Ὅστις εὐθέως παραγεγονὼς, καὶ εὐχὴν ποιήσας, ἐπέστρεψε τοῖς μαθηταῖς ἆραι τὸν λίθον. Τοσαύτῃ δὲ εὐκόλῳ σπουδῇ ὁ λίθος ἤρθη, ὥστε νομίζειν αὐτοὺς μηδὲν Βάρος αὐτὸν ἐσχηκέναι, τὸ πρότερον ἀκίνητον ὄντα.
CAPUT IX. De ingenti saxo per viri Dei orationem levato. Quadam die dum fratres habitacula ejusdem cellae construerent, lapis in medio jacebat quem in aedificium levare decreverant. Cumque eum duo vel tres movere non possent, plures adjuncti sunt, sed ita immobilis mansit, ac si radicitus in terra teneretur: ut palam daretur intelligi, quod super eum ipse per se antiquus hostis sederet, quem tantorum virorum manus movere non possent. Difficultate igitur facta, ad virum Dei missum est ut veniret, et orando hostem repelleret ut lapidem levare possent. Qui mox venit, et orationem faciens benedictionem dedit, et tanta lapis celeritate levatus est, ac si nullum prius pondus habuisset.
CAPUT X. ΚΕΦΑΛ. Ι'. Περὶ τοῦ εὑρεθέντος χαλκοῦ ζωδίου, ὅθεν ἐξῆλθεν ἐν φαντασίᾳ τὸ πῦρ. Ἔδοξεν οὖν τῷ ἁγίῳ τοῖς οἰκείοις ἐπιτρέψαι μαθηταῖς, ἵνα ἐν τῷ τὸπῳ ἐκείνῳ, ἐν ᾧ ὁ λίθος τὸ πρὶν ἔκειτο, τὴν γῆν ὀρύξωσι· κατὰ τὸ προσταχθὲν αὐτοῖς οὖν, βαθὺ ὤρυγμα πεποιηκότες, εἴδωλον χαλκοῦν εὗρον ἐκεῖσε, ὄπερ ὲν τῷ μαγειρείῳ ῥιφὲν, αἰφίδιον πῦρ ἐξῆλθεν ἀπ' αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν μοναχῶν ἐδειξε ταῖς ἑαυτοῦ φαντασίαις, ὡς ὅτι ἅπαν τὸ τοῦ μαγειρείου κτίσμα κατεκαύθη. Ἤρξαντο οὖν οἱ ἀδελφοὶ ἐν θορύβῳ πολλῷ ὕδωρ ἐπιχέειν, ὡς δῆθεν σβεννύοντες τὴν ἐν ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἐχθροῦ φαντασιώδη φλόγα γεγονυῖαν. Αἰσθόμενος δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος τοὺς ἀδελφοὺς ἐν θορύβῳ πολλῷ γεγονότας, καὶ τὴν αἰτίαν παρ' αὐτῶν ἐγνωκὼς, ἐν τῷ μαγειρείῳ παραγέγονε, καὶ τὸ πῦρ ὅπερ ἔλεγον οἱ ἀδελφοὶ ὁρᾷν, αὐτὸς ἔφασκε μηδαμῶς τοῦτο θεωρεῖν, εὐθέως δὲ τὴν κεφαλὴν τῷ Θεῷ κατὰ τὸ συνῆθες εἰς προσευχὴν κλίνας, ἐδέετο ὑπὲρ τοῦ ἀπελθεῖν ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν τὴν φανεῖσαν αὐτοῖς τοῦ ἐχθροῦ φαντασιώδη χλεύην. Ἀναστὰς δὲ ἀπὸ τῆς προσευχῆς, τοὺς ἀπατηθέντας τῶν ἀδελφῶν ὀφθαλμοὺς ἐῤῥωμένους εν τῇ τοῦ σώματος φυσικῇ ὁράσει ἀποκατέστησε διὰ τῆς αὐτοῦ πρὸς τὸν Θεὸν ἑκεσίας, ὥστε οὐκέτι ἐθεάσαντο τὸ τοῦ μαγειρείου κτίσμα ταῖς τοῦ διαβόλου φλογαῖς καιόμενον. ἀλλ' ἐν ὀρθαλμοῖς αὐτῶν ὡρᾶτο ἄφλεκτον καὶ ἀσάλευτον.
CAPUT X. De phantastico coquinae incendio. Tunc in conspectu viri Dei placuit ut in eodem loco terram foderent. Quam dum fodiendo altius penetrarent, aereum illic idolum fratres invenerunt. Quo ad horam casu in coquinam projecto, exire ignis repente visus est, atque in cunctorum monachorum oculis quia omne ejusdem coquinae aedificium consumeretur ostendit. Cumque jaciendo aquam, et ignem quasi exstinguendo perstreperent, pulsatus eodem tumultu vir Dei advenit. Qui eumdem ignem in oculis fratrum esse, in suis vero non esse considerans, caput protinus in orationem flexit, et eos quos phantastico reperit igne deludi, revocavit fratres, ut oculos suos signarent monuit, ut et sanum illud coquinae aedificium assistere cernerent, et flammas quas antiquus hostis finxerat, non viderent.
CAPUT XI. ΚΕΦΑΛ. ΙΑ'. Περὶ τοῦ συντριβέντος παιδὸς ἐν τῷ συμπτώματι. Πάλιν οἰκοδομούντων τῶν ἀδελφῶν τοῖχον, καὶ εἰς ὕψος τὸ κτίσμα ἄγειν σπευδόντων, ὁ τοῦ Θεοῦ θεράπων εἰς τὸ ἑαυτοῦ κέλιον σχολάζων ἦν ἐν τῇ προσευχῇ· ᾧτινι ὁ παμμίαρος ἐχθρὸς ἐπιχαιρόμενος τῷ δοκεῖν ὤφθη, καὶ ὅτι πρὸς τοὺς ἐν τῇ οἰκοδομῇ ἐργαζομένους ἐπορεύετο, ἐμήνυσεν. Ὅπερ γνοὺς ὁθεοφόρος ἀνὴρδιὰ μηνύσεως ταχυτάτης τοῖς ἀδελφοῖς ἐσήμανε λέγων· « Τέκνα, προσέχετε ἑαυτοῖς ὅτι πρὸς ὑμᾶς τῇ ὥρᾳ ταύτῃ ὁ πειράζων διάβολος ἔρχεται. » Ὁ δὲ τὴν ἀγγελίαν τοῖς ἀδελφοῖς ἀγαγὼν, μήπω ταύτην ἐξαγγεῖλαι φθάσας, ἰδοὺ τὸ πονηρὸν πνεῦμα τὸν κτιζόμενον τοῖχον κατέστρεψε, καὶ ἕνα μοναχὸν ἔτι νέαν ἄγοντα τὴν ἡλικίαν, υἱὸν γενόμενον κοριαλίου τινὸς, τὸ γεγονὸς σύμπτωμα συνέτριψεν. Οἱ δὲ τοῦ ἁγίου μαθηταὶ τοῦτο ἑωρακότες καὶ περίλυποι γενόμενοι, οὐ τοσοῦτον διὰ τὴν τοῦ τοίχου καταστροφὴν, ὅσον διὰ τὸν τοῦ ἀδελφοῦ κίνδυνον, τῷ σεβασμίῳ πατρὶ Βενεδίκτῳ μετὰ δακρύων προσῆλθον, τὸ συμβὰν ἀναγγέλλοντες. Ὁ δὲ συμπαθέστατος πατὴρ προσέταξε τοῦτον πρὸς ἑαυτὸν ἐνεχθῆναι, ὅντινα ταῖς χερσὶν ἆραι οὐκ ἴσχυσαν, καθ' ὅτι οἱ πεπτωκότες λίθοι ἀπὸ τοῦ τοίχου οὐ μόνον αὐτοῦ τὸ σῶμα, ἀλλὰ καὶ τὰ ὀστᾶ συνέτριψαν. Ἀδυνάτως οὖν ἔχοντες ταῖς χερσὶν, ὡς εἴρηται, τοῦτον ἆραι, ἀναγκαῖον ἠτήσαντο ἐν σαγίῳ ἀνακλῖναι αὐτὸν, καὶ οὕτως πρὸς τὸν σημειοφόρον ἀγαγεῖν Βενέδικτον. Παραυτὰ δὲ ἐκέλευσεν αὐτὸν ἀναθῆναι ἐν τῷ ἑαυτοῦ ψιαθίῳ ἐν ᾧ εὔχεσθαι εἰώθει· καὶ ἐκβαλὼν ἔξω τοὺς ἀδελφοὺς, καὶ τὴν θύραν τοῦ κελλίου ἀποκλείσας, ἑαυτὸν εἰς προσευχὴν ἐκδέδωκε· καὶ κλίνας γόνυ τὸν Θεὸν ἱκέτευεν ὑπὲρ τῆς τοῦ συντριβέντος ἀδελφοῦ ἰάσεως. Καὶ ἦν ἰδεῖν ἐν τῇ ῶρᾳ ἐκείνῃ θαῦμα ἀληθῶς φρίκης καὶ ἐκστάσεως ἄξιον· μετὰ γὰρ την τῆς προσευχῆς τελείωσιν, παραυτίκα ὁ νεανίας μόνος ἀνέστη ὑγιὴς ὅλῳ τῷ σώματι. Ὁ δὲ ἅγιος τοῦτον πάλιν ἀπέστειλε πρὸς τοὺς ἀδελφοὺς, ἐπὶ τῷ σὺν αὐτοῖς ἐργάζεσθαι ἐν τῇ τοῦ συμπεπτωκότος τοίχου οἰκοδομῇ. Ὁ δὲ ἐξθρὸς προσδοκήσας τῇ ἑαυτοῦ ἀπατηλῇ ἐνεργείᾳ, διὰ τοῦ παρ' αὐτοῦ ἐπινοηθέντος κινδύνου θάνατον ἐπαγαγεῖν τῷ ἀδελφῷ, μᾶλον δι' αὐτοῦ κατῃσχύνθη, καὶ χλεύην, ἥνπερ τῷ μακαρίῳ ἡτοίμασεν ἑαυτῷ ἐπεσπάσατο, ὄνειδός τε καὶ καταφρόνησις παρὰ τοῖς τοῦ ἁγίου μαθηταῖς γενόμενος. Ἐντεῦθεν λοιπὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος προφητείας χάριν παρὰ Θεοῦ ἐκομίσατο τοῦ προλέγειν τὰ μέλλοντα, καὶ μηνύειν ὡς ἐνεστῶτα.
CAPUT XI. De puerulo monacho parietis ruina confracto, et ejus oratione sanato. Rursus dum fratres parietem, quia res ita exigebat, paulo altius aedificarent, vir Dei in orationis studio intra cellae suae claustra morabatur. Cui antiquus hostis insultans apparuit, et ei quod ad laborantes fratres pergeret indicavit. Quod vir Dei per nuntium celerrime fratribus indicavit, dicens: Fratres, caute vos agite, quia ad vos hac hora malignus spiritus venit. Is qui mandatum detulit, vix verba compleverat, et malignus spiritus eumdem parietem qui aedificabatur evertit, atque unum puerulum monachum cujusdam curialis filium opprimens, ruina contrivit. Contristati omnes ac vehementer afflicti non damno parietis, sed contritione fratris, venerabili Patri Benedicto studuerunt celeriter cum gravi luctu nuntiare. Tunc idem Pater Benedictus dilaceratum puerum ad se deferri jubet. Quem portare non nisi in sago potuerunt: quia collapsi saxa parietis, non solum ejus membra, sed etiam ossa contriverant. Praecepitque vir Dei statim eum in cella sua in psiathio, quod vulgo matta vocatur, in quo orare consueverat, projici, missisque foras fratribus cellam clausit: qui orationi instantius quam solebat incubuit. Mira res, eadem hora hunc incolumem, atque ut prius valentem ad eumdem iterum laborem misit, ut ipse quoque parietem cum fratribus perficeret, de cujus se interitu antiquus hostis Benedicto insultare credidisset.
CAPUT XII. ΚΕΦΑΛ. ΙΒ'. Περὶ τῶν μοναχῶν τῶν μεταλαμβανόντων τροφῆς παρὰ τὸν κανόνα. Παράδοσις κανονικὴ ὑπὸ τοῦ ἁγίου ἐν τῇ μονῇ ὑπῆρχε νομοθετηθεῖσα, ἵνα ἀποστελλομένων ἀδελφῶν εἰς διακονίαν, μήτε βρώσεως, μήτε πόσεως μεταλάβωσι, μέχρις ἂν ἐν τῇ μονῇ ὑποστρέψωσι· καὶ οὕτως ὁ κανὼν ἀκριβὴς παρ' αὐτῶν ἐφυλάττετο. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, τινὲς τῶν ἀδελφῶν εἰς διακονίαν ὑπὸ τοῦ τιμίου τούτου ἀνδρὸς ἐστάλησαν· συνέβη οὖν τοὺς σταλέντας μοναχοὺς διάστημα πολὺ τῆς ὁδοῦ διανύσαντας, καὶ μὴ φθάσαντας ἐπαναλῦσαι ἐν τῇ μονῇ ὀψίας ἤδη γενομένης, καὶ τῆς ὥρας κατεπειγούσης, καταλῦσαι πρός τινα σεμνοτάτην παρθένον, καὶ ἐν τῷ κελλίῳ αὐτῆς μεταλαβεῖν τροφῆς· Ἀπέστειλαν δὲ ἕνα τῶν ἀδελφῶν πρὸς τὸν ἡγιασμένον πατέρα Βενέδικτον πρὸς τὸ αἰτήσασθαι εὐχὴν κατὰ τὸ ἔθος, ἵνα μεταλάβωσι τροφῆς· ὁ δὲ προγνωστικὸς ἐκεῖνος πατὴρ ἠρώτησεν αὐτὸν, λέγων· « Ποῦ μετελάβετε τροφῆς; » ὁ δὲ ἀπεκρίνατο, « Οὐδαμοῦ, πάτερ· » πρὸς οὓς ὁ ἅγιος ἔφη· « Ἵνα τί οὕτω ψεύδεσθε; οὐχὶ ἐν τῷ κελλίῳ τῆσδε τῆς παρθένου κατελύσατε, καὶ τροφῆς μετελάβετε; οὐχὶ τούτων κᾀκείνων τῶν ἐδεσμάτων ἐγεύσασθε; οὐχὶ τοσαῦτα ποτήρια ἐπίετε; » Τῇ ἐπαύριον δὲ ἐπανελθόντων τῶν μοναχῶν ἐκ τῆς προσταχθείσης αὐτοῖς διακονίας, σοφῶς τε καὶ ἐπιστημόνως ὑπὸ τοῦ πατρὸς διελεγχθέντες, τὴν τε οἰκίαν τῆς γυναικὸς καὶ τὰ εἴδη τῶν Βρωμάτων, καὶ τὸ μέτρον τῶν ποτηρίων φανερώσαντες, ἑαυτοὺς καταγνόντες πρὸς τοὺς τιμίους αὐτοῦ πόδας ἔπεσαν, ἡμαρτηκέναι ὁμολογοῦντες· αὐτὸς δὲ ὁ πρᾳότατος πατὴρ εὐθέως τὸ σφάλμα αὐτοῖς συνεχώρησε, πληροφορηθεὶς τοῦτο. ὡς ἀπόντος αὐτοῦ, οὐ μὴ τοῦ λοιποῦ παραβῶσι τὴν παραδοθεῖσαν αὐτοῖς ὑπὸ τοῦ ἁγίου ἐντολὴν, ὅνπερ ἐν πνεύματι ἁγίῳ συμπαρόντα αὐτοῖς καὶ ἀποῦσιν ἔγνωσαν.
CAPUT XII. De monachis qui extra cellam comederant. Coepit vero inter ista vir Dei prophetiae etiam spiritu pollere, ventura praedicere, praesentibus etiam absentia nuntiare. Mos etenim cellae fuit, ut quoties ad responsum aliquod egrederentur fratres, cibum potumque extra cellam minime sumerent. Cumque hoc de usu regulae sollicite servaretur, quadam die ad responsum fratres egressi sunt, et in eo tardiori compulsi sunt hora demorari. Qui manere juxta religiosam feminam noverant, cujus ingressi habitaculum sumpserunt cibum. Cumque jam tardius ad cellam rediissent, benedictionem Patris ex more petierunt. Quos ille protinus percontatus est, dicens: Ubi comedistis? Qui responderunt: Nusquam. Quibus ille ait: Quare ita mentimini? Nunquid illius talis feminae habitaculum non intrastis? nunquid hos atque illos cibos non accepistis? nunquid tot calices non bibistis? Cumque eis venerabilis Pater et hospitium mulieris, et genera ciborum, et numerum potionum diceret, recognoscentes cuncta quae egerant, ad ejus pedes tremefacti ceciderunt, et se deliquisse confessi sunt. Ipse autem protinus culpam pepercit, perpendens quod in ejus absentia ultra non facerent, quem praesentem sibi esse in spiritu scirent.
CAPUT XIII. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τοῦ σαρκικοῦ ἀδελφοῦ Βαλεντίνου μοναχοῦ. Ἀνήρ τις ὑπῆρχε, κοσμικὸς μὲν τῷ σχήματι, σπουδαῖος δὲ τοῖς τρόποις καὶ λίαν φιλομόναχος, ἀδελφὸς τυγχάνων Βαλεντίνου μονάζοντος, οὗ καὶ τὸ πρότερον μνείαν πεποίημαι. Ὅς τις κατ' ἐνιαυτὸν παρέβαλε πρὸς τὸν σημειοφόρον πατέρα Βενέδικτον ἐπὶ τὸ ἀπολαύειν τῆς τούτου ψυχωφελοῦς διδασκαλίας, καὶ ἐπισκέψεως χάριν Βαλεντίνου τοῦ ἑαυτοῦ ἁδελφοῦ. Οὗτος τοίνυν ὁ ἀνὴρ νομοθεσίαν ἑαυτῷ ἦν δεδωκὼς, ἵνα ἐξερχόμενος ἐκ τῆς ἑαυτοῦ οἰκίας μηδαμῶς μεταλάβῃ τροφῆς, μέχρις ἂν τῆς τοῦ ἁγίου ἀξιωθῇ εὐχῆς, ἣν καὶ διεφύλαττεν. Ἐν μιᾷ οὖν ὁδεύοντος αὐτοῦ ἐπὶ τὸ μοναστήριον, αἰφνίδιον γέγονέ τις αὐτῷ συνοδοιπόρος, ἄγνωστος παντελῶς, ὅστις ἐπεφέρετο ἐδεσμάτων ποικιλίαν. Βραδυτάτης οὖν ὥρας παρελθούσης, εἷπε πρὸς αὐτὸν ὁ συνοδοιπόρος· « Δεῦρο, ἀδελφὲ, γευσώμεθα, μήπως ἀτονήσωμεν ἐν τῇ ὁδῷ· » πρὸς ὃν ἀποκριθεὶς εἶπεν· « Ἀπέστω, ἀδελφὲ, οὐ μὴ ποιήσω τοῦτο, διότι πρὸς τὸν σεβάσμιον πατέρα Βενέδικτον νῆστις ἔχω συνήθειαν ἀπέρχεσθαι » Ταύτην τὴν ἀπόκρισιν δεξάμενος πρὸς ὀλίγον ἡσύχασεν· ὁδεύσαντος δὲ ὀλίγον τῆς ὁδοῦ διάστημα, πάλιν ὁ συνοδοιπόρος τοῦτον τροφῆς μεταλαβεῖν προετρέπετο, ὁ δὲ ὑπακοῦσαι τούτου οὐκ ἠνέσχετο, ἀλλὰ τὴν πορείαν νῆστις διήνυσε. Πάλιν οὖν διάστημα πλεῖστον ὁδεύσαντες, ἐκ μήκους δὲ τοῦ μοναστηρίου ὄντες, ἦλθον ἐπί τινα τόπον τερπνὸν, ἐν ᾧ πηγὴ διαυγεστάτου ὕδατος ὑπῆρχε, καὶ λιβάδιον εὐανθές. Τότε ὁ συνοδοιπόρος τοῦτον αὖθις προτρεπόμενος ἔλεγεν· « Ἰδοὺ ὕδωρ, ἰδοὺ λιβάδιον, ἰδού ἐπιτήδειος τόπος, ἐν ᾧ δυνησόμεθα τροφῆς μετασχεῖν καὶ ἀναθῆναι ὀλίγον, ὅπως τὴν ὁδὸν ἡμῶν ἀκόπως ἀνύσωμεν. » Ἀρεσθεὶς οὖν τῇ τοῦ τόπου τερπνότητι, καὶ δελεασθεὶς τῇ τοῦ συνοδοιπόρου τρισσῇ συμβουλίᾳ, ἀναπεσὼν καὶ συνεστιασθεὶς αὐτῷ ἀναστάς εἴχετο τῆς εἰς τὸ μοναστήριον ἀπαγούσης ὁδοῦ. Ὁψίας δὲ γενομένης κατέλαβε τὸ τοῦ ἁγίου πατρὸς κελλίον, καὶ δὴ μηνυθεὶς ἐδέξον ὑπὸ τοῦ σεβασμίου ἀνδρὸς Βενεδίκτου. Πεσὼν οὖν ἐπὶ τὴν γῆν, εὐχὴν ᾐτήσατο λαβεῖν. Ὁ δὲ προορατικὸς ἐκεῖνος ἀνὴρ τὸ παράπτωμα ὅπερ κατὰ τὴν ὁδὸν αὐτῷ συνέβηκεν, ὠνείδισε, λέγων· « Τί ἐστιν, ἀδελφὲ, ὅπερ ὁ ἐχθρός σοι διὰ τοῦ συνοδοιπόρου κατειργάσατο; τὸ πρῶτον πλανῆσαί σε οὐκ ἴσχυσεν, εἰς τὸ δεύτερον δελεάσαι σε οὐκ ἠδυνήθη εἰς τὸ τρίτον ἐνίκησε καὶ ἐν οἷς ἠθέλησε κατέλαβε. Τότε ἐκεῖνος τήν ἁμαρτίαν τοῦ ἑαυτοῦ ἀσθενοῦς λογισμοῦ γνωρίσας, τοῖς τοῦ ἁγίου ποσὶ προσκυλινδούμενος, τοσούτῳ μᾶλλον ἤρξατο θρηνεῖν τε καὶ αἰδεῖσθαι τὸ ἑαυτοῦ σφάλμα ὅσον ἑαυτῷ ἐπέγνω ἡμαρτηκέναι, καὶ ἐν τῇ τοῦ πατρὸς ἀπουσίᾳ γενομένην αὐτῷ ὑπὸ τοῦ ἐχθροῦ συμφορὰν, ἐπέγνω σαφῶς ἐν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ταύτην πεπραχέναι.
ΠΕΤΡ. Ἐγὼ τοῦ ἁγίου τούτου ἀνδρὸς τὰς πράξεις ἀκούων, ἐν μὲεν τῷ προορᾷν τὰ μέλλοντα, καὶ τὰ ἐν κρυφῇ δρώμενα εἰς φανερὸν ἄγειν, τοῦ Ἐλισσαίου τὸ πνεῦμα ἐν αὐτῷ ὑπάρχειν ὁρῶ, ὅτι ἀπόντι τῷ μαθητῇ, ὡς παρὼν τὰ κατὰ αὐτοῦ διέγνω.
CAPUT XIII. De fratre Valentiniani monachi, quem vir Dei in via comedisse cognovit. Frater quoque Valentiniani ejus monachi, cujus superius memoriam feci, vir erat laicus, sed religiosus. Qui ut servi Dei orationem perciperet, et germanum fratrem videret, annis singulis de loco suo ad cellam ejus jejunus venire consueverat. Quadam igitur die dum iter ad monasterium faceret, sese illi alter viator adjunxit, qui sumendos cibos in itinere portabat. Cumque jam hora tardior excrevisset, dixit: Veni frater, sumamus cibum, ne lassemur in via. Cui ille respondit: Absit, frater, hoc non faciam, quia ad venerabilem Patrem Benedictum jejunus semper pervenire consuevi. Quo responso percepto, ad horam conviator tacuit. Sed cum post hoc aliquantulum itineris spatium egissent, rursus admonuit ut manducarent. Noluit consentire qui jejunus pervenire decreverat. Tacuit quidem qui ad manducandum invitaverat, et cum eo jejunus adhuc pergere ad modicum consensit. Cumque iter longius agerent, et eos tardior hora fatigaret ambulantes, invenerunt in itinere pratum et fontem, et quaeque poterant ad reficiendum corpus delectabilia videri. Tunc conviator ait: Ecce aqua, ecce pratum, ecce amoenus locus, in quo possumus refici et parum quiescere, ut valeamus iter nostrum postmodum incolumes explere. Cum igitur et verba haec auribus, et loca oculis blandirentur, tertia admonitione persuasus, consensit et comedit: vespertina vero hora pervenit ad cellam. Praesentatus autem venerabili Benedicto Patri, sibi orationem dari petiit: sed mox ei vir sanctus hoc quod in via egerat improperavit, dicens: Quid est, frater, quod malignus hostis, qui tibi per conviatorem tuum locutus est, semel tibi persuadere non potuit, secundo non potuit, at tertio suasit, et te ad hoc quod voluit superavit? Tunc ille reatum infirmae suae mentis agnoscens, ejus pedibus provolutus, tanto magis coepit culpam deflere et erubescere, quanto se cognovit etiam absentem in Benedicti Patris oculis deliquisse.
Petr. Ego sancti viri praecordiis Elisaei (IV Reg. V) spiritum video inesse, qui absenti discipulo praesens exstitit.
CAPUT XIV. ΚΕΦΑΛ. ΙΔ'. Περὶ Τοτίλα τοῦ ῥηγὸς πειράσαντος τὸν ἅγιον. ΓΡΗΓΟΡΙΟΣ. Δέον ἐστὶ, Πέτρε, ἡσυχάζειν σε τέως, ὅπως ἀκούσῃς τὰ μέγιστα. Ἐν τοῖς τῶν Γότθων καιροῖς, ὁ τούτων ῥὴξ Τοτίλας τὸ ὄνομα, ἀκηκοὼς τὰ τοῦ ἁγίου κατορθώματα, καὶ ὅτι προφητικοῦ χαρίσματος ἀνάπλεως τυγχάνει, ἐπὶ τὸ μοναστήριον ὥρμησεν ἐλθεῖν. Καὶ δὴ μήκοθεν τοῦ μοναστηρίου στὰς, τὴν ἑαυτοῦ παρουσίαν τῷ μακαρίῳ ἐμήνυσεν. Ὁ δὲ ἅγιος ἐπέστρεψε τοῦ παραγενέσθαι αὐτὸν πρὸς αὑτόν. Ἐκεῖνος δὲ λογισάμενος ἐν ἑαυτῷ ἀδύνατον εἴναι φθαρτὸν ἄνθρωπον ὄντα προφητικῆς χάριτος μετασχεῖν, τοῦτον πειρᾶσαι ἐτόλμησεν. Ἕνα δέ τινα τῶν αὑτοῦ σπαθαρίων, Ῥίγγωνα, ;εγόμενον, ἠμφίασε τοῖς ἑαυτοῦ ἱματίοις, καὶ τοῖς ὑποδήμασιν ὑπέδησεν, καὶ τοῦτον ;εν τῷ ἑαυτοῦ ὀνόματι πορευθῆναι πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ ἐκέλευσεν, ὡς δῆθεν πειράζων αὐτὸν, παρασχόμενος αὐτῷ δορυφόρους πλείονας. Σὺν αὐτοῖς δὲ καὶ κόμητας ἀπέστειλε, τουτέστι Βουλτερῖκον, Ῥουδερῖκον, καὶ Βρινδῖνον, ἐκ δεξιῶν τε αὐτοῦ καὶ ἐξ εὐωνύμων πλήθη ἀρχόντων καὶ στρατιωτῶν πορευθῆναι προσέταξεν, οἰόμενος διὰ τῆς ἐπιπλάστου ταύτης καὶ ψευδοῦς θεωρίας ἀπατῆσαι τὸν τοῦ Θεοῦ δοᾶλον. Ὡς δὲ τὸ μοναστήριον κατέλαβεν ὑπὸ τῆς τῶν στρατιωτῶν τε καὶ ἀξιωματικῶν δορυφορούμενος τάξεως, συνέβη τὸν ἅγιον ἔν τινι ὑψηλῷ τόπῶ καθήμενον θεωρεῖν τοῦτον ἐρχόμενον· καὶ ἀπὸ διαστήματος ὄντος αὐτοῦ ἐξ οὖπερ ἡ τοῦ ἀγίου φωνὴ ἠδύνατο παρ' ἐκείνου ἀκουσθῆναι, ἔκραξεν ὁ ἅγιος, λέγων· « Ἀπόθου, τέκνον, ἀπόθου τοῦτο ὅπερ ἐνδέδυσαι, οὐκ ἔστι γὰρ σόν· » Ὁστις Ῥίγγων ταῦτα ἀκούσας παρ' αὐτοῦ πεσὼν ἐπί τὴν ἐξέστη, μετανοῶν ἐφ' οἷς ἐδρασεν, ὅτι τοιοῦτον ἅγιον, καὶ διορατικώτατον ἄνδρα διαχλευάσαι ἀπετόλμησε. Πάντες οὖν οἱ σὺν αὐτῷ ὄντες τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἐπὶ τὴν γῆν προσεκύνησαν. Ἀναστάντες δὲ οὐδαμῶς τῷ ἁγίῳ πλησιάσαι ἐτόλμησαν, ἀλλὰ πρὸς τὸν ἑαυτῶν ῥῆγα ὑπέστρεψαν τρέμοντες, καὶ ἑαυτοὺς μεμφόμενοι ἐπὶ τῇ οἰκείᾳ κουφότητι.
CAPUT XIV. De simulatione regis Totilae deprehensa. Gregorius. Oportet, Petre, ut interim sileas, quatenus adhuc majora cognoscas. Gothorum namque temporibus, cum rex eorum Totila sanctum virum prophetiae habere spiritum audisset, ad ejus monasterium pergens, paulo longius substitit, eique se venturum esse nuntiavit. Cui dum protinus mandatum de monasterio fuisset ut veniret, ipse, sicut perfidae mentis fuit, an vir Dei prophetiae spiritum haberet explorare conatus est. Quidam vero ejus spatharius Riggo dicebatur, cui calceamenta sua praebuit, eumque indui vestibus regalibus fecit, quem quasi in persona sua pergere ad Dei hominem praecepit. In cujus obsequio tres qui sibi prae caeteris adhaerere consueverant, comites misit, scilicet, Vult, Ruderic, et Blidin, ut ante servi Dei oculos ipsum regem Totilam esse simulantes, ejus lateribus obambularent; cui alia quoque obsequia atque spatharios praebuit, ut tam ex eisdem obsequiis quam ex purpureis vestibus rex esse putaretur. Cumque idem Riggo decoratus vestibus, obsequentum frequentia comitatus monasterium fuisset ingressus, vir Dei eminus sedebat. Quem venientem conspiciens, cum jam ab eo audiri potuisset, clamavit, dicens: Pone, fili, pone hoc quod portas: non est tuum. Qui Riggo protinus in terram cecidit, et quia tanto viro illudere praesumpsisset, expavit: omnesque qui cum eo ad hominem Dei veniebant, terrae consternati sunt. Surgentes autem, ad eum propinquare minime praesumpserunt, sed ad suum regem reversi, nuntiaverunt trepidi in quanta velocitate fuerant deprehensi.
CAPUT XV. ΚΕΦΑΛ. ΙΕ'. Περὶ ἧς ἐξέθετο προφητείας τῷ αὐτῷ ῥηγί. Τότε δι' ἑαυτοῦ ὁ αὐτὸς ῥὴξ Τοτίλας πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγέγονεν. Ὃν ἡνίκα μήκοθεν καθεζόμενον ἐθεάσατο, οὐδαμῶς ἐτόλμησε προσεγγίσαι αὐτῷ, ἀλλ' ἑαυτὸν ἐπὶ τὴν γῆν ῥίψας, ἐδέετο τῆς παρὰ τοῦ ἁγίου τυχεῖν συγχωρήσεως. Ὁ δὲ τοῦ Θεοῦ θεράπων τοῦτον δὶς καὶ τρὶς προσφωνήσας ἀναστῆναι, καὶ θεασάμενος τῷ φόβῳ αὐτὸν συσχεθέντα μὴ ἀνιστάμενον, Βενέδικτος ὁ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ οἰκέτης δι' ἑαυτοῦ ἀναστῆσαι τὸν ῥηθέντα ῥῆγα Τοτίλαν κατηξίωσε, καὶ τοῦτον περὶ τοῦ ἑαυτοῦ διήλεγξε πράξεων. Καὶ ἐν ὀλίγοις ῥήμασι πάντα τὰ μέλλοντα αὐτῷ συμβεβηκέναι προεμήνυσε, λέγων· « Πολλὰ κακὰ ἐποίησας καὶ ποιεῖς, λοιπὸν ἀπόστηθι τῆς ἀνομίας, καὶ μετανόησον κᾂν ὀψέ ποτε· καὶ γὰρ ἐν Ῥώμῃ μέλλεις εἰσιέναι, καὶ θάλασσαν περάσαι ἔχεις, ἐννέα ἔτη βασιλεύσεις, τῷ δεκάτῳ δὲ ἔτει τελευτήσεις. » Ταῦτα ἀκούσας ὁ τῶν Γότθων ῥὴξ, καὶ τῇ ἀπροσδοκήτῳ τοῦ μακαρίου προφετηίᾳ ἔκθαμβος γενόμενος, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ εὐχὴν αἰτήσας, ἀνεχώρησε τῆς μονῆς· καὶ ἀπὸ τότε τῆς ἑαυτοῦ ὡμότητός τε καὶ ἀπανθρωπίας μετεποιήθη, διὰ τῆς τοῦ ὁσίου διδασκαλίας, καὶ ἐπωφελοῦς παραινέσηως. Καὶ οὐ μετὰ πολὺν χρόνον ἐν Ῥώμῃ εἰσῆλθε, καὶ ἐν Σικελίᾳ παραγέγονεν· δεκάτῳ δὲ ἔτει τῆς αὐτοῦ βασιλείας, ἡ θεία δίκη τοῦτον ζῇν οὐκ εἴασεν, ἀλλὰ κατὰ τὴν τοῦ ἁγίου προφητείαν, τὸ βασίλειον μετὰ τῆς ζωῆς ἀπώλεσεν. Ὅθεν λοιπὸν ὁ τῆς Κανουσίων ἐκκλησίας ἐπίσκοπος πρὸς τὸν μέγαν Βενέδικτον κατὰ τὸ σύνηθες παραβαλών· διὰ γὰρ τὴν τῆς πολιτείας αὐτοῦ ἁγιωσύνην σφόδρα τοῦτον ἠγάπα ὁ σεβάσμιος Βενέδικτος. Καθεσθέντων οὖν αὐτῶν, καὶ λόγου κινηθέντος περί τε τῆς ἐν τῇ πόλει εἰσῇδου τοῦ ῥηγὸς Τοτίλα, καὶ τῆς τῶν Ῥωμαίων πόλεως ἀπωλείας, λέγει πρὸς τὸν μακάριον ὁ ἐπίσκοπος· « Διό τοῦ ῥηγὸς τούτου ἡ πόλις Ῥώμη καταλυθήσεται, πρὸς τὸ μηκέτι οἰκισθῆναι παρὰ ἀνθρώπων. » Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀπεκρίθη· « Ἡ τῶν Ῥωμαίων πόλις ὑπὸ ἐθνῶν οὐ μὴ καταλυθήσεται, ἀλλ' ἀνάγκαις, ἀστραπαῖς τε καὶ σεισμοῖς σαλευθεῖσα τακήσεται ἐφ' ἑαυτήν. » Καὶ ἰδοὺ τὰ μυστήρια τῆς τοῦ σεβασμίου ἀνδρὸς προφητείας ἡλίου λαμπρότερα ἐν ὀφθαλμοῖς πάντων πρόκειται· καὶ γὰρ ἐν αὐτῇ τῇ μεγίστῃ πόλει τὴν περικαλλῆ ταύτης κόσμησιν οὐχ ὁρῶμεν, ἀλλὰ καταχωσθέντας οἴκους, ἐκκλησίας ἐρημωθείσας διὰ τῶν ἐπιγεγονότων σεισμῶν κατανοοῦμεν, καὶ τὰ κτίσματα αὐτῆς παλαιωθέντα· ὑπὸ γὰρ τῶν συμπτωμάτων, καὶ τῶν συνεχῶν σεισμῶν ἡ τῶν οἰκοδομημάτων ποικιλία κατεῤῥυπώθη. Ταύτης τῆς θεοσδότου τοῦ ὁσίου ἀνδρὸς προφητείας τὴν ἐξήγησιν ἐποιήσατο πρός με Ὁνωρᾶτος ὁ τοῦ ἁγίου φοιτητής· ἔλεγε δὲ ταῦτα ὁ αὐτὸς εὐλαβέστατος Ὁνωρᾶτος οὐ παρὰ τοῦ ἁγίου ἀκηκοέναι, ἀλλὰ παρὰ ἀδελφῶν ἀληθευόντων πιστωθεὶς ἐμαρτύρει ταῦτα.
CAPUT XV. De prophetia eidem regi Totilae et Canusinae civitatis antistiti facta. Tunc per se idem Totila ad Dei hominem accessit: quem cum longe sedentem cerneret, non ausus accedere sese in terram dedit. Cui cum vir Dei bis terve diceret: Surge, sed ipse ante eum de terra erigi non auderet, Benedictus Christi Jesu famulus per semetipsum dignatus est accedere ad regem prostratum: quem de terra levavit, et de suis actibus increpavit, atque in paucis sermonibus cuncta quae illi erant ventura praenuntiavit, dicens: Multa mala facis, multa mala fecisti, jam aliquando ab iniquitate compescere. Equidem Romam ingressurus es, mare transiturus, novem annis regnabis, decimo morietis. Quibus auditis rex vehementer territus, oratione petita recessit, atque ex illo jam tempore minus crudelis fuit: et non multo post Romam adiit, ad Siciliam perrexit; anno autem regni sui decimo, omnipotentis Dei judicio regnum cum vita perdidit. Praeterea Canusinae antistes Ecclesiae ad eumdem Dei famulum venire consueverat, quem vir Dei pro vitae suae merito valde diligebat. Is itaque dum cum illo de ingressu regis Totilae et Romanae urbis perditione colloquium haberet, dixit: Per hunc regem civitas ista destruetur, ut jam amplius non inhabitetur. Cui vir Domini respondit: Roma a gentibus non exterminabitur, sed tempestatibus coruscis, et turbinibus, ac terrae motu fatigata, in semetipsa marcescet. Cujus prophetiae mysteria nobis jam facta sunt luce clariora, qui in hac urbe dissoluta moenia, eversas domos, destructas ecclesias turbine cernimus, ejusque aedificia longo senio lassata, quia ruinis crebrescentibus prosternantur, videmus. Quamvis hoc Honoratus ejus discipulus, cujus mihi relatione compertum est; nequaquam ex ore illius audisse se perhibet; sed quia hoc dixerit, dictum sibi a fratribus fuisse testatur.
CAPUT XVI. ΚΕΦΑΛ. Ιϛ' Περὶ τοῦ δαιμονιοῦντος κληρικοῦ, καὶ διὰ προσευχῆς αὐτοῦ ἰαθέντος. Ἐν αὐτῷ τοίνυν τῷ καιρῷ κληρικός τις ἐκ τῆς Ἀκυϊνῶν ἐκκλησίας ἐτύγχανεν ὑπὸ δαίμονος ἀκαθάρτου ἐνοχλούμενος· ὁ δὲ τούτου ὁσιώτατος ἐπίσκοπος Κωνστάντιος ἐν διαφόροις τῶν ἁγίων κοιμητηρίοις πολλάκις τοῦτον ἀπέστειλεν, ὅπως δυνηθῇ ἰάσηως τυχεῖν· ἀλλ' οἱ ἅγιοι τοῦ Θεοῦ μάρτυρες τῆς ἰάσεως τὸ δῶρον τούτῳ παρασχεῖν οὐχ εἵλοντο, ἐπιδεῖξαι πᾶσι θελήσαντες τὴν ἐν τῷ μακαρίῳ Βενεδίκτῳ ἐπιπολάζουσαν θείαν χάριν τῶν ἰαμάτων. Ἀπηνέχθη τοίνυν ὁ ἀσθηνῶν πρὸς τὸν τοῦ Θεοῦ δοῦλον Βενέδικτον, ὅστις τῷ κυρίῳ Ἰησοῦ Χριστῷ τὰς δεήσεις προσενέγκας, τὸ ἀκάθαρτον πνεῦμα ἀπ' αὐτοῦ ἀπελάσας, ὑγιῆ τοῦτον τῇ τοῦ Θεοῦ χάριτι ἀποκατέστησεν, εἰπὼν αὐτῷ· « Ἄπελθε, ἰδοὺ ὑγιὴς ὑγιὴς γέγονας, κρέα μὴ φάγῃς, μηδὲ ἱερατικῷ βαθμῷ ἐπιβῇς· οἵαν δ' ἂν ἡμέραν ἱερατικὸν ἀξίωμα ἐφ' ἑαυτὸν δέξασθαι τολμήσεις, εὐθέως ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀκαθάρτου δαίμονος ἀνελεημόνως ὑποβληθήσῃ. » Ἐπανελθὼν δὲ εἰς τὰ ἴδια ὁ ἰαθεὶς, ἐπελάθετο τῆς παρὰ τοῦ ἁγίου δοθείσης αὐτῷ ἐντολῆς, καὶ μετὰ ἐτῶν πολλῶν περίοδον, ἡνίκα ἐθεάσατο τοὺς προτερεύοντας, ἐν τῷ ἱερατικῷ καταλόγῳ ἐκ τοῦδε τοῦ βίου μεταστάντας, καὶ τοὺς ἑαυτοῦ ἐλάσσονας ἐν ἱερατικῷ προβαίνοντας τάγματι, λήθην, ὡς εἴρηται, ὑπομείνας τῶν παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν γενομένων νουθεσιῶν, ἱερατικῷ ἐπέβη τάγματι· παραυτὰ δὲ εἰς αὐτὸν ὁ δαίμων, ὥσπερ ἀνήμερος θὴρ εἰσοικισθεὶς, ἀνηλεῶς τοῦτον διεσπάραττε μέχρι θαναάτου.
ΠΕΤΡ. Ὁ προορατικὸς τοῦ Θεοῦ οὗτος ἄνθρωπος, ὡς ὁρῶ, ἀποκεκρυμμένα μυστήρια διέγνωκεν, ὅστις ὑπὸ Θεοῦ φωτισθεὶς, τουτονὶ τὸν κληρικὸν διὰ τοῦτο τῷ διαβόλῃ παραδοθέντα συνῆκε, πρὸς τὸ μὴ αὖθεις τολμῆσαι τοῦτον ἱερατικῇ ἐγχειρισθῆναι ἀξίᾳ.
ΓΡΗΓ. Διὰ τί ἀγνοεῖν εἶχε τὰ τῆς θηότητος μυστήρια ὁ τοῦ Χριστοῦ τὰ προστάγματα φυλάττων; καθὼς γέγραπται· « Ὁ προσκολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. »
ΠΕΤΡ. Εἰ ἓν γίνεται σὺν τῷ κυρίῳ πνεῦμα ὁ τῷ Θεῷ προσκολλώμενος, τί ἐστιν ὅπερ παλιν ὁ αὐτὸς πάνσοφος κήρυξ εἴρηκεν, φήσας· « Τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; » λίαν ἀσύμφωνόν μοι εἶναι δοκεῖ, εἰ ὁ νοῦς συν τι κυρίῳ ἓν πνεῦμα γενόμενος τὰ μέλλοντα ἀγνοήσει.
ΓΡΗΓΟΡ. Οἱ ἅγιοι ἄνδρες, ἐφ' ὅσον σὺν τῷ κυρίῳ ἕν εἰσι, τὸν νοῦν κυρίου οὐκ ἀγνοοῦσιν, ὁ γὰρ αὐτὸς Ἀπόστολος λέγει· « Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ὀκοῦν ἐν αὐτῷ οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ. » Ἵνα οὖν ἑαυτὸν ἐπιδείξῃ τὰ τοῦ Θεοῦ μὴ ἠγνοηκέναι μυστήρια, προσέθηκεν· « Ἡμεῖς δὲ οὐχὶ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· » ὅθεν εἴρηκε πάλιν· « Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίον ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ. »
ΠΕΤΡ. Εἰ τῷ Ἀποστόλῳ αὐτὰ τὰ τοῦ Θεοῦ ὑπάρχοντα, διὰ τοῦ πνεύματος τοῦ Θεοῦ ἦσαν ἀποκεκαλυμμένα πῶς πρὸ τούτων ὧν προεθέμην λέγειν, προφθάσας εἶπεν· « Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. » Πάλιν δέ μοι ταῦτα λέγοντι ἑτέρα ὑπεισέρχεται ἐρώτησις· καὶ γὰρ Δαυῒδ ὁ προφήτης τῷ Θεῷ ἐντυγχάνων ἔλεγεν· « Ἐν τοῖς χειλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. » Εἰ οὖν τὸ γνῶναι τὰ τοῦ Θεοῦ κρίματα μεῖζόν ἐστι τοῦ ἀναγγεῖλαι, πῶς ὁ μακάριος Παῦλος ἀνεξερεύνητα τὰ τοῦ Θεού κρίματα ἀναγγέλλει, ὁ δὲ Δαυὶδ οὐ μόνον ταῦτα γνῶναι, ἀλλὰ καὶ τοῖς χείλεσιν ἀναγγεῖλαι μαρτυρεῖ;
ΓΡΗΓ. Ἐν ἑκατέραις ταύταις σου ταῖς ἐρωτήσεσιν ἐν τοῖς ἀνωτέρω εἰρημένοις ὡς ἐν συντόμῳ ἀπεκρίθην, λέγων, ὅτι οἱ ἅγιοι ἄνδρες ἐφ' ὅσον μετὰ τοῦ κυρίου ἕν εἰσιν, τὸν νοῦν κυρίου οὐκ ἀγνοοῦσιν. Πάντες γὰρ οἱ διὰ προσευχῆς ἀπερισπάστου τῷ κυρίῳ ἀκολουθοῦντες, δηλονότι ἐν τῇ εὐχῇ ὄντες σὺν τῷ κυρίῳ εἰσίν· οἱ δὲ τῷ ἐφολκίῳ τοῦ γεώδους τούτου καὶ ἐπικήρου σώματος τοῖς πάθεσιν βαρούμενοι, σὺν τῳ κυρίῷ εἶναι οὐ δύνανται. Τὰ ἀπόκρυφα οὖν τοῦ Θεοῦ κρίματα, ὅταν ἡνωμένοι τῷ κυρίῳ εἰσὶν, ἐπίστανται· ὅταν δὲ ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας κώλυμα ὑποστῶσι, καὶ ἀπὸ Θεοῦ πρόσκαιρον ἀπασχοληθῶσι τὸν νοῦν, τὰ κρίματα τοῦ κυρίου ἀγνοοῦσι, καὶ τὰ ἀπόκρυφα αὐτοῦ μυστήρια ἄδηλα αὐτοῖς καθίστανται· καὶ λοιπὸν τότε ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ εἶναι λέγονται. Ἡνίκα δὲ τῷ Θεῷ τῇ διανοίᾳ ἑνωθῶσι διὰ τῆς τῶν θείων γραφῶν ἀναπτύξεως, καὶ κρυπτῶν μυστηρίων ἀποκαλύψεως, ὅσον παρὰ Θεοῦ κομίζονται τὸ μέτρον γινώσκουσι καὶ αὐτὸ οἴδασί τε καὶ προμηνύουσι. Τὰ μυστήρια τοίνυν, ἅπερ παρὰ τῷ Θεῷ ἐν ἀποκρύφῳ εἰσὶν, ἀγνοοῦσιν, ἃ δὲ ὁ Θεὸς ἀποκαλύπτει, γινώσκουσιν· ὅθεν καὶ Δαυῒδ ὁ προφήτης φησίν· « Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα· » παραυτὰ προσθεὶς ἐπήγαγε « τοῦ στόματός σου· » μονονουχὶ λέγων πρὸς Θεόν· Ἐκεῖνα ἐγὼ κρίματα γνῶναί τε καὶ ἀναγγεῖλαι ἠδυνήθην, ἅπερ λαλήσαντά σε πρὸς μὲ ἔγνων, ἐπεὶ ἐκεῖνα ἅπερ αὐτὸς οὐ λέγεις, παρ' ἡμῖν ἄδηλα ὑπάρχουσι καὶ ἀνέκφραστα. Συμφωνεῖ λοιπὸν ἥ τε προφητικὴ καὶ Ἀποστολικὴ μαρτυρία, ὅτι καὶ ἀνεξιχνίαστά εἰσι τὰ τοῦ Θεοῦ κρίματα, καὶ τὰ ἐκ τοῦ στόματος αὐτοῦ προερχόμενα τοῖς ἀνθρωπίνοις χείλεσιν ἔσονται προφερόμενα· καὶ γὰρ ὑπὸ ἀνθρώπον ἐκεῖνα λαληθῆναί τε καὶ γνωσθῆναι δύνανται, ἅπερ ὁ Θεὸς ἀποκαλύψει, καὶ πάλιν ἐκεῖνά εἰσι παρ' ἡμῖν κρύφιά τε καὶ ἀφανῆ, ἅπερ αὐτὸς τοῖς ἑαυτοῦ ἀνεφίκτοις κρίμασιν ἐν ἀδήλῳ ἔθετο.
ΠΕΤΡ Ἐν τῇ προσθήκῃ τῆς ἐμῆς ἐρωτήσεως τῶν προῥῤηθέντων μαρτυριῶν τὸ δυσερμήνευτον, λέγω δὴ τοῦ τε προφήτου Δαυὶδ καὶ τοῦ Ἀποστόλου, τηλαυγῶς διεσάφησας· ἀλλὰ δυσωπῶ εἰ ὑπολέλειπταί τι περὶ τῆς ἀνεπιλήπτου πολιτείας τοῦ ἁγίου ἐκείνου ἀνδρὸς, δαψιλῶς φράσον ἡμῖν.
CAPUT XVI. De clerico a daemonio ad tempus liberato. Eodem quoque tempore quidam Aquinensis Ecclesiae clericus daemonio vexabatur, qui a venerabili viro Constantio ejusdem Ecclesiae antistite per multa fuerat martyrum loca transmissus, ut sanari potuisset. Sed sancti Dei martyres noluerunt ei sanitatis donum tribuere, ut quanta esset in Benedicto gratia demonstrarent. Ductus itaque est ad omnipotentis Dei famulum Benedictum: qui Jesu Christo Domino preces fundens, antiquum hostem de obsesso homine protinus expulit. Cui sanato praecepit, dicens: Vade, et posthac carnem non comedas; et ad sacrum ordinem nunquam accedere praesumas; quacunque autem die sacrum ordinem temerare praesumpseris statim juri diaboli iterum mancipaberis. Discessit igitur clericus sanus, et sicut terrere solet animum poena recens, ea quae vir Dei praeceperat, interim custodivit. Cum vero post annos multos omnes priores illius de hac luce migrassent, et minores suos sibimet superponi in sacris ordinibus cerneret, verba viri Dei quasi ex longo tempore oblitus postposuit, atque ad sacrum ordinem accessit: quem mox is qui reliquerat diabolus tenuit, eumque vexare quousque animam ejus excuteret, non cessavit.
Petr. Iste vir Dei Divinitatis, ut video, etiam secreta penetravit, quia perspexit hunc clericum idcirco diabolo traditum, ne ad sacrum ordinem auderet accedere.
Gregor. Quare Divinitatis secreta non nosset, qui Divinitatis praecepta servavit, cum scriptum sit: Qui adhaeret Domino, unus spiritus est (I Cor. VI, 17)?
Petr. Si unus fit cum Domino spiritus qui Domino adhaeret, quid est quod iterum idem egregius praedicator dicit: Quis novit sensum Domini, aut quis consiliarius ejus fuit (Rom. XI, 34)? Valde enim esse inconveniens videtur ejus sensum cum quo unus factus fuerit, ignorare.
Gregor. Sancti viri in quantum cum Deo unum sunt, sensum Domini non ignorant. Nam idem quoque apostolus dicit: Quis enim scit hominum quae hominis sunt, nisi spiritus hominis qui est in ipso? Ita et quae Dei sunt, nemo cognovit, nisi Spiritus Dei (I Cor. II, 11). Qui, ut se ostenderet nosse quae Dei sunt, adjunxit: Nos autem non spiritum hujus mundi accepimus, sed spiritum qui ex Deo est (Ibid., 12). Hinc iterum dicit: Quod oculus non vidit, nec auris audivit, nec in cor hominis ascendit, quae praeparavit Deus diligentibus se; nobis autem revelavit per Spiritum suum (Ibid., 9).
Petr. Si ergo eidem apostolo ea quae Dei sunt, per Dei Spiritum fuerant revelata, quomodo super hoc quod proposui, praemisit dicens: O altitudo divitiarum sapientiae et scientiae Dei! quam incomprehensibilia sunt judicia ejus, et investigabiles viae ejus (Rom. XI, 33)! Sed rursum mihi haec dicenti alia suboritur quaestio. Nam David propheta Domino loquitur, dicens: In labiis meis pronuntiavi omnia judicia oris tui (Psal. CXVIII, 13). Et cum minus sit nosse quam etiam pronuntiare, quid est quod Paulus incomprehensibilia esse Dei judicia asserit, David autem haec se omnia non solum nosse, sed etiam in labiis pronuntiasse testatur?
Gregor. Ad utraque haec tibi superius sub brevitate respondi, dicens, quod sancti viri inquantum cum Domino unum sunt, sensum Domini non ignorant. Omnes enim qui devote Dominum sequuntur, etiam devotione cum Deo sunt, et adhuc carnis corruptibilis gravati pondere, cum Deo non sunt. Occulta itaque Dei judicia inquantum conjuncti sunt, sciunt; inquantum disjuncti sunt, nesciunt. Quia enim secreta ejus adhuc perfecte non penetrant, incomprehensibilia ejus judicia esse testantur: quia vero mente ei inhaerent, atque inhaerendo, vel sacris Scripturae eloquiis vel occultis revelationibus inquantum accipiunt agnoscunt, et noverunt haec et pronuntiant. Judicia itaque quae Deus tacet nesciunt, quae Deus loquitur sciunt. Unde et David propheta cum dixisset: In labiis meis pronuntiavi omnia judicia (Psal. CXVIII, 13), protinus addidit, oris tui, ac si aperte dicat: Illa ego judicia et nosse et pronuntiasse potui, quae te dixisse cognovi. Nam ea quae ipse non loqueris, nostris procul dubio cognitionibus abscondis. Concordat ergo prophetica apostolicaque sententia: quia et incomprehensibilia sunt Dei judicia, et tamen quae de ore ejus prolata fuerint, humanis labiis pronuntiantur: quoniam sciri ab hominibus et prolata per Deum possunt, et occulta non possunt.
Petr. In objectione meae quaestiunculae patuit causa rationis. Sed quaeso te, si qua sunt adhuc de hujus viri virtutibus, subjunge.
CAPUT XVII. ΚΕΦΑΑ. ΙΖ'. Περὶ τῆς ἐρημώσεως τοῦ μοναστηρίου αὐτοῦ προφητείας. ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις ὑπῆρχεν εὐγενέστατος, ὁμώνυμος δὲ τοῦ μακαρίου Βενέδικτος ὅστις ὑπὸ τῆς αὐτοῦ θεοσόφου διδασκαλίας παιδαγωγηθεὶς, τὴν τοῦ βίου καταλείψας τερπνότητα πρὸς Θεὸν ἐπανέδραμεο καὶ διὰ την ἐν τῷ ἁγίῳ οὖσαν μεγίστην τῆς πολιτείας τὴν ἀρετὴν, τὴν τῆς πνευματικῆς παῤῥησίας πρὸς αὐτὸν ἐκτήσατο ἀσφάλειαν. Τούτου κατὰ τὸ συνῆθες πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγεγονότος, καὶ ἐν τῷ κελλίῳ εἰσεληλυθότος, εὖρε τὸν θεσπέσιον πατέρα πικρῶς κλαίοντα καὶ ὀδυρόμενον· ἐπὶ πολὺ δὲ ἑστὼς, καὶ θεασάμενος τὴν τῶν ἀκατασχέτων αὐτοῦ δακρύων φορὰν, ἐν ἀμηχανίᾳ γέγονεν, μὴ ἑωρακὼς τοῦτον, καθὼς συνῆθες αὐτῷ ἦν, ἐν τῇ τῆς προσευχῆς ὥρᾳ ἐν ἡσυχίᾳ δακρύειν, ἀλλ' οἰμωγὰς καὶ θρηνώδεις στεναγμοὺς ἐκπέμποντα. Ἔμφοβος δὲ καὶ ἔντρομος γενόμενος, τί ἂν ἦν τὸ αἴτιον παρὰ τοῦ ἁγίου μαθεῖν ἐπεζήτει τοῦ τοσούτου ὀδυρμοῦ, πρὸς ὃν ὁ θεόσοφος πατὴρ ἀπεκρίθη, λέγων· « Ὅλον τοῦτο τὸ μοναστήριον ὅπερ δια τοῦ Θεοῦ ὠωκοδόμησα, καὶ πάντα ὅσα τοῖς ἀδελφοῖς ἡτοίμασα, τῇ τοῦ παντοδυνάμου Θεοῦ κρίσει τοῖς ἔθνεσι παρεδόθησαν· μόλις δὲ διὰ προσευχῆς τὸν Θεὸν ἐξιλεωσάμην τοῦ χαρισθῆναὶ μοι τὰς ψυχὰς τῶν ἐν κυρίῳ μου ἀδελφῶν τῶν ἐν τῷ μοναστηρίῳ οἰκούντων. » Βενέδικτος μὲν ἐκεῖνος ὁ τῷ ἁγίῳ παραβαλὼν, τῆς τῶν μελλόντων προφητείας παρ' αὐτοῦ δεξάμενος τὰ ἐνέχυρα, ἀνεχώρησεν ἐκ τῆς μονῆς θαυμάζων· ἡμεῖς δὲ ὁρῶμεν ἀρτίως ὑπὸ τοῦ γένους τῶν Λογγοβάρδων καταλυθὲν τὸ μοναστήριον αὐτοῦ· ἀναπαυομένων γὰρ τῶν ἀδελφῶν μεσονυκτίῳ, ἄφνω εἰσπηδήσαντες ἐν τῷ μοναστηρίῳ οἱ Λογγοβάρδοι, πάντα τὰ ἐν τῇ μονῇ διαρπάσαντες, οὐ συνεχωρήθησαν παντελῶς τινος τῶν ἀδελφῶν ἐπικρατεῖς γενέσθαι· ἡ γὰρ τοῦ ἀνθρώπου τοῦ Θεοῦ προσευχὴ ἐφρούρει τούτους, πρὸς τὸ πᾶσι δειχθῆναι τὴν ἐνυπάρχουσαν αὐτohtigr;ι τῆς θείας δυνάμεως χάριν· ὁ γὰρ πιστὸς ἐν ἐπαγγελίαις Θεὸς, ὅπερ τῷ ἑαυτοῦ γνησίῳ θεράποντι Βενεδίκτῳ ὑπέσχετο ἐπλήρωσεν· εἰ γὰρ καὶ τὰ ὑπάρχοντα τῆς μονῆς ἐκ συγχωρήσεως Θεοῦ διήρπασαν, ἀλλ' οὖν ὅμως ἡ τῶν ψυχῶν περιποίησις ὑπὸ κυρίου ἐδωρήθη αὐτῷ. Οὕτως ἔγνωμεν καὶ τὸν μακάριον Παῦλον τὸν Ἀπόστολον ὑπὲρ τοῦ πλήθους τῶν συμπλωτήρων αὐτοῦ ἐκδυσωπήσαντα τὸν Θεὸν ἐν τῇ κατὰ τὸν πλοῦν ζαλώδει ἀνάγκῃ, καὶ τῆς δεήσεως μὴ ἀποτυγχάνοντα· εἰ γὰρ καὶ τὰ μάλιστα τοῦ ἐν τῷ πλοίῳ ὄντος φόρτου ἡ ἀποβολὴ γέγονεν, ἀλλ' οὖν γε ἡ τῶν ψυχῶν ἐπικερδὴς σωτηρία παρὰ Χριστοῦ ἐχαρίσθη αὐτῷ.
CAPUT XVII. De destructione monasterii viri Dei ab ipso praedicta. Gregorius. Vir quidam nobilis Theoprobus nomine, ejusdem Benedicti Patris fuerat admonitione conversus, qui pro vitae suae merito magnam apud eum familiaritatis fiduciam habebat. Hic cum quadam die ejus cellam fuisset ingressus, hunc amarissime flentem reperit. Cumque diu subsisteret, ejusque non finiri lacrymas videret, nec tamen ut vir Dei consueverat orando plangeret, sed moerendo, quaenam causa tanti luctus existeret, inquisivit. Cui vir Dei illico respondit: Omne hoc monasterium quod construxi, et cuncta quae fratribus praeparavi, omnipotentis Dei judicio gentibus tradita sunt. Vix autem obtinere potui ut mihi ex hoc loco animae concederentur. Cujus vocem tunc Theoprobus audivit, nos autem cernimus, qui destructum modo a Langobardorum gente ejus monasterium scimus. Nocturno enim tempore et quiescentibus fratribus, nuper illic Langobardi ingressi sunt; qui diripientes omnia, ne unum quidem hominem illic tenere potuerunt: sed implevit omnipotens Deus quod fideli famulo Benedicto promiserat, ut si res gentibus traderet, animas custodiret. Qua in re Pauli (Act. XXVII) vicem video tenuisse Benedictum, cujus dum navis rerum omnium jacturam pertulit, ipse in consolatione vitam omnium qui eum comitabantur, accepit.
CAPUT XVIII. ΚΕΦΑΛ. ΙΗ'. Περὶ τοῦ ἀποκρύψαντος τὸ φλασκίον ἐν τῇ ὁδῷ, καὶ ἐκ προοράσεως τοῦ ἁγίου ἐλεγχθέντος. Ἐν ἐτέρῳ τοίνυν καιρῷ Ἐξιλαρᾶτος ὁ ἡμέτερος, ὃν αὐτὸς ἐπιστρέψαντα γινώσκεις, ἀπεστάλη ὑπὸ τοῦ κυρίου αὐτοῦ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἐπιφερόμενος οἴνου γέμοντα δύο ξύλινα σκεύη, ἅπερ τῇ κοινῇ διαλέκτῳ φλασκία καλοῦνται· ὅστις τὸ μὲν ἓν ἀπήγαγε πρὸς τὸν ἅγιον, τὸ δὲ ἕτερον κατὰ τὴν ὁδὸν ἔκρυψεν· ὁ δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ ὃν οὐδὲν τῶν ἐκείνου πρακτέων οὐκ ἔλαθε, τὸ μὲν ἓν φλασκίον μετ' εὐχαριστίας ἐδέξατο, ἀπολύσας δὲ αὐτὸν παρήγγειλεν αὐτῷ λέγων· « Βλέπε, τέκνον, ἐξ ἐκείνου τοῦ φλασκίου, ὅπερ κατὰ τὴν ὁδὸν ἔκρυψας, μηκέτι πὶῃς λοιπὸν ἐξ αὐτοῦ, ἀλλὰ κένωσον αὐτὸ τετηρημένως, καὶ εὑρήσεις ὅπερ ἔνδον ἔχει. » Ὁδὲ σφόδρα καταισχυνθεὶς ἐνώπιον τοῦ ὁσίου βαλὼν μετάνοιαν, ὑπέστρεψεν· ἐλθὼν δὲ ἐν ᾧ τόπῳ ἦν τὸ αὐτὸ ἀποκρύψας φλασκίον, θέλων δοκιμάσαι εἰ ἀληθῆ εἰσι τὰ παρὰ τοῦ ἁγίου ῥηθέντα πρὸς αὐτὸν, ἔκλινε τὸ σκεῦος ἵνα κενώσῃ αὐτό· καὶ ἰδοὺ παραυτὰ ὄφις ἐξῆλθε, σὺν τῷ κενωθέντι οἴνῳ. Θεασάμενος οὖν ὁ προλεχθεὶς Ἐξιλαρᾶτος τὸ σφάλμα ὃ πεποίηκεν, καὶ ἔμφοβος γεγονὼς κατανυγεὶς μετενόησεν.
CAPUT XVIII. De flascone abscondito, et a viro Dei per spiritum cognito. Quodam quoque tempore Exhilaratus noster, quem ipse conversum nosti, tranmissus a domino suo fuerat, ut Dei viro in monasterium vino plena duo lignea vascula quae vulgo flascones vocantur, deferret: qui unum detulit, alterum vero pergens in itinere abscondit. Vir autem Domini, quem facta absentia latere non poterant, unum cum gratiarum actione suscepit, et discedentem puerum monuit, dicens: Vide, fili, ne de illo flascone quem abscondisti bibas, sed inclina illum caute, et invenies quid intus habet. Qui confusus valde a Dei homine exivit. Et reversus volens adhuc probare quod audierat, cum flasconem inclinasset, de eo protinus serpens egressus est. Tunc praedictus Exhilaratus puer, per hoc quod in vino reperit, expavit malum quod fecit.
CAPUT XIX. ΚΕΦΑΛ. ΙΘ'. Περὶ τοῦ λαβόντος παρὰ μοναστρίας ἐγχείρια, καὶ ὑπὸ τοῦ ἁγίου ἐλεγχθέντος. Ἐμπόριον ἦν οὐ μακρὰν τῆς τοῦ ἁγίου μονῆς, ἐν ᾧ πολὺ πλῆθος ἀνδρῶν εἰδωλομανῶν ὑπῆρχεν. Οὗτοι οὖν ὑπὸ τῆς τοῦ μακαρίου ψυχωφελοῦς διδασκαλίας φωτισθέντες, ἐπὶ τὴν τοῦ Θεοῦ σωτήριον πίστιν ὑπέστρεψαν. Ἐν αὐτῷ τοίνυν τῷ ἐμπορίῳ ἀσκητήριον ἐτύγχανεν εὐλαβῶν τε καὶ σεμνῶν παρθένων, ὧν διὰ τὴν ὑπερβάλλουσαν ἀγιωσύνην, τοὺς οἰκείους μαθητὰς πρὸς οἰκοδομὴν, καὶ νουθεσίαν αὐτῶν εἰώθει ἀποστέλλειν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν κατὰ τὸ σύνηθες, ἀπέστειλεν ὁ τοῦ Θεοῦ ἄνθρωπός τινα μοναχὸν εἰς τὸ τῶν παρθένων ἀσκητήριον πρὸς ψυχικὴν αὐτῶν ὠφέλειαν· ἐκεῖνος δὲ ὁ ἀποσταλεὶς μοναχὸς μετὰ τὴν τοσαύτην παραὶνεσιν τὴν παρὰ τοῦ τιμίου πατρὸς γενομένην, παρακληθεὶς ὑπὸ τῶν ἀεὶ παρθένων ἐγχείρια ἔλαβε, καὶ ἐν τῷ ἑαυτοῦ κόλπῳ ταῦτα κατέκρυψεν. Ἐν δὲ τῷ παραγενέσθαι αὐτὸν πρὸς τὸν πατέρα, διελέγξας αὐτὸν περὶ τούτου, αὐστηρῶς ἔφη πρὸς αὐτόν· « Ἀδελφὲ, πῶς ἡ ἀνομία εἰσῆλθεν ἐν τῷ κόλπᾳ σου; » Ἐκεῖνος δὲ ἐκπλαγεὶς ὑπὸ τοῦ φόβου, καὶ τῇ ἀπροσεξίᾳ ἐπιλαθόμενος τοῦ οἰκείου σφάλματος περὶ οὗ ὑπὸ τοῦ ἰδίου πατρὸς διελέγχετο, ἠγνόει τί πρὸς αὐτὸν ὁ πατὴρ ἔλεγε. Πρὸς ὃν ὁ ἅγιος ἔφη· « Μήτοι γε ἐγὼ οὐκ ἤμην αὐτόθι παρὼν, ὅτε παρὰ τῶν ἱερῶν παρθένων ἐδέξω τὰ ἐγχείρια, καὶ ἐν τῷ κόλπῳ σου ταῦτα κατέκρυψας; » ὁ δὲ ταῦτα ἀκούσας τοῖς ἴχνεσι τοῦ ἁγίου προσκυλινδούμενος, ἑαυτὸν ἡμαρτηκέναι ἔλεγεν· ἅπερ δὲ ἦν λαβὼν παρὰ τῶν παρθένων ἐγχείρια, ταῦτα ἐκ τοῦ ἑαυτοῦ κόλπου ἐκβαὼν, ἐνώπιον τοῦ ἁγίου ῥίψας γνησίως περὶ τοῦ πταίσματος τούτου μετεμελήθη.
CAPUT XIX. De mappularum receptione ab eodem cognita. Non longe autem a monasterio vicus erat in quo non minima multitudo hominum ad fidem Dei ab idolorum cultu Benedicti fuerat exhortatione conversa. Ibi quoque quaedam sanctimoniales feminae inerant, et crebro illuc pro exhortandis animabus fratres suos mittere Benedictus Dei famulus curabat. Quadam vero die misit ex more; sed is qui missus fuerat monachus, post admonitionem factam, a sanctimonialibus feminis rogatus mappulas accepit. sibique eas abscondit in sinu. Qui mox ut reversus est, eum vir Dei vehementissima amaritudine coepit increpare, dicens: Quomodo ingressa est iniquitas in sinum tuum? At ille obstupuit, et quid egisset oblitus, unde corripiebatur ignorabat. Cui ait: Nunquid ego illic praesens non eram quando ab ancillis Dei mappulas accepisti, tibique eas in sinum misisti? Qui mox ejus vestigiis provolutus, stulte se egisse poenituit, et eas quas in sinu absconderat, mappulas projecit.
CAPUT XX. ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ μοναχοῦ τοῦ κατὰ διάνοιαν ἐξουθενοῦντος τὸν ἅγιον. Ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὴν ὥραν ἐν ᾗ τὸν ἅγιον τῆς συνήθους ἐχρῆν μεταλαβεῖν τροφῆς, ἑσπέρας λοιπὸν βαθείας οὔσης, συνέβη τινὰ μοναχὸν υἱὸν γεγονότα δεφένσορός τινος, ἐνώπιον τῆς τοῦ ἁγίου τραπέζης τὸν λύχνον κατέχειν. Ἐσθίοντος δὲ τοῦ ἁγίου, ὁ δαίμων τῆς ὐπερηφανείας ἤρξατο αὐτὸν ἐνοχλεῖν, καὶ ἐπάρσεως λογισμοὺς αὐτῷ ἐπαφίειν [ Sic pro ἐπαφιέναι], καὶ ἀλαζονευόμενος ἐν ἑαυτῷ, ἔλεγε· « Τίς ἐστιν οὗτος ᾧ ἐγὼ παριστάμενος ὑπηρετῶ, καὶ λύχνον ἐπὶ χεῖρας βαστάζων δουλεύω; καὶ ἵνα τὶ τούτῳ ἐγὼ ὡς δοῦλος καθυπουργῶ; » Ταῦτα δὲ αὐτοῦ κατὰ διάνοιαν διαλογιζομένου, ὁ τῷ προορατικῷ κατηγλαϊσμένος χαρίσματι πατὴρ Βενέδικτος, διελέγξας αὐτὸν σπλάγχνοις πατρικοῖς, εἶπε· « Σφράγισον τὴν καρδίαν σου, ἀδελφέ· ἵνα τί ἀλαζονείας λογισμοὶ ἐν σοὶ ἀναφύονται; πρόσεχε σεαυτῷ. » Καλέσας οὖν τοὺς ἀδελφοὺς ἐκέλευσε παραυτὰ τὸν λυχνον ἐκ τῶν χειρῶν αὐτοῦ ἀρθῆναι. Ὁ δὲ ἐξελθὼν ἐξω ἐκάθητο σὺν δάκρυσιν: ὅστις παρὰ τῶν ἀδελφῶν ἐρωτώμενος, τί ἂν εἴη πεπραχὼς, καὶ τίς ἡ παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν ἀγανάκτησις, ἀπεγύμνωσεν αὐτοῖς τὴν ἑαυτοῦ κατὰ διάνοιαν διαβολικὴν πλάνην, καὶ πῶς τῷ τῆς ὑπερηφανείας ἐφυσιώθη πνεύματι, καὶ ὁποῖα ἀνθρώπου τοῦ Θεοῦ ῥήματα ἐν τῇ ἑαυτοῦ καρδίᾳ μελετῶν ἐκορυφοῦτο. Ὅθεν λοιπὸν πᾶσι φανερὸν γέγονεν ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ κεκρυμμένος ἰὸς, καὶ τὴν τοῦ ἁγίου πατρὸς προδιορατικὴν ἐφαύμαζον καθαρότητα, ὅτι τὰ ἐν τῇ διανοίᾳ ὑπὸ ττοῦ κοινοῦ ἐχθροῦ φυόμενα, τοῦτον λαθεῖν οὐ δύνανται.
CAPUT XX. De cogitatione monachi superba a Dei viro cognita. Quadam quoque die dum venerabilis Pater vespertina jam hora corporis alimenta perciperet, ejus monachus cujusdam defensoris filius fuerat, qui ei ante mensam lucernam tenebat. Cumque vir Dei ederet, ipse autem cum lucernae ministerio astaret, coepit per superbiae spiritum in mente sua tacitus volvere, et per cogitationem dicere: Quis est hic cui ego manducanti assisto, lucernam teneo, servitium impendo? Quis sum ego, ut isti serviam? Ad quem vir Dei statim conversus, vehementer coepit eum increpare, dicens: Signa cor tuum, frater, quid est quod loqueris? signa cor tuum. Vocatisque statim fratribus, praecepit ei lucernam de manibus tolli, ipsum vero jussit a ministerio recedere, et sibi hora eadem quietum sedere. Qui requisitus a fratribus quid habuerit in corde, per ordinem narravit quanto superbiae spiritu intumuerat, et quae contra virum Dei verba per cogitationem tacitus dicebat. Tunc liquido omnibus patuit quod venerabilem Benedictum latere nil posset, in cujus auribus tacitae etiam cogitationis verba sonuissent.
CAPUT XXI. ΚΕΦΑΛ. ΚΑ'. Περὶ τοῦ εὑρεθέντος ἀλεύρου ἐν καιρῷ λιμοῦ ἔμπροσθεν τῆς τοῦ ἁγίου κέλλης. Ἐν ἄλλῳ τοίνυν καιρῷ ἐν τοῖς τῆς Καμπανίας μέρεσι, λιμὸς γέγονε καὶ τῶν ἀναγκαίων βρωμάτων πάντων στένωσις Σπάνη οὖν σίτου καὶ τῷ τοῦ ἁγίου φροντιστηρίῳ ὑπῆρχε καὶ λεῖψις τῶν ἄρτων· ὥστε μὴ πλείους πέντε ἄρτων εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς τῶν ἀδελφῶν ἑστιάσεως. Ἰδὼν δὲ αὐτοὺς ὁ τίμιος πατὴρ σκυθρωπάζοντας τὴν ὀλιγοψυχίαν αὐτῶν τῇ ἑαυτοῦ πρᾳοτάτῃ διορθώσει, καὶ ἀληθεῖ ὑποσχέσει διαστήσας, ἔλεγεν· « Ἵνα τί περίλυποί ἐστε ἕνεκεν τῆς τῶν ἄρτων λείψεως; σήμερον μὲν οὖν λεῖψιν ἔχετε, αὔριον δὲ πλησμονὴν τῶν ἀναγκαίων ἀφθόνως ἕξετε. » Καὶ τῇ ἑξῆς ἡμέρᾳ τῇ τοῦ Θεοῦ ὀκονομίᾳ ἀλεύρου μοδίους διακοσίους ἔμπροσθεν τῆς πύλης τοῦ μοναστηρίου ἐν σακκίοις εὗρον· ἅπερ ὅ πρύτανις πάντων Θεός τισιν ἐπιφερομένοις ἐνεφοίτησεν, καὶ τὴν τούτων ἀπόθεσιν ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης ἐποίησεν, οἵ τινες τὸ παράπαν ἄγνωστοι τοῖς ἀδελφοῖς ὑπῆρχον. Ἀγαλλιασθέντες οὖν ἐπὶ τῇ παραδόξῳ τοῦ ἁγίου θαυματοποιΐᾳ, τῷ Θεῷ δόξαν ἀνέπεμψαν, μαθόντες λοιπὸν μὴ δυσφορεῖν ἐν λιμῷ, εἴποτε τύχοιτοῦ τον συμβῆναι, ἐνέχειρον ἔχοντες τὴν τοῦ ἁγίου πρὸς Θεον παῤῥησίαν.
ΠΕΤΡ. Εἰπὲ, δυσωπῶ, τὸ πνεῦμα τῆς προφητείας διαπαντὸς ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἦν, ἣ ἐν διαφόροις καιροῖς ἐν αὐτῷ ἐνήργει;
ΓΡΗΓ. Τῆς προφητείας τὸ πνεῦμα, Πέτρε, τῶν προφητῶν τὸν νοῦν οὐ πάντοτε εἴωθεν λαμπρύνειν· καθάπερ γὰρ περὶ τοῦ ἁγίου πνεύματος γέγραπται ὅτι « ὅπου θελεῖ πνεῖ, » οὕτω γνωστόν ἐστιν, ὅτι καὶ ὅτε θέλεῖ πνεῖ· τοῦτο γὰρ ἐστιν ὅπερ ὁ προφήτης Νάθαν παρὰ τοῦ βασιλέως Δαυὶδ αἰτηθεὶς εἰ τῷ Θεῷ φίλον ὑπάρχει οἰκοδομῆσαι αὐτὸν τὸν ναὸν κυρίου, πρῶτον μὲν συνεβούλευσε. μετέπειτα δὲ ἐκώλυσε· τοῦτό ἐστιν ὅπερ Ἐλισσαῖος ὁ προφήτης κλαίουσαν τὴν γυναῖκα ἐθεάσατο, τὸ δὲ πρᾶγμα ἠγνόει, πρὸς δὲ τὸν κωλύοντα αὐτὴν παῖδα ἔλεγεν· « Ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνὸς ἐστιν, καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ, καὶ οὐκ ἐφανέρωσέ μοι. » Ὅπερ ὁ πρύτανις πάντων Θεὸς ἐκ μεγίστης εὐσπλαγχνίας οἰκονομικῶς κατασκευάζει· τῆς γὰρ προφητείας τὸ πνεῦμα ποτὲ μὲν παρέχων, ποτὲ δὲ σοφῶς ἀφαιρούμενος, τῶν προφητευόντων τὸν νοῦν διεγείρει μὲν ὲν τῷ ὕψει, διατηρεῖ δὲ πάλιν ἐν τῇ ταπεινώσει, ἵνα καὶ δεχόμενοι τὸ πνεῦμα ἐπιγινώσκωσι τὴν παρὰ τοῦ Θεοῦ ἐν αὐτοῖς ἔμπνευσιν, καὶ πάλιν ὡσαύτως ἀφαιρούμενοι, οἰκονομικῶς μάθωσιν, ἀφ' ἑαυτῶν τί εἰσιν.
ΠΕΤΡ. Οὕτως εἶναι καθομολογῶ, καὶ μεγάλως πεπληροφόρημαι· λιπαρῶ δὲ ἵνα τὸ ἐλλεῖπον τῆς διηγήρεως τῶν κατορθωμάτων τοῦ σεβασμίου πατρὸς Βενεδίκτου ἀναπληρώσῃς, καὶ εἴ τι δ' ἂν ὑπαντᾷ τῇ σῇ ἡγιασμένῃ ψυχῇ, διέξελθέ μοι.
CAPUT XXI. De ducentis farinae modiis famis tempore ante viri Dei cellam inventis. Alio quoque tempore in eadem Campaniae regione fames incubuerat, magnaque omnes alimentorum indigentia coangustabat. Jamque in Benedicti monasterio triticum deerat: panes vero pene omnes consumpti fuerant, ut non plus quam quinque ad refectionis horam fratribus inveniri potuissent. Cumque eos venerabilis Pater contristatos cerneret, eorum pusillanimitatem studuit modesta increpatione corrigere, et rursum promissione sublevare, dicens: Quare de panis inopia vester animus contristatur? Hodie quidem minus est, sed die crastina abundanter habebitis. Sequenti autem die ducenti farinae modii ante fores cellae in saccis inventi sunt, quos omnipotens Deus quibus deferentibus transmisisset, nunc usque manet incognitum. Quod cum fratres cernerent, Domino gratias referentes, didicerunt jam de abundantia nec in egestate dubitare.
Petr. Dic, quaeso te: nunquid non credendum est huic Dei famulo semper prophetiae spiritum adesse potuisse? an per intervalla temporum ejus mentem prophetiae spiritus implebat?
Gregor. Prophetiae spiritus, Petre, prophetarum mentes non semper irradiat: quia sicut de sancto Spiritu scriptum est: Ubi vult spirat (Joan. III, 8); ita sciendum est, quia et quando vult aspirat. Hinc est enim quod Nathan (II Reg. VII, 3) a rege requisitus si construere templum posset, prius consensit et postmodum prohibuit. Hinc est quod Elisaeus cum flentem mulierem cerneret, causamque nescisset, ad prohibentem hanc puerum dicit: Dimitte eam, quia anima ejus in amaritudine est, et Dominus celavit a me, et non indicavit mihi (IV Reg. IV, 27). Quod omnipotens Deus ex magnae pietatis dispensatione disponit: quia dum prophetiae spiritum aliquando dat, et aliquando subtrahit, prophetantium mente et elevat in celsitudine, et custodit in humilitate; ut et accipientes spiritum inveniant quid de Deo sint, et rursum prophetiae spiritum non habentes cognoscant quid sint de semetipsis.
Petr. Ita hoc esse, ut asseris, magna ratio clamat. Sed, quaeso, de venerabili Patre Benedicto quidquid adhuc animo occurrit, exsequere.
CAPUT XXII. ΚΕΦΑΛ. ΚΒ'. Περὶ τοῦ κατ' ὄναρ χρηματισμοῦ, ἕνεκεν τῆς οἰκοδομῆς τῆς ἐν Τεῤῥακίνeegr;ι μονῆς. ΓΡΗΓΟΡΙΟΣ. Ἐν ἑτέρῳ καιρῷ ὁ τὸν νοῦν πεφωτισμένος πατὴρ Βενέδικτος παρεκλήθη ὑπό τινος πιστοῦ καὶ εὐλαβεστάτου ἀνδρὸς, ὅπως διὰ τῆς αὐτοῦ ἐπιτροπῆς καὶ συνδρομῆς, ἐν τῷ ἑαυτοῦ χωρίῳ πλησίον διακειμένῳ τῆς Τεῤῥακίνων πόλεως, ἵνα ἀποστείλας τινὰς τῶν ἑαυτοῦ μαθητῶν, οἰκοδομήσῃ αὐτόθι μοναστήριον. Καὶ δὴ εἴξας τῇ αὐτοῦ παρακλήσει, καλέσας οὓς ἔδοξεν αὐτῷ ἀποστεῖλαι, ὥρισεν αὐτοῖς, πατέρα καταστήσας δὲ καὶ οἰκονόμον, ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ, οἷς καὶ ὑπέσχετο διαβεβαιούμενος, καὶ λέγων. « Ἀπέλθετε ἀδελφοὶ, καὶ τῇδε τῇ ἡμέρᾳ ἐγὼ παραγίνομαι πρὸς ὑμᾶς, καὶ ὑποδεικνύω ὑμῖν ἐν ποίῳ τόπῳ τὸ εὐκτήριον ὀφείλει οἰκοδομηθῆναι, καὶ ἐν ποίῳ τόπῳ τὸ ἀριστητήριον τῶν ἀδελφῶν, καὶ ἐν ποίῳ τόπῳ τὸ εἰς ὑποδοχὴν τῶν ξένων, καὶ τὰ ἄλλα πάντα ἅπερ ἡ χρεία παιτεῖ γενέσθαι. » Οἵτινες τὴν τοῦ ἁγίου εὐχὴν λαβόντες εὐθέως ἐπορεύθησαν, καὶ συναγαγόντες τὰ Πρὸς τὴν τῆς οἰκοδομῆς χρείαν ἅπαντα, καὶ τὸν τόπον περικαθάραντες ἡτοίμασαν παντα, ἵνα τοῦ τιμίου πατρὸς παραγενομένου κατὰ τὴν οἰκείαν ὑπόσχεσιν τὴν τοῦ κτίσματος διάταξιν ποιήσηται. Τῇ δὲ νυκτὶ ἐκείνῃ ἐπιφωσκούσης τῆς ἡμέρας ἐν ᾗ τὴν ἑαυτοῦ παρουσίαν ὁ ἅγιος καθυπέσχετο, ὤφθη τῷ ἐκεῖσε παρ' αὐτοῦ προβληθέντι ἡγουμένῳ καὶ τῷ οἰκονόμῳ αὐτοῦ, ἐν ὁράματι ὑποδεικνύων αὐτοῖς τοὺς τῆς οἰκοδομῆς τόπους, καὶ σχεδὸν εἰπεῖν πάντα μετὰ ἀκριβείας ἃ ἐχρῆν γενέσθαι αὐτόθι διετάξατο αὐτοῖς. Ἀναστάντες οὖν ὅ τε ἀββᾶς τῆς μονῆς, καὶ ὁ τούτου οἰκονόμος μετὰ φόβου καὶ χαρᾶς μεγάλης θάτερος θατέρωῳ τὴν ὑπὸ τοῦ ἁγίου φανεῖσαν αὐτοῖς ὀπτασίαν διηγήσατο. Πιστωθέντες οὖν διὰ τῆς ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ φανείσης αὐτοῖς ὀπτασίας, ὁ τε προεστὼς τῆς μονῆς σὺν τohtigr;ι οἰκονόμῳ τὴν τοῦ χριστοφόρου ἀνδρὸς σωματικὴν ἐξεδέχοντο παρουσίαν. Ὡς δὲ παρῆλθε λοιπὸν ἡ τῆς ὁρισθείσης προθεσμίας ἡμέρα ἐν ᾗ ἔδει αὐτὸν πρὸς αὐτοὺς αἰσθητῶς παραγενέσθαι, καὶ τῆς προσδοκίας ἀποτυχόντες, ἐλυπήθησαν σφόδρα. Παραγενόμενοι δὲ πρὸς αὐτὸν τὴν αἰτίαν ᾔτουν μαθεῖν δι' ἣν πρὸς αὐτοὺς οὐ παραγέγονε, καὶ λυπούμενοι ἐνεκάλουν αὐτῷ, λέγοντες· « Πάτερ ὅσιε, καθὼς ὑπέσχου τὴν σὴν ἄφιξιν ἐξεδεχόμεθα, ἵνα ὑποδείξῃς ἡμῖν τὴν τῶν οἰκοδομημάτων τοποθεσίαν. » Πρὸς οὺς ὁ τοῦ Θεοῦ φίλος ἀποκριθεὶς, εἶπε « Διατί, ἀδελφοὶ, διατί ταῦτα οὕτω λέγετε πρός με; οὐχὶ καθὼς ὑπεσχόμην παραγέγονα πρὸς ὑμᾶς; » Εκείνων δὲ εἰπόντων, « ὅτι φύσει, πάτερ, οὐ παραγέγονας πρὸς ἡμᾶς, » αὐτὸς ἀπεκρίθη λέγων « Μὴ οὐκ ὤφθην ὑμῖν ἀμφοτέροις καθεύδουσι; καὶ ὑπέδειξα πῶς ὀφείλει ἡ τοῦ μοναστηρίου κτισθῆναι τοποθεσία; ἀπέλθετε, καὶ καθὼς διὰ τῆς ὀπτασίας ἐθεάσασθε, καὶ τῇ χειρὶ ὑμῖν ὑπέδειξα, οὕτως οἰκοδομήσατε. » Οἱ δὲ ταῦτα ἀκούσαντες, καὶ λίαν θαυμάσαντες, ἐν τῷ προλεχθέντι χωρίῳ ὑπέστρεψαν, καὶ πάντα τὰ τοῦ μοναστηρίου οἰκοδομήματα, καθὼς διὰ τῆς ὀπτασίας ἐτυπώθησαν, οὕτω καὶ ᾠκοδόμησαν.
ΠΕΤΡ. Διδαχθῆναι θέλω ποίᾳ τάξει γενέσθαι δύναται, ἵνα μήκοθεν ἀπέλθῃ ἀπόκρισις πρὸς καθεύδοντας ἄνδρας, ὅπερ οἱ ἅγιοι δι' ὀπτασίαν ἤκουσας καὶ ἐγνώρισαν.
ΓΡΗΓ. Ἵνα τί ἐρευνῶν διστάζεις, Πέτρε, περὶ τοῦ κατὰ τάξιν γεγονότος κεφαλαίου; ἣ ἀγνοεῖς ὅτι ἡ τοῦ πνεύματος φύσις κινητική ἐστιν ὑπὲρ τὸ σῶμα; ἀληθῶς τῆς γραφῆς μαρτυρούσης ἀκηκόαμεν. ὅτι ὁ προφήτης Ἀμβακοὺμ ἐκ τῆς Ἰουδαίας ὑψωθεὶς ἄφνω εἰς τὴν τῶν Χαλδαίων γῆν σὺν τῷ ἀρίστῳ ᾧ ἦν ἑαυτῷ ἑτοιμάσας, πρὸς τὸν προφήτην Δανιὴλ παραγέγονε, καὶ τοῦτον ἐμπλήσας ἐν τῇ Ἰουδαίagr;ι πάλιν ἑαυτὸν εὗρεν; Εἰ οὖν ὁ προφήτης Ἀμβακοὺμ ἐκ τοσούτου μεγίστου διαστήματος ὑπὸ Θεοῦ μετάρσιος γεγονὼς, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ σωματικῶς Δανιὴλ τῷ προφήτῃ ἄριστον παραγενόμενος προκεκόμικε, τί θαυμαστὸν εἰ ὁ πατὴρ Βενέδικτος διὰ προσευχῆς ἐν πνεύματι ἁγίῳ μετάρσιος γέγονε, καὶ τοῖς δυσὶν ἤγουν τῷ ἡγουμένῳ καὶ τῷ αὐτοῦ οἰκονόμῳ ὤφθη, καὶ περὶ τῆς οἰκοδομῆς τῆς μονῆς διετάξατο, ὃν τρόπον δὲ ὁ προφήτης τὴν σωματικὴν τροφὴν ἐπιφερόμενος πρὸς Δανιὴλ τὸν προφήτην σωματικῶς παραγέγονε, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πατὴρ Βενέδικτος ἐν πνεύματι πρὸς τοὺς μαθητὰς παραγέγονε, βρῶσιν ἀθάνατον αὐτοῖς ἐπιφερὸμενος, τουτέστι τὴν τῆς μονῆς σύστασιν καὶ οἰκοδομήν;
ΠΕΤΡ. Τῇ δεξιᾷ χειρὶ τῆς ψυχωφελοῦς καὶ σωτηριώδους διηγήσεως ἐκμαξάμενος τὴν ἐν τῇ διανοίᾳ μου ἐνοῦσαν δειλίαν ἀκμάζουσαν τὴν τῆς ἐρωτήσεως προθυμίαν ἀπειργάσω, ἀλλ' ἤθελον γνῶναι ὁποῖος ὑπῆρχεν ὁ ἀνὴρ οὗτος ἐν τῇ κοινῇ συντυχίᾳ.
CAPUT XXII. De fabrica monasterii Tarracinensis per visionem ab eo disposita. Gregorius. Alio quoque tempore a quodam fideli viro fuerat rogatus ut in ejus praedio juxta Tarracinensem urbem missis discipulis suis construere monasterium debuisset. Qui roganti consentiens, deputatis fratribus Patrem constituit, et quis ei secundus esset ordinavit. Quibus euntibus spopondit dicens: Ite, et die illo ego venio, et ostendo vobis in quo loco oratorium, in quo refectorium fratrum, in quo susceptionem hospitum, vel quaeque sunt necessaria, aedificare debeatis. Qui benedictione percepta illico perrexerunt, et constitutum diem magnopere praestolantes, paraverunt omnia quae his qui cum tanto Patre venire potuissent, videbantur esse necessaria. Nocte vero eadem qua promissus illucescebat dies, eidem servo Dei quem illic Patrem constituerat, atque ejus praeposito vir Domini in somnis apparuit, et loca singula ubi quid aedificare debuissent subtiliter designavit. Cumque utrique a somno surgerent, sibi invicem quod viderant, retulerunt. Non tamen visioni illi omnimodo fidem dantes, virum Dei sicut se venire promiserat, exspectabant. Cumque vir Dei constituto die minime venisset, ad eum cum moerore reversi sunt, dicentes: Exspectavimus, Pater, ut venires sicut promiseras, et nobis ostenderes ubi quid aedificare deberemus, et non venisti. Quibus ipse ait: Quare, fratres, quare ista dicitis? Nunquid sicut promisi, non veni? Cui cum ipsi dicerent: Quando venisti? respondit: Nunquid utrisque vobis dormientibus non apparui, et loca singula designavi? Ite, et sicut per visionem audistis, omne habitaculum monasterii ita construite. Qui haec audientes, vehementer admirati, ad praedictum praedium sunt reversi, et cuncta habitacula sicut ex revelatione didicerant construxerunt.
Petr. Doceri velim quo fieri ordine potuit ut longe iret, responsum dormientibus diceret, quod ipsi per visionem audirent et recognoscerent.
Gregor. Quid est quod perscrutans rei gestae ordinem ambigis, Petre? Liquet profecto, quia mobiliolioris naturae est spiritus quam corpus. Et certe Scriptura teste novimus quod propheta ex-Judaea sublevatus (Dan. XXIV, 32), repente est cum prandio in Chaldaea depositus, quo videlicet prandio prophetam refecit, seque repente in Judaea iterum invenit. Si igitur tam longe Habacuc potuit sub momento corporaliter ire et prandium deferre, quid mirum si Benedictus Pater obtinuit quatenus iret per spiritum, et fratrum quiescentium spiritibus necessaria narraret, ut sicut ille ad cibum corporis corporaliter perrexit, ita iste ad institutionem spiritalis vitae spiritaliter pergeret?
Petr. Manus tuae locutionis tersit a me, fateor, dubietatem mentis; sed velim nosse in communi locutione qualis iste vir fuerit.
CAPUT XXIII. ΚΕΦΑΛ. ΚΓ'. Περὶ τῶν χωρισθεισῶν παρ' αὐτοῦ τῆς κοινωνίας μοναστριῶν. ΓΡΗΓΟΡΙΟΣ. Σπανίως, Πέτρε, καὶ αὐτὴ ἡ συνήθης αὐτοῦ διάλεκτος ἠστόχει θείας δυνάμεως· ὑπὸ γὰρ τῆς τῶν σημείων ἐνεργείας ἡ τοῦ μακαρίου φωνὴ βριθομένη, ἐνεργὴς ὑπῆρχε καὶ οὐ διάκενος. Ὁ γὰρ τὴν ἑαυτοῦ καρδίαν ἐν τοῖς ὑψηλοῖς ἀνατείνας οὐδαμῶς ἐκ τῶν προερχομένων ἐκ τοῦ στόματος αὐτοῦ λόγων, κενόν τινα ἢ διαπίπτοντα εὑρίσκεσθαι ( sic ). Εἰ δὲ καὶ συμβέβηκέ ποτε σὺν ἀπειλῇ φθέγγεσθαι αὐτὸν, λίαν δυνατὸς ἦν ὁ τούτου λόγος· διότι οὐ μετὰ δειλίας, ἢ σκέψεως, ἀλλὰ δι' ἀποφάσεως σοφῶς ἐπετίμα. Ἐπεὶ οὖν οὐ μακρὰν τοῦ μοναστηρίου αὐτοῦ δύο τινὲς παρθένοι ἀσκήτριαι εὐγενεστάτου γένους τυγχάνουσαι ἐν τῷ ἑαυτῶν ἀνεστρέφοντο οἴκῳ, ἀνὴρ δέ τις σπουδαῖος καὶ εὐλαβὴς τὴν λειτουργίαν τῆς αὐτῶν χρείας τε καὶ οἰκονομίας συνήθως διηκόνει· ἀλλ' ἡ τοῦ γένους εὐγένεια οὐ πᾶσι συμβαίνει πρόξενος γίνεσθαι τῆς τοῦ νοὸς νήψεως, ἵνα ἑαυτοὺς ἐν τῷδε τῷ κόσμῳ βδελυξάμενοι μηδὲν πλέον ἑαυτοὺς τῶν ἄλλων ἡγήσωνται εἶναι. Τοῦτο δὲ εἰ ἔγνωσαν καὶ διὰ μελέτης ἐποιοῦντο, οὐκ ἂν αἱ προῤῥηθεῖσαι ἱεραὶ θήλειαι τὴν ἑαυτῆς γλῶσσαν δίκην ξηροῦ κατὰ τοῦ σπουδαιοτάτου ἐκείνου ἀνδρὸς τοῦ τὴν ὑπηρεσίαν προθύμως αὐταῖς τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν προσπορίζοντος, εἰς ὕβρεις ἠκόνησαν, καὶ εἰς θυμὸν τοῦτον ἐκίνησαν. Ὁ δὲ εὐλαβὴς ἐκεῖνος ἀνὴρ μηκέτι λοιπὸν δυνάμενος ὑπενέγκαι τὴν ὑπερβάλλουσαν τῶν θηλειῶν εἰς αὐτὸν γινομένην ἀτιμίαν, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παρεγένετο, καὶ τὴν τῶν παρθένων ἐστηλίτευσεν ἀχάριστον γνώμην, καὶ πόσας ὕβρεις παρ' αὐτῶν ἐδέξατο ἀνέθετο τῷ ἁγίῳ. Ὁ δὲ σημειοφόρος πατὴρ Βενέδικτος ταῦτα ἀκούσας περὶ τῶν παρθένων, ἐδὴλωσεν αὐταῖς, λέγων· « Διορθώσασθε ἑαυτὰς καὶ τὴν γλῶσσαν ὑμῶν σωφρονίσατε, ἐπεὶ ἐὰν μὴ διορθώσησθε, ἀκοινωνήτους ὑμᾶς ποιῶ. » Ταύτην οὖν τὴν τῆς ἀκοινωνησίας ἀπόφασιν, οὐχ' ὡς δεσμῶν αὐτὰς ἐν τῷ τοῦ ἐπιτιμίου χωρισμῷ ἀπέστειλεν, ἀλλὰ σοφῶς τε καὶ πατρικῶς τὴν ἐκείνων ἀχάριστον προαίρεσιν βελτιῶσαι βουλόμενος; ἐκεῖναι δὲ τῆς οἰκείας ἀφροσύνης οὐκ ἀπέστησαν, οὐδὲ λόγον ἐποιήσαντο τῆς τοῦ ἁγίου παραινέσεως. Μετ' ὀλίγας οὖν ἡμέρας αἱ προῤῥηθεῖσαι παρθένοι τέλει τοῦ βίου ἐχρήσαντο, καὶ ἐν τῇ ἐκκλησίᾳ ἐτάφησαν. Ἡνίκα δὲ ἐν τῇ αὐτῇ ἐκκλησίᾳ τῆς θείας λειτουγίας αἱ συνάξεις ἐπετελοῦντο, καὶ κατὰ τὸ σύνηθες ὁ διάκονος ἐκραζεν· « Εἴ τις οὐ κοινωνεῖ, ἐξέλθῃ τῆς ἐκκλησίας ἐξω, » ἡ τροφὸς τῶν ῥηθεισων παρθένων, ἥτις ὑπὲρ αὐτῶν συνήθως προσφορὰν τῷ κυρίῳ, προσέφερε, τὰς αὑτὰς δύο παρθένους εκ τῶν μνημάτων αὑτῶν προερχομένας, καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξερχομένας ἐθεώρει. Ὡς δὲ πολλάκις τοῦτο γινόμενον ἐθεάσατο, καὶ πρὸς τὴν τοῦ διακόνου ἐκφώνησιν ἐκείνας ἐξερχομένας ἐκ τῶν μνημάτων, καὶ ἐν τῇ ἐκκλησίᾳ μένειν μὴ δυναμένας, εἰς μνήμην ἐλθοῦσα ἡ ῥηθεῖσα τούτων τροφὸς, ὅτιπερ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐτι ζώσαις αὐταῖς ἐδὴλωσε, καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως ταύτας στερῆσαι εἶπεν, ἐὰν μὴ τὰ ἑαυτῶν ἤθη καὶ τοὺς λόγους διορθώσωνται, μετὰ σπουδῆς πρὸς τὸν τοῦ Θεοῦ δοῦλον Βενέδικτον παραγίνεται, καὶ σὺν ὀδυρμῷ πολλῷ πρὸς τοῖς ποσὶν αὐτοῦ κυλινδουμένη, τὴν οὐκτου καὶ φρίκης μεστὴν ἐκείνην θεωρίαν, ἥνπερ τοῖς ὀφθαλμοῖς τοῖς οἰκείοις ἐθεάσατο, ἀνήγγειλεν τῷ πατρί. Ὁ δὲ ἅγιος ταῦτα ἀκούσας, καὶ ὑπὸ τῆς συνούσης αὐτῷ συμπαθείας κινηθεὶς, λαβὼν μίαν προσφορὰν ἔδωκεν ἐν τῇ χειρὶ αὐτῆς, εἰπὼν πρὸς αὐτήν· « Ἄπελθε, καὶ ταύτην τὴν προσφορὰν ὑπὲρ αὐτῶν τῷ κυρίῳ προσενεχθῆναι ποίησον, καὶ τοῦ λοιποῦ οὐκ ἔσονται ἀκοινώνητοι. » Τῆς τοίνυν προσφορᾶς ὑπὲρ αὐτῶν προσενεχθείσης τῷ κυρίῳ, καὶ τοῦ διακόνου κατὰ τὸ σύνηθες κράζοντος, ἵνα οἱ μὴ μεταλαμβάνοντες ἐξέλθωσι τῆς ἐκκλησίας, οὐκ ἔτι λοιπὸν ἐθεωρήθησαν ὑπὸ τῆς τούτων τροφοῦ ἐκβαίνουσαι τῆς ἐκκλησίας. Ὅθεν πιστεύομεν ἐκτὸς πάσης ἀμφισβητήσεως, ὅτι ἡνίκα ἡ παρὰ τοῦ ἁγίου δοθεῖσα προσφορὰ ὑπὲρ αὐτῶν ἐθύθη, παραυτὰ τῆς συγχωρήσεως ἠξιώθησαν, καὶ τὴν τῆς ὁσίας κοινωνίας μετάληψιν παρὰ κυρίου διὰ τοῦ μακαρίου Βενεδίκτου ἐδέξαντο.
ΠΕΤΡ. Θαυμαστὸν σφόδρα ἐστὶν εἰ [redundat εἰ] τοῦτον τὸν σεβάσμιον καὶ ἁγιώτατον ἄνδρα ἐν ταύτῃ τῷ ζωῇ ὄντα καὶ φθαρτῇ σαρκὶ ἰσψύειν ψυχὰς λῦσαι ἐν αὐτῷ λοιπὸν τῷ ἀοράτῳ κριτηρίῳ τεταγμένας.
ΓΡΗΓΟΡ. Μή τι οὖν, Πέτρε, ἐν ταύτῃ τῃ σαρκὶ ἔτι οὐκ ἦν ὁ παρὰ Θεοῦ ἀκούσας, « Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον καὶ ἐν τοῖς οὐρανοῖς; χαὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον καὶ ἐν τοῖς οὑρανοῖς; » οὖτινος καὶ νῦν τὴν τάξιν ἐπικρατοῦσιν, δεσμεύοντες καὶ λύοντες, οἱ τὸν θρόνον τοῦ ἁγίου Ἀποστόλου καὶ ποιμένος τῇ πίστει καὶ τοῖς ἤθεσι κοσμοῦντες. Ἵνα οὖν δόξης τοσαύτης γήϊνος ἄνθρωπος καταξιωθῇ, ὁ οὐρανοῦ καὶ γῆς ποιητὴς ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατῆλθε, καὶ ἵνα ἡ σὰρξ ἐκ τοῦ πνεύματος κρῖναι δυνηθείη, ταῦτα αὐτῇ παρασχεῖν ἠξίωσε, ὁ Θεὸς ὢν γέγονε διὰ τοὺς ἀνθρώπους σάρξ. Ἔξω δὲ αὐτοῦ ἡ ἀσθένεια ἡμῶν· οὐ γὰρ ὑπ' αὐτῆς ἡ τοῦ Θεοῦ δυναστεία ἠσθένησεν.
ΠΕΤΡ. Μετὰ τῆς τῶν σημείων δυνάμεως καὶ ἡ τῶν ῥημάτων ἀπολογία προσφόρως ἐξεφωνήθη
CAPUT XXIII. De sanctimonialibus quae post mortem per ejus oblationem communioni Ecclesiae sunt redditae. Gregorius. Vix ipsa, Petre, communis ejus locutio a virtutis erat pondere vacua: quia cujus cor sese in alta suspenderat, nequaquam verba de ore illius incassum cadebant. Si quid vero unquam non jam decernendo, sed minando diceret, tantas vires sermo illius habebat, ac si hoc non dubie atque suspense, sed jam per sententiam protulisset. Nam non longe ab ejus monasterio duae quaedam sanctimoniales feminae nobiliori genere exortae, in loco proprio conversabantur; quibus quidam religiosus vir ad exterioris vitae usum praebebat obsequium. Sed sicut nonnullis solet nobilitas generis parere ignobilitatem mentis, ut minus se in hoc mundo despiciant, qui plus se caeteris aliquid fuisse meminerunt; necdum praedictae sanctimoniales feminae perfecte linguam suam sub habitus sui freno restrinxerant, et eumdem religiosum virum qui ad exteriora necessaria eis obsequium praebebat, incautis saepe sermonibus ad iracundiam provocabant. Qui dum diu ista toleraret, perrexit ad Dei hominem, quantasque pateretur verborum contumelias, enarravit. Vir autem Dei haec de illis audiens, eis protinus mandavit, dicens: Corrigite linguam vestram; quia si not emendaveritis, excommunico vos. Quam videlicet excommunicationis sententiam non proferendo intulit, sed minando. Illae autem a pristinis moribus nihil mutatae, intra paucos dies defunctae sunt, atque in ecclesia sepultae. Cumque in eadem ecclesia missarum solemnia celebrarentur, atque ex more diaconus clamaret: Si quis non communicat, de locum, nutrix earum quae pro eis oblationem Domino offerre consueverat, eas de sepulcris suis progredi et exire de ecclesia videbat. Quod dum saepius cerneret, quia ad vocem diaconi clamantis exibant foras, atque intra ecclesiam permanere non poterant, ad memoriam reduxit quae vir Dei illis adhuc viventibus mandavit. Eas quippe se communione privare dixerat, nisi mores suos et verba corrigerent. Tunc servo Dei cum gravi moerore indicatum est, qui manu sua protinus oblationem dedit, dicens: Ite et hanc oblationem pro eis offerri Domino facite, et ulterius excommunicatae non erunt Quae dum oblatio pro eis fuisset immolata, et a diacono juxta morem clamatum est, ut non communicantes ab ecclesia exirent, illae exire ab ecclesia ulterius visae non sunt. Qua ex re indubitanter patuit quia dum inter eos qui communione privati sunt, minime recederent, communionem a Domino per servum Domini recepissent
Petr. Mirum valde, quamvis venerabilem et sanctissimum virum, adhuc tamen in hac carne corruptibili degentem, potuisse animas solvere in illo jam invisibili judicio constitutas.
Gregor. Numquidnam, Petre, in hac adhuc carne non erat, qui audiebat: Quodcunque ligaveris super terram, erit ligatum et in coelis: et quae solveris super terram, soluta erunt et in coelis (Matth. XVI, 19)? Cujus nunc vicem in ligando et solvendo obtinent qui locum sancti regiminis fide et moribus tenent. Sed ut tanta valeat homo de terra, coeli et terrae Conditor in terram venit e coelo, atque ut judicare caro etiam de spiritibus possit, hoc ei largiri dignatus est, factus pro hominibus Deus caro: quia inde surrexit ultra se infirmitas nostra, unde sub se infirmata est firmitas Dei.
Petr. Cum virtute signorum concorditer loquitur ratio verborum.
CAPUT XXIV. ΚΕΦΑΛ. ΚΔ'. Περὶ τοῦ μοναχοῦ τοῦ παρὰ γνώμην τοῦ ἁγίου εἰς τοὺς γονεῖς ἀπελθόντος, κᾀκεῖ τελειωθέντος. ΓΡΗΓΟΡΙΟΣ. Ἄλλοτε πάλιν μοναχός τις νεανικῶς βιῶν, τῆς μονῆς τοῦ ἀνθρώπου τοῦ Θεοῦ ὑπάρχων, τοὺς ἑαυτοῦ κατὰ σάρκα γονεῖς ὑπὲρ μέτρον ἀγαπῶν, καὶ ἐν τῇ οἰκίᾳ αὐτῶν συνεχῶς ἄνευ τῆς τοῦ ἁγίου πατρὸς παραθέσεως ἀπερχόμενος, συνέβη ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες αὐτῷ πρὸς τοὺς γονεῖς παραγενέσθαι· εἰσελθόντος δὲ αὐτοῦ ἐν τῇ οἰκίᾳ, ἐτελεύτησεν. Εἶτα κηδεύσαντες αὐτὸν, καὶ ταφῇ παραδόντες, τῇ ἑξῆς ἡμέρᾳ τὸ σῶμα αὐτοῦ ἔξω εὗρον ἐῤῥιμμένον. Καὶ τοῦτο πάλιν θάψαντες, εὐθὺς ὑπὸ τῆς γῆς ἐκβρασθὲν ὡς τὸ πρότερον ἐθεάσαντο. Ταῦτα οὖν ἑωρακότες οἱ αὐτοῦ κατὰ σάρκα γονεῖς, πρὸς τὸν συμπαθέστατον πατέρα Βενέδικτον μετὰ μεγίστου κλαυθμοῦ προσέδραμον, δεόμενοι ὅπως διὰ της ἐνούσης ἐν αὐτῷ θείας χάριτος οίκτειρήσας τὸν οὕτως ἀθλίως θανόντα, προστάξῃ τοῦτον ὑπὸ τῆς γῆς κατασχεθῆναι. Ἑωρακὼς οὖν ὁ μακάριος τὴν κατώδυνον αὐτῶν καρδίαν, λαβὼν ἀπὸ τοῦ δεσποτικοῦ σώματος μερίδα μίαν δέδωκεν ἐν τῇ χειρὶ αὐτῶν, εἰπὼν πρὸς αὐτούς· « Ἀπέλθετε, καὶ τοῦτο δεσποτικὸν σῶμα ἐπάνω τοῦ στήθους αὐτοῦ βαλόντες τῇ προσηκούσῃ ταφῇ παραδίδοτε. » Τοῦτο οὖν πεποιηκότες οἱ τοῦ τεθνεῶτος γονεῖς, οὐκέτι ὑπὸ τῆς γῆς ἐξεῤῥίφη τὸ ταφὲν σῶμα, ἀλλὰ κατὰ τὴν τοῦ ἁγίου πρόσταξιν, ἔμεινεν κατασχεθὲν ὑπὸ τῆς γῆς. Ὁρᾷς, Πέτρε, ποίας κατακρίσεως παρὰ Ἰησοῦ Χριστοῦ ἠξιώθη ἐκεῖνος ὁ ἀνήρ· ὄτι τὸ σῶμα αὐτοῦ ἡ γῆ ἀπέῤῥιψεν, διότι τὴν τοῦ μακαρίου Βενεδίκτου εὐμένειαν οὐκ ἔσχεν.
ΠΕΤΡ. Θαυμάζω ἀληθῶς, καὶ σφόδρα ἐκπλήττομαι.
CAPUT XXIV. De puero monacho quem sepultum terra projecit. Gregorius. Quadam quoque die dum quidam ejus puerulus monachus parentes suos ultra quam deberet diligens, atque ad eorum habitaculum tendens, sine benedictione de monasterio exiisset, eodem die mox ut ad eos pervenit, defunctus est. Cumque esset sepultus, die altero projectum foras corpus ejus inventum est, quod rursus tradere sepulturae curaverunt. Sed sequenti die iterum projectum exterius atque inhumatum sicut prius invenerunt. Tunc concite ad Benedicti Patris vestigia currentes, cum magno fletu petierunt ut ei suam gratiam largiri dignaretur. Quibus vir Dei manu sua protinus communionem dominici corporis dedit dicens: Ite, atque hoc dominicum corpus super pectus ejus cum magna reverentia ponite, et sic sepulturae eum tradite. Quod dum factum fuisset, susceptum corpus ejus terra tenuit, nec ultra projecit. Perpendis, Petre, apud Jesum Christum Dominum cujus meriti iste vir fuerit, ut ejus corpus etiam terra projecerit, qui Benedicti gratiam non haberet.
Petr. Perpendo plane, et vehementer stupeo.
CAPUT XXV. ΚΕΦΑΛ. ΚΕ'. Περὶ τοῦ ἐξελθόντος μοναχοῦ τῆς μονῆς, οὗτινος ἐν τῇ ὁδῷ δράκων ὑπήντησεν. ΓΡΗΓΟΡΙΟΣ. Ἦν τις ἐκ τῶν μοναχῶν τῆς μονῆς τοῦ ὁσίου πατρὸς Βενεδίκτου, ὅστις τῷ τῶν λογισμῶν ῥεμβασμῷ ὑπὸ τοῦ τῆς ἀκηδίας δαίμονος κυριευθεὶς, τῇ τοῦ κανόνος ἀκριβεστάτῆ παραδόσει στοιχίσαι οὐδαμῶς ἤθελεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτον νουθετῶν οὐ διέλειπε, καὶ συνεχῶς παιδεύων οὐκ ἠμέλησεν. Ἐκεῖνος δὲ οὐχ εἵλατο τῆς τοῦ πατρὸς ὑπακοῦσαι παραινέσεως, ἀλλὰ καὶ ἀναιδῶς τῷ ἁγίῳ προσπίπτων οὐκ ἐπαύετο, ἵνα ἐαθῇ ὑπ' αὐτοῦ πρὸς τοὺς ἑαυτοῦ γονεῖς πορευθῆναι. Ἐν μιᾷ οὖν ἡμέρᾳ ὁ σεβάσμιος πατὴρ ὑπὸ τῆς αὐτοῦ παρακλήσεως ὀχληθεὶς, ἐν θυμῷ ἐκέλευσεν ἵνα τῆς μονῆς ὑποχωρήσῃ. Ὅστις εὐθέως ἡνίκα ἐκ τοῦ μοναστηρίου ἐξῆλθε, κατενώπιον αὐτοῦ ἐν τῇ ὁδῷ δράκοντα ἀνεῳγμένῳ τῷ στόματι εὗρε, καταπιεῖν τοῦτον θέλοντα. ἤρξατο οὖν αὐτὸς τρέμειν καὶ ψηλαφῶν μεγίσταις φωναῖς κράζων ἔλεγε « Δράμετε, δράμετε, ὅτι ὁ δράκων οὗτος καταφαγεῖν με θέλει. » Δραμόντες δὲ ὁμοῦ δύο ἀδελφοὶ, τὸν μὲν δράκοντα οὐκ ἐθεωρήσαντο, τρέμοντα δὲ, καὶ ψηλαφῶντα τὸν μοναχὸν εὑρόντες, εἰς τὸ μοναστήριον ὑπέστρεψαν. Ὅστις εὐθέως ὑπέσχετο μηδέποτε ἐκ τοῦ μοναστηρίου ἐξιέναι, ἢ ἀποστῆναι. Ἀπὸ οὖν τῆς ὥρας ἐκείνης ἐν τῇ ἑαυτοῦ ὑποσχέσει ὑπέμεινε, καὶ ταῖς τοῦ ἁγίου ἀνδρὸς εὐχαῖς τειχισθεὶς, τὸν κατέναντι αὐτοῦ ἑστῶτα δράκοντα, ὅντινα πρότερον μὴ ὁρῶν ἠκολούθει, τοῦτον οὐδαμῶς τοῦ λοιποῦ ἐθεάσατο.
CAPUT XXV. De monacho qui de monasterio discedens, draconem in itinere invenit. Gregorius. Quidam autem ejus monachus mobilitati mentem dederat, et permanere in monasterio nolebat. Cumque eum vir Dei assidue corriperet, et frequenter admoneret, ipse vero nullo modo consentiret in congregatione persistere, atque importunis precibus ut relaxaretur immineret, quadam die idem venerabilis Pater, nimietatis ejus taedio affectus, iratus jussit ut discederet. Qui mox ut monasterium exiit, contra se assistere aperto ore draconem in itinere invenit. Cumque eum idem draco qui apparuerat devorare vellet, coepit ipse tremens et palpitans magnis vocibus clamare, dicens: Currite, currite, quia draco iste me devorare vult. Currentes autem fratres draconem minime viderunt, sed trementem atque palpitantem monachum ad monasterium reduxerunt. Qui statim promisit nunquam se esse a monasterio recessurum, atque ex hora eadem in sua promissione permansit: quippe qui sancti viri orationibus contra se assistere draconem viderat, quem prius non videndo sequebatur.
CAPUT XXVI. ΚΕΦΑΛ. Κϛ'. Περὶ τοῦ ἰαθέντος παιδὸς ἀπὸ τῆς λέπρας. Νομίζω μηδὲ τοῦτο σιγῆς ἄξιον ὑπάρχειν, ὅπερ ἰλλουστρίῳ ἀνδρὶ Ἀντωνίῳ τοῦνομα διηγουμένῳ ἤκουσα, ὄστις ἔλεγε τοῦ πατρὸς αὑτοῦ παῖδα ἐπίχυσιν ἐλεφαντίας ὑπομείναντα, καὶ λοιπὸν τῶν τριχῶν αὐτοῦ πεπτωκυιῶν, τὸ δέρμα αὐτοῦ ἐφυσήθη. Εἶτα προϊούσης τῆς νόσου λαθεῖν οὐκ ἠδύνατο. Πρὸς δὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ ὑπὸ τοῦ ἑαυτοῦ πατρὸς ἀπεστάλη, καὶ ἐν τῇ προτέρᾳ ὑγείᾳ ὁ παῖς ἀποκατασταθεὶς, τῷ οἰκείῳ γεννήτορι μετά πάσης σπουδῆς ἀπεδόθη.
CAPUT XXVI. De puero a morbo elephantino curato. Sed neque hoc silendum puto, quod illustri viro Antonio narrante cognovi, qui aiebat patris sui puerum morbo elephantino fuisse correptum, ita ut jam pilis cadentibus cutis intumesceret, atque increscentem saniem occultare non posset. Qui ad virum Dei ab eodem patre ejus missus est et saluti pristinae sub omni celeritate restitutus.
CAPUT XXVII. ΚΕΦΑΛ. ΚΖ' Περὶ τῶν εὑρεθέντων ιγ' νομισμάτων διὰ προσευχῆς τοῦ ἁγίου. Καὶ τὰ περὶ Περεγρίνου τοῦ μαθητοῦ τοῦ μακαρίου ἀνδρὸς Βενεδίκτου διηγηθέντα μοι οὐδαμῶς ἡγοῦμαι δίκαιον σιγῇ παραδοῦναι. Εἴρηκε γάρ μοι ὁ αὐτὸς, ὅτι ἔν τινι ἡμέρᾳ ἀνήρ τις πιστὸς ἀνάγκῃ χρέους συνεχόμενος, καὶ ὑπὸ τοῦ χρεοφειλέτου τὸ δάνειον ἀπαιτούμενος, καὶ μὴ ἔχων τὸ πόθεν ἀποδοῦναι, μεγίστην ἑαυτῷ εὐεργεσίαν γενέσθαι ἐπίστευσεν, εἰ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγένηται Καὶ δὴ πορευθεὶς προσέπεσεν τοῖς τοῦ ἁγίου ποσὶν, τὴν συνέχουσαν αὐτοῦ τοῦ χρέους τῶν δώδεκα νομισμάτων ἀνάγκην ἀπαγγέλλων. Ὁ δὲ σεβάσμιος πατὴρ συμπαθῶς πρὸς αὐτὸν πρᾳείᾳ τῇ φωνῇ εἶπεν· « Ἀδελφὲ, συγχώρησον, ὅτι οὐδαμῶς ἔχω δώδεκα νομίσματα· ἀλλ' ἄπελθε, καὶ μετὰ δύο ἡμέρας ὑπόστρεψον πρός με, οὐ γὰρ ἔχω σήμερου ὅπερ σοι παρασχεῖν ὀφείλω. » Ἐν δὲ ταῖς δυσὶν ἡμέραις ἐκείναις ἦν ὁ πατὴρ σχολάζων ἐν τῇ προσευχῇ. Τῇ οὖν τρίτῃ ἡμέρᾳ παρεγένετο ὁ ἀνὴρ ἐκεῖνος, ὅστις ὑπὸ τῆς ἀνάγκης τοῦ χρέους συνείχετο, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον. Ἄρκλα ( sic ) οὖν ὑπῆρχεν ἐν τῷ μοναστηρίῳ, ἥτις ἦν ὀσπρίου πλήρης· ὑπεράνω δὲ ταύτης αἰφνίδιον διὰ τῆς τοῦ θεοφόρου πατρὸς εὐχῆς, τρισκαίδεκα νομίσματα ηὑρέθησαν. Ἅπερ ὁ σημειοφόρος Βενέδικτος ἐκέλευσεν ἐνεχθῆναι, καὶ τῷ τεθλιμμένῳ δοθῆναι ἀνδρὶ, εἰπὼν πρὸς αὐτόν· « Ἄπελθε, τέκνον, καὶ τὰ μὲν δώδεκα νομίσματα ἀπόδος τῷ χρεοφειλέτῃ, τὸ δὲ ἓν νόμισμα κάτεχε σεαυτῷ διὰ τὰς ἀναγκαίας σου χρείας.
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἡμῖν ἐπανιτέον αὖθις διηγουμένοις τὰ τοῦ σημειοφόρου πατρὸς θεῖα τεράστια, ἅπερ παρὰ τῶν αὐτοῦ φοιτητῶν τῶν ἐν ταύτῃ τῇ βίβλῳ ἀνωτέρω μνημονευθέντων, ἀκοῇ παρείληφα. Ἤν τις ἀνὴρ ὅστις εἶχεν ἕτερον ζηλοτυποῦντα αὐτῷ, καὶ ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον. Ὁ οὖν μισόκαλος δαίμων ἐπὶ τοσοῦτον ἐμμανῶς τοῦτον συνώθησεν, ὥστε θανατηφόρον ἐπινοήσασθαι κατ' αὐτοῦ δηλητήριον, καὶ τοῦτο ἀγνοοῦντα τὸν ἄνδρα πιεῖν παρεσκεύασεν, ἵνα τοῦτον τῆς προσκαίρου ζωῆς θᾶττον ἀπαλλάξῃ. Καὶ ὁ μὲν ἀνὴρ τὸ δηλητήριον πεπωκὼς οὐ τέθνηκεν· ἀλλ' ἐκχυθείσης ἐν ὅλῳ τῷ σώματι αὐτοῦ τῆς ἐλεφαντίας τὸ εἶδος, ἐλεεινὸν θέαμα τοῖς ἁπάντων ὀφθαλμοῖς προὔκειτο. Εἶτα πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπενεχθεὶς, τὴν προτέραν ὑγείαν ταχέως ἀπέλαβε. Τῇ γὰρ σημειοφόρῳ αὐτοῦ δεξιᾷ ἁψάμενος τοῦ σώματος αὐτοῦ πᾶσαν ἀπὸ τοῦ δέρματος αὐτοῦ τὴν τῆς ἐλεφαντίας νόσον ἑφυγάδευσεν.
CAPUT XXVII. De solidis per miraculum debitori redditis. Neque illud taceam quod ejus discipulus Peregrinus nomine narrare consueverat: quia die quadam fidelis vir quidam necessitate debiti compulsus, unum sibi fore remedium credidit, si ad Dei virum pergeret, et quae eum urgeret debiti necessitas, indicaret. Venit itaque ad monasterium, omnipotentis Dei famulum reperit, et quia a creditore suo pro duodecim solidis graviter affligeretur, intimavit. Cui venerabilis Pater nequaquam se habere duodecim solidos respondit, sed tamen ejus inopiam blanda locutione consolatus, ait: Vade, et post biduum revertere, quia deest hodie quod tibi debeam dare. In ipso autem biduo more suo in oratione fuit occupatus. Cumque die tertio is qui necessitate debiti affligebatur, rediret, super arcam monasterii, quae erat frumento plena, subito tredecim solidi sunt inventi. Quos vir Dei deferri jussit, et afflicto petitori tribui, dicens, ut duodecim redderet, et unum in expensis propriis haberet.
Sed ad ea nunc redeam, quae ejus discipulis in libri hujus exordio praedictis referentibus agnovi. Quidam vir gravissima adversarii sui aemulatione laborabat, cujus ad hoc usque odium prorupit, ut ei nescienti in potu venenum daret. Quod quamvis vitam auferre non valuit, cutis tamen colorem mutavit, ita ut diffusa in corpore ejus varietas leprae morem imitari videretur. Sed ad Dei hominem deductus salutem pristinam citius recepit: nam mox ut eum contigit, omnem cutis illius varietatem fugavit.
CAPUT XXVIII. ΚΕΦΑΛ. ΚΗ'. Περὶ τοῦ ῥιφέντος ἀνακλασταρίου ( sic ) σὺν τῷ ἐλαίῳ, κατ' ἐπιτροπὴν αὐτοῦ, καὶ μὴ κλασθέντος. Κατ' ἐκεῖνον τοίνυν τὸν καιρὸν καθ' ὃν τὴν Καμπανίαν λιμὸς συνεῖχε βαρύτατος, ὁ τοῦ Χριστοῦ πιστὸς καὶ φρόνιμος οἰκονόμος οὐκ ἐπαύετο πᾶσι τοῖς ἐνδέεσι τὴν πρέπουσαν συμπαθῶς διανομὴν τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν ποιούμενος· ἕως οὗ πάντα ἐκ τοῦ μοναστηρίου ἐξέλιπον, καὶ οὐδὲν ἕτερον ἧν ὑπολειφθὲν ἐν τῷ κελλαρίῳ τῆς μονῆς, εἰ μὴ βραχύ τι ἐλαίου ἐν ὑαλίνῳ σκεύει. Εἷς δέ τις ὑποδιάκονος, τὴν προσηγορίαν Ἀγαπητὸς, ἦλθε πρός τὸν τοῦ Θεοῦ φίλον, πάνυ αὐτόν δυσωπῶν, ὅπως ἔλαιον ὀλίγον ἐπιτρέψῃ δοθῆναι αὑτῷ· ὁ δὲ θεσπέσιος οὗτος ἀνὴρ ὃς ἤδη πάντα ἐν τῇ διανοίᾳ θέμενος διανέμειν τε καὶ σκορπίζειν ἐν τῇ γῇ ἵνα ἐν τῷ οὐρανῷ τηρηθῶσιν, ἐκεῖνο τὸ βραχὺ τοῦ ἐλαίου, ὅπερ ἐν τῷ κελλαρίῳ τῆς μονῆς ἐναπέμεινεν, ἐκέλευσε τῷ αἰτοῦντι δοθῆναι. Ὁ μοναχὸς δὲ ὁ τὴν τοῦ κελλαρίου διακονίαν ἐγκεχειρισμένος, ὑπήκουσε μὲν τὴς τοῦ πατρὸς κελεύσεως, ἀλλὰ πληρῶσαι ταύτην οὐχ εἵλετο. Μετ' ὀλίγον οὖν ἐπηρώτησεν ὁ πατὴρ τὸν κελλαράριον, εἰ τὸ βραχὺ ἐκεῖνο ἔλαιον δέδωκε τῷ αἰτήσαντι. Ὁ δὲ ἀποκριθεὶς ὡμολόγησε μὴ δεδωκέναι αὐτῷ, εἰπὼν πρὸς αὐτόν « Ὅτι ἐὰν ὁλον τὸ ἔλαιον ἐκεῖνο παρασχεθῆναι τῷ ἀνδρὶ κελεύσῃς, παντάπασι τοῖς ἀδελφοῖς οἰαδὸν παραμυθία οὐχ ὑπολειφθήσεται. » Τότε θυμωθεὶς ὁ πρᾳότατος ἐκεῖνος ἀνὴρ προσέταξε τοῖς ἀδελφοῖς, ὅπως τὸ ῥηθὲν ὑάλινον σκεῦος, ἐν ᾧ τὸ ὀλίγον τοῦ ἐλαίου ἀπέμεινεν, διὰ τῆς θυρίδος ῥίψωσιν, ἵνα μὴ ἐν τῷ μοναστηρίῳ τι τῶν τῆς παρακοῆς ἐναπομείνῃ. Γέγονε τοίνυν καθὼς ὁ μακάριος προσέταξεν. Ὑπὸ δέ θὴν θυρίδα ἐκείνην σωρὸς ἦν λίθων πολλῶν καὶ μεγάλων, ἐφ' ὧν ῥιφὲν τὸ εἰρημένον ὑάλινον τοῦ ἐλαίου σκεῦος οὕτω διέμεινε σῶον, ὡς μὴ ῥιφέν ποτε. Οὔτε γὰρ ἀπὸ ὕψους ἀκοντισθὲν συνετρίβη, οὔτε τὸ ἔλαιον ἐξεχύθη. Ἐπέτρεψεν οὖν ὁ τίμιος οὗτος πατὴρ τοῦτο ἐνεχθῆναι, καὶ καθὼς ἦν ἀκέραιον, τῷ αἰτοῦντι δοθῆναι. Τότε συναχθέντων τῶν ἀδελφῶν, ἐνώπιον πάντων τὸν παρακούσαντα μοναχὸν διὰ τὴν ἀπιστίαν αὐτοῦ καὶ παρακοὴν διήλεγξε.
CAPUT XXVIII. De ampulla vitrea in saxis projecta et non fracta. Eo quoque tempore quo alimentorum inopia Campaniam graviter affligebat, vir Dei diversis indigentibus monasterii sui cuncta tribuerat, ut pene nihil in cellario nisi parum quid olei in vitreo vase remaneret. Tunc quidam subdiaconus Agapitus nomine advenit, magnopere postulans ut sibi aliquantulum olei dari debuisset. Vir autem Domini, qui cuncta decreverat in terra tribuere, ut in coelo omnia reservaret, hoc ipsum parum quod remanserat olei, jussit petenti dari. Monachus vero qui cellarium tenebat audivit quidem jubentis verba, sed implere distulit. Cumque post paululum si id quod jusserat datum esset inquireret, respondit monachus se minime dedisse; quia si illud ei tribueret, omnino nihil fratribus remaneret. Tunc iratus, aliis praecepit ut hoc ipsum vas vitreum in quo parum olei remansisse videbatur, per fenestram projicerent, ne in cella aliquid per inobedientiam remaneret. Factumque est. Sub fenestra autem eadem ingens praecipitium patebat saxorum molibus asperum. Projectum itaque vas vitreum venit in saxis, sed sic mansit incolume ac si projectum minime fuisset: ita ut neque frangi, neque oleum effundi potuisset. Quod vir Domini praecepit levari, atque, ut erat integrum, petenti tribuit. Tunc collectis fratribus, inobedientem monachum de infidelitate sua et superbia coram omnibus increpavit.
CAPUT XXIX. ΚΕΦΑΛ. ΚΘ'. Περὶ τοῦ γεμισθέντος πίθου ἐλαίου διὰ προσευχῆς αὐτοῦ. Τούτου δὲ γεγονότος, ἅμα τοῖς ἀδελφοῖς ἑαυτὸν ὁ σεβάσμιος πατὴρ εἰς προσευχὴν δέδωκεν. Ἐν δὲ τῷ τόπῳ ἐκείνῳ, ἐν ᾧ μετὰ τῶν ἀδελφῶν ἐν τῇ προσευχῇ ἵστατο, πίθος κενὸς ὑπῆρχε τῷ σκεπασματι κεκαλυμμένος. Ἐν δέ τῷ τὸν ἅγιον πατέρα προσκαρτερεῖν ἐν τῇ προσευχῇ, ἤρξατο τὸ πῶμα τοῦ αὐτοῦ πιθαρίου κουφίζεσθαι, τοῦ ἐλαίου πληθυνθέντος ἐν τῷ πίθῳ. Οὗτινος κινηθέντος τε καὶ ὑψωθέντος, τὸ αὐξηθὲν ἔλαιον τὸ τοῦ πιθαρίου στόμα ὑπερβλύσαν ἅπαν τὸ ἔδαφος ἐπλήρωσεν, ἐν ᾧ ἦν εἰς προσευχὴν κύψας ὁ ἅγιος. Τοῦτο δὲ θεασάμενος ὁ θαυματουργὸς πατὴρ Βενέδικτος τῇ εὐχῇ τέλος ἐπέθηκε. Τὸν δὲ ἄπιστον ἐκεῖνον καὶ ἀκήκοον ἀδελφὸν πατρικῶς ἐνουθέτησεν εἰπών· « Τέκνον, κτίσαι πίστιν ἀδίστακτον καὶ ταπεινοφροσύνην ἀξίαν τοῦ μοναχικοῦ ἐπαγγέλματος· » Ὁ δὲ ἀδελφὸς ἐκεῖνος πρεπόντως καὶ σωτηριωδῶς ὑπὸ θοῦ πατρὸς παιδευθεὶς, ᾐδεσθη· ὁ γὰρ ἀοίδιμος οὗτος πατὴρ τὴν ἰσχὺν τῆς ἑαυτοῦ νουθεσίας, ἥνπερ ἐδίδασκεν, ταύτην τῇ τοῦ παντοδυνάμου Θεοῦ χάριτι τοῖς θείοις θαύμασι πᾶσιν ὑπεδείκνυε, καὶ οὐκ ἦν λοιπόν τινά ποτε τῆς αὐτοῦ συνοδίας ἐν ταῖς τοῦ ἁγίου ὑποσχέσεσι δειλιᾷν, ἢ ἀπιστεῖν τοῖς ὑπ' αὐτοῦ λεγομένοις, καὶ μάλιστα ἑωρακότες τὴν ἐν μιᾷ καιροῦ ῥοπῇ γενομένην παρὰ Θεοῦ ὐπερβάλλουσαν ἐπίσκεψιν. Ὑπὲρ γὰρ ὑαλίνου σκεύους ὀλίγον πάνυ ἔλαιον ἔχοντος, πίθον ὑπερβλύσαντα ἐλαίου ἀπέδωκεν.
CAPUT XXIX. De dolio vacuo, oleo repleto. Qua increpatione completa, sese cum eisdem fratribus in orationem dedit. In eo autem loco ubi cum fratribus orabat, vacuum erat ab oleo dolium et coopertum. Cumque sanctus vir in oratione persisteret, coepit operimentum ejusdem dolii oleo excrescente sublevari. Quo commoto atque sublevato, oleum quod excreverat, ora dolii transiens, pavimentum loci in quo incubuerat inundabat. Quod Benedictus Dei famulus ut aspexit, protinus orationem complevit, atque in pavimentum oleum defluere cessavit. Tunc diffidentem inobedientemque fratrem latius admonuit, ut fidem habere disceret et humilitatem. Idem vero frater salubriter correptus erubuit: quia venerabilis Pater virtutem omnipotentis Dei, quam admonitione intimaverat, miraculis ostendebat; nec erat jam ut quisquam de ejus promissionibus dubitare posset, qui in uno eodemque momento pro vitreo vase pene vacuo plenum oleo dolium reddidisset.
CAPUT XXX. ΚΕΦΑΛ. Λ'. Περὶ τοῦ δαιμονιοῦντος μοναχοῦ, καὶ διὰ μαξίλλης τοῦ ἁγίου ἰαθέντος. Ἐν μιᾷ τῶν ἡμερῶν, πορευομένῳ τῷ ὁσίῳ ἐπί τὸ τοῦ ἁγίου Ἰωάννου εὐκτήριον, ἅπερ ἐν αὐτῷ τῷ ὕψει τοῦ ὄρους ᾠκοδομημένον ἦν, ὁ παμπόνηρος ἐχθρὸς ἐν σχήματι ἱππιατροῦ εἰς συνάντησιν αὐτῷ ἐξῆλθε τὸ κέρατον καὶ τριπέδικλον ἐπιφερὸμενος. Ὁ δὲ τοῦ Θεοῦ θεράπων ἠρώτησεν αὐτὸν, λέγων· « Ποῦ ἀπέρχῃ; » ἐκεῖνος δὲ ἀποκριθεὶς, εἶπεν· « Ἰδοὺ πρὸς τοὺς ἀδελφοὺς πορεύομαι, ποτὸν αὐτοῖς δοῦναι. » Ἐπορεύθη οὖν ὁ σημειοφόρος Βενέδικτος, καὶ κατὰ τὸ σύνηθες αὐτῷ, ἔστη εἰς προσευχὴν, ἣν πληρώσας ταχέως ὑπέστρεψε. Τὸ δὲ πονηρὸν πνεῦμα ἕνα τῶν τοῦ ἁγίου μοναχῶν προβεβηκότα εὑρὸν, ὕδωρ ἀντλοῦντα, παραυτὰ εἰσῆλθεν εἰς αὐτὸν, καὶ σπαράξαν αὐτὸν ἀνιλεῶς ἐβασάνιζεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ἀπὸ τῆς εὐχῆς ὑποστρέψας, καὶ τοῦτον οὕτως ἐλεεινῶς βασανιζόμενον θεασάμενος, μόνον αὐτῷ κόσσον δέδωκεν ἐν τῇ σιαγόνι, καὶ παραυτίκα τὸ ἀκάθαρτον πνεῦμα ἀπ' αὐτοῦ ἐξῆλθε, καὶ οὐκ ἔτι τοῦ λοιποῦ εἰς αὐτὸν ὑποστρέψαι ἐτόλμησεν.
ΠΕΤΡ. Ἤθελον γνῶναι, ταῦτα πάντα τὰ θαύματα τῇ τῆς προσευχῆς δυνάμει ἐποίει διαπαντὸς, ἢ μόνῳ τῷ τῆς προγνώσεως θελήματι ἐπετέλει αὐτά;
ΓΡΗΓΟΡ. Οἵτινες ἑκουσίῳ θελήματι καὶ πόθῳ τῷ Θεῷ προσκολλῶνται, ἡνίκα τῶν πραγμάτων ἡ ἀνάγκη ἀπαιτῇ τὴν τῶν θαυμάτων ἐπίδειξιν, πολυτρόπως ἐπιτελοῦσιν· ποτὲ μὲν γὰρ ἐκ δεήσεως γίνονται, ποτὲ δὲ κατ' ἐξουσίαν. Καθάπερ ὁ εὐαγγελιστὴς Ἰωάννης λέγει· « Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. » Οἳ οὖν διὰ τῆς ἐξουσίας τοῦ Θεοῦ τέκνα ὑπάρχουσι, τί θαυμαστὸν ἐὰν σημεῖα ὑπὸ τῆς ἐξουσίας ποιῆσαι δύνανται; ὅτι δὲ καὶ ἑκατέρῳ τρόπῳ θαυμάσια ποιοῦσιν, μαρτυρεῖ Πέτρος ὁ τὴν Ταβιτᾶν θανοῦσαν δι' εὐχῆς ἀναστήσας, Ἀνανίαν τε καὶ Σαπφείραν ψευσαμένους διελέγξας, καὶ τῷ θανάτῳ παραδούς. Οὐδὲ γὰρ εὔξασθαι αὐτὸν γέγραπται ἐν τῇ ἐκπνεύσει αὐτῶν, ἀλλὰ μόνον τὸ πταῖσμα, ὅπερ πεποιήκασι διήλεγξε. Συμβοίνει δὲ, ὅτι ποτὲ μὲν κατ' ἐξουσίαν ποιοῦσι, ποτὲ δὲ ἀπὸ δεήσεως. Ἐξ ὧν ἐκείνοις μὲν τὴν ζωὴν, διελέγχων, κατ' ἐξουσίαν παρεπῆρε, καὶ ταύτην πάλιν δι' εὐχῆς τὴν ζωὴν περιεποιήσατο. Ἐν δυσὶ τοίνυν τρόποις θαυμάτων τὴν τοῦ γνησίου δούλου τοῦ Θεοῦ Βενεδίκτου δύναμιν προτίθημι, ἐν οἷς λαμπρότερον τοῦτον ἀναδείκνυμι. Καὶ ποτὲ μὲν τοῦτον γινώσκομεν λαβόντα θεόθεν ἐξουσίαν, ποτὲ δὲ δι' εὐχῆς ἰσχύσαντα, θαυματουργίας ἐπιτελεῖν.
CAPUT XXX. De monacho a daemone liberato. Quadam die dum ad beati Joannis oratorium, quod in ipsa mantis celsitudine situm est, pergeret, ei antiquus hostis in mulomedici specie obviam factus est, cornu et tripedicam ferens. Quem cum requisisset, dicens: Quo vadis? ille respondit: Ecce ad fratres vado potionem eis dare. Itaque perrexit venerabilis Pater Benedictus ad orationem; qua completa concitus rediit. Malignus vero spiritus unum seniorem monachum invenit aquam haurientem, in quem statim ingressus est, eumque in terram projecit, et vehementissime vexavit. Quem cum vir Dei ab oratione rediens tam crudeliter vexari conspiceret, ei solummodo alapam dedit, et malignum ab eo spiritum protinus excussit, ita ut ad eum redire ulterius non auderet.
Petr. Velim nosse, si haec tanta miracula virtute semper orationis impetrabat, an aliquando etiam solo voluntatis exhibebat nutu.
Gregor. Qui devota mente Deo adhaerent, cum rerum necessitas exposcit, exhibere signa modo utroque solent, ut mira quaeque aliquando ex prece faciant, aliquando ex potestate. Cum enim Joannes dicat: Quotquot autem receperunt eum, dedit eis potestatem filios Dei fieri (Joan. I, 12). Qui filii Dei ex potestate sunt, quid mirum si signa facere ex potestate valeant? Quia enim utroque modo miracula exhibeant, testatur Petrus (Act. IX), qui Thabitham mortuam orando suscitavit, Ananiam vero et Sapphiram (Act. V) mentientes morti increpando tradidit. Neque enim orasse in eorum exstinctione legitur, sed solummodo culpam quam perpetraverant increpasse. Constat ergo quod aliquando haec ex potestate, aliquando vero exhibent ex postulatione, dum et istis vitam increpando abstulit, et illi reddidit orando. Nam duo quoque fidelis famuli Dei Benedicti facta nunc replico, in quibus aperte clareat, aliud hunc accepta divinitus ex potestate, aliud ex oratione potuisse.
CAPUT XXXI. ΚΕΦΑΑ. ΛΑ'. Περὶ τοῦ γεωργοῦ τοῦ ἀοράτως ἐκ τῶν δεσμῶν λυθέντος, μόνον ἐπιβλέψαντος τοῦ ἁγίου. Ἥν τις τῷ γένει Γότθος, τῇ δὲ προσηγορίᾳ Τζαλλᾶς ἐπονομαζόμενος, τῆς τῶν Ἀρειανῶν ἀθέου δυσπιστίας ὑπάρχων. Ὅστις ἐν τοῖς χρόνοις Τοτίλα τοῦ τῶν Γότθων ῥηγὸς, οὗ τὸ πρὶν μνείαν ἐποιησάμεθα, θυμῷ ἀνυποστάτῳ κατὰ τῶν τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας σπουδαίων ἀνδρῶν ἐκκαυθεὶς, καὶ τῇ ἑαυτοῦ συντρόφῳ ὠμότητι συνήθως χρώμενος, ἐάν τινα κατὰ προσώπων ἐθεάσατο, εἴτε κληρικὸν εἴτε μοναχὸν, παραχρῆμα τούτους διεχειρὶζετο, τῷ διὰ ξίφους ὑποβάλλων θανάτῳ. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν τῇ ζέσει τῆς οἰκείας ὠμότητος ἐκκαυθεὶς, καὶ ὑπὸ τῆς τῶν πραγμάτων συγχύσεως τὸν νοῦν κλαπεὶς, τινὰ χωρικὸν τῇ τύχῃ εὑρηκὼς, τοῦτον ὠμοτάτοις ἔθλιβε βασάνοις, καὶ διαφόροις κριτηρίοις ἐμάστιζε. Μηκέτι οὖν τὰς βασάνους ὁ χωρικὸς ὑποφέρων, ἀπαιτούμενος ὑπὸ τοῦ σοβαροῦ ἐκείνου καὶ βαρβάρου τὰ διαφέροντα αὐτῷ πράγματα, τῷ δούλῳ τοῦ Θεοῦ Βενεδίκτῳ ἔφη παραθέσθαι αὐτά. Τοῦτο ἴσως πραγματευσάμενος πρὸς τὸ ἐκφυγεῖν αὐτὸν τὴν τῶν βασάνων τιμωρίαν, καὶ τῆς ζωῆς κερδάναι τὴν σωτηρίαν. Τότε ὁ αὐτὸς Τζαλλᾶς ἔπαυσε τοῦ βασανίζειν αὐτὸν, προσέταξε δὲ τοὺς βραχίονας αὐτοῦ λώροις ἰσχυροῖς δεσμευθέντας σφιγχθῆναι, καὶ τοῦτον ἔμπροσθεν τοῦ ἑαυτοῦ ἵππου ἤρξατο ἐλαύνειν πρὸς τὸ ὑποδεῖξαι αὐτῷ τίς ἐστι Βενέδικτος, ὁ τὰ πράγματα αὐτοῦ ὑποδεξάμενος. Ὅστις χωρικὸς τοῖς βραχίοσι δεδεμένος ἔμπροσθεν αὐτοῦ προτρέχων ἀπήγαγε τὸν ἀλαζόνα Τζαλλᾶν εἰς τὸ τοῦ ἁγίου ἀνδρὸς μοναστήριον· εὑρὼν [ F. εὗρεν] δὲ τὸν μακάριον μόνον κατέναντι τῆς εἰσόδου τοῦ κελλίου καθεζόμενον, καὶ ἀναγινώσκοντα. Τῷ δὲ αὐτῷ Τζαλλᾷ ἀκολουθοῦντι, καὶ θυμομαχοῦντι, εἶπεν ὁ χωρικός· « Ἰδοὺ οὗτός ἐστιν ὁ πατὴρ Βενέδικτος, περὶ οὗ εἶπόν σοι. » Ἐκεῖνος οὖν ὁ ὑπερήφανος, ζέοντι τῷ θυμῷ, καὶ διεστραμμένῳ τῷ βλέμματι, γνώμης ἀνυγιοῦς γεγονὼς ἐν τῷ τὸν ἅγιον ὁρᾷν, ἐδόκει τῷ ἑαυτοῦ φόβῳ τοῦτον ἐκπλήττειν. Καὶ ἀτενῶς αὐτῷ προσέχων μεγίσταις ἤρξατο κράζειν φωναῖς, καὶ λέγειν πρὸς τὸν ἅγιον· « Ἀνάστα, ἀνάστα, καὶ τὰ τοῦ χωρικοῦ τούτου πράγματα, ἅπερ εἴληφας, ἀπόδος. » Οὗτινος τῇ φωνῇ εὐθέως ὁ τοῦ Θεοῦ ἄνθρωπος τοὺς ἑαυτοῦ ᾖρεν ὀφθαλμοὺς ἀπὸ τῆς ἀναγνώσεως, καὶ θεωρήσας τὸν ἐπαρμένον ἐκεῖνον Τζαλλᾶν, σὺν αὐτῷ δὲ μόνον τὸν χωρικὸν δέσμιον ἑστῶτα, προσέσχεν τοῖς δεσμευθεῖσιν αὐτοῦ βραχίοσι τοῖς λώροις, καὶ τὸ παντὸς ἐπέκεινα θαύματος ἠκολούθει μυστήριον. Παραυτὰ γὰρ τοῦ τὸν μακάριον τὸ ἑαυτοῦ ἐκτεῖναι θεοφώτιστον ὄμμα εἰς τὸν δέσμιον, τοσαύτη ταχύτης παρηκολούθησε τῆς τῶν λώρων λύσεως, οἷα οὐκ ἂν πολλῶν ἀνδρῶν σπουδὴ ἐπιτελέσαι ἠδύνατο. Θεασάμενος οὖν ὁ Τζαλλᾶς τὸν ὑπ' αὐτοῦ δεθέντα χωρικὸν διὰ τῆς τοῦ ἁγίου ἐξουσίας ἄνευ χειρῶν λυθέντα, ἔντρομος γεγονὼς ἔπεσεν ἑπὶ τὴν γῆν· καὶ τὸν ἑαυτοῦ τράχηλον· τὸν τῇ ἀλαζονείᾳ ἐπηρμένον, ἐκτεταμένον ὑπὸ τὰ τίμια ἵχνη τοῦ ἀνθρώπου τοῦ Θεοῦ ὑπέθηκε ταῖς αὐτοῦ εὐχαῖς ἑαυτὸν παραθέμενος. Ὁ δὲ ἅγιος ἀνὴρ οὐδαμῶς ἀπὸ τῆς ἀναγνώσεως ἀνέστη, ἀλλὰ καλέσας τοὺς ἀδελφοὺς ἐπᾶραι τοῦτον ἔσω προσέταξεν, ὅπως μεταλάβῃ τροφῆς. Ὁ δι' εἰς ἑαυτὸν ἐλθὼν ἐνουθετεῖτο ὑπὸ τοῦ ἡγιασμένου πατρὸς τοῦ παύσασθαι τῆς τοσαύτης ὠμότητός τε καὶ ἀπανθρωπίας. Ὅστις Τζαλλᾶς συγκεκλασμένος ἀπὸ τῆς μονῆς ἐπιστρέψας, οὐδέν τὸ παράπαν ἀπὸ τοῦ χωρικοῦ τοῦ λοιποῦ ἐζήτησεν, ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος οὐκ ἐγγίζων, ἀλλ' ἢ μόνῳ βλέμματι ἔλυσεν. Ἰδοὺ τοῦτό ἐστιν, Πέτρε, ὅπερ ἔφην, ὅτι οὗτοι οἱ τῷ παντοδυνάμῳ Θεῷ μετὰ παῤῥησίας λαθρεύοντες, ποτὲ μὲν θαύματα δι' ἐξουσίας ποιῆσα δύνανται, ποτὲ δὲ δι' εὐχῆς τὴν τῶν σημείων πληθὺν ἐνεργοῦσιν. Ὁ γὰρ τὴν θηριώδη τοῦ Γότθου μανίαν καθεζόμενος ὑποτάξας, τὰ λῶρα δὲ καὶ τοὺς τῶν δεσμῶν κόμβους, ἅπερ τοῦ ἀθώου τοὺς βραχίονας συνέσφιγγον, διὰ τῆς τῶν οἰκείων ὀφθαλμῶν ὁράσεως λύσας, δηλοῖ διὰ τῆς τοῦ θαύματος συντομίας, ὅτι ἀπὸ ἐξουσίας ἔλαβε σχεῖν ὅπερ ἐποίησεν. Καὶ ὅσα δὲ θαύματα καὶ ὁποῖα δι' εὐχῆς ἠδυνήθη ποιῆσαι, προσθήσω τῷ διηγήματι.
CAPUT XXXI. De rustico ligato et solo aspectu viri Dei soluto. Gothorum quidam Zalla nomine perfidiae fuit Arianae, qui Totilae regis eorum temporibus, contra catholicae Ecclesiae religiosos viros ardore immanissimae crudelitatis exarsit; ita ut quisquis ei clericus monachusve ante faciem venisset, ab ejus manibus vivus nullo modo exiret. Quadam vero die avaritiae suae aestu succensus, in rapinam rerum inhians, dum quemdam rusticum tormentis crudelibus affligeret, eumque per supplicia diversa laniaret, victus poenis rusticus, sese res suas Benedicto Dei famulo commendasse professus est, ut dum hoc a torquente creditur, suspensa interim crudelitate ad vitam horae raperentur. Tunc idem Zalla cessavit rusticum tormentis affligere, sed ejus brachia loris fortibus astringens, ante equum suum coepit impellere, ut quis esset Benedictus qui ejus res susceperat demonstraret. Quem ligatis brachiis rusticus antecedens, duxit ad sancti viri monasterium, eumque ante ingressum cellae solum sedentem reperit et legentem. Eidem autem subsequenti et saevienti Zallae rusticus dixit: Ecce iste est de quo dixeram tibi Benedictus Pater. Quem dum fervido spiritu cum perversae mentis insania fuisset intuitus, eo terrore quo consueverat, acturum se existimans, magnis coepit vocibus clamare, dicens: Surge, surge, et res istius rustici redde quas accepisti. Ad cujus vocem vir Dei protinus oculos levavit a lectione, eumque intuitus, mox etiam rusticum qui ligatus tenebatur, attendit: ad cujus brachia dum oculos deflexisset, miro modo tanta se celeritate coeperunt illigata brachiis lora devolvere, ut dissolvi tam concite nulla hominum festinatione potuissent. Cumque is qui ligatus venerat, coepisset subito adstare solutus, ad tantae potestatis vim tremefactus Zalla ad terram corruit, et cervicem crudelitatis rigidae ad ejus vestigia inclinans, se orationibus illius commendavit. Vir autem sanctus a lectione minime surrexit, sed vocatis fratribus, eum introrsus tolli, ut benedictionem acciperet, praecepit. Quem ad se reductum, ut a tantae crudelitatis insania quiescere deberet, admonuit. Qui fractus recedens, nil ulterius petere a rustico praesumpsit, quem vir Domini non tangendo, sed respiciendo solverat. Ecce est, Petre, quod dixi: quia hi qui omnipotenti Deo familiarius serviunt, aliquando mira facere etiam ex potestate possunt. Qui enim ferocitatem Gothi terribilis sedens repressit, lora vero nodosque ligaturae quae innocentis brachia astrinxerant, oculis dissolvit, ipsa miraculi celeritate indicat, quia ex potestate acceperat habere quod fecit. Rursum quoque quale quantumque miraculum orando voluit obtinere, subjungam.
CAPUT XXXII. ΚΕΦΑΛ. ΛΒ'. Περὶ τοῦ ἀναστάντος νεκροῦ διὰ προσευχῆς τοῦ ἁγίου. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἐξῆλθε σὺν τοῖς ἀδελφοῖς ὁ μακάριος ἐργάσασθαι ἐν τῷ ἀγρῷ. Καὶ τις γηπόνος εἶχεν υἱὸν πρὸ βραχέος θανόντα, οὗ τινος τὸ σῶμα ἐν ταῖς ἀγκάλαις φέρων, καὶ τῇ τῶν δακρύων πλημμύρᾳ συγκαιόμενος εἰς τὸ μοναστήριον παραγέγονε, καὶ τὸν πεφωτισμένον πατέρα Βενέδικτον ἐπεζήτει. Ἐῤῥέθη οὖν αὐτῷ, ὅτιπερ μετὰ τῶν ἀδελφῶν ἐν τῷ ἀγρῷ ἐργάζεται καὶ βραδῦναι ἔχει. Τοῦτο οὖν ἀκούσας ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης τὸ σκήνωμα τοῦ τελευτήσαντος αὐτοῦ υἱοῦ ἀποθέμενος, καὶ τῇ ἀποῤῥήτῳ λύπῃ πιεσθεὶς, πρὸς τὴν τοῦ σεβασμίου πατρὸς ζήτησιν ἑαυτὸν συντόμως δρόμῳ ἐκδέδωκε. Καὶ ἰδοὺ ἐν αὐτῇ τῇ ὥρᾳ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκ τοῦ ἔργου ἧν καταπαύσας, καὶ λοιπὸν σὺν τοῖς ἀδελφοῖς ἐπὶ τὸ μοναστήριον ὑπέστρεφε. Τοῦτον ἑωρακὼς ὁ τοῦ τεθνεῶτος παιδὸς πατὴρ, ἤρξατο σὺν δάκρυσι βοᾷν πρὸς τὸν ἅγιον, καὶ λέγειν· « Ἀπόδος μοι τὸν υἱόν μου, ἀπόδος μοι τὸν υἱόν μου. » Ὁ δὲ ἄνθρωπος τοῦ Θεοῦ ἐκπλαγεὶς ἐπὶ τούτῳ, ἔστη λέγων· « Μήτοιγε, ἄνθρωπε, ἐγὼ τὸν υἱόν σου ἐπῆρα· » πρὸς ὃν ὁ τοῦ παιδὸς πατὴρ ἀπεκρίθη· « Ἀπέθανεν ὁ υἱός μου, σεβάσμιε πάτερ, ἀλλὰ δεῦρο, ἀνάστησον αὐτόν. » Τούτων τῶν ῥημάτων ἀκούσας ὁ θαυματουργὸς ἐκεῖνος πατὴρ, καὶ σφόδρα λυπηθεὶς, εἶπεν· « Ἀναχωρήσατε, ἀδελφοὶ, ἀναχωρήσατε, ταῦτα οὐχ ὑπάρχουσιν ἡμέτερα, ἀλλὰ τῶν ἁγίων ἀποστόλων εἰσί. Τί ἡμῖν, ἀδελφοὶ, φορτία θέλετε ἐπιτιθέναι, ἅπερ οὐκ ἰσχύομεν βαστάσαι; » Ὁ δὲ τοῦ τεθνηκότος παιδίου πατὴρ ὑπὸ τοῦ σφοδροτάτου πόνου πληττόμενος ἐν τῇ ἑαυτοῦ αἰτήσει διέμεινε, διαβεβαιούμενος καὶ ὀμνύων ὅτι « οὐ μὴ ἀποχωρήσω, ἐὰν μὴ τὸν υἱόν μου ἀναστήσῃς. » Ἠρώτησεν οὖν αὐτὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος, λέγων· « Ποῦ ἐστι τὸ σῶμα τοῦ παιδίου; » ὁ δὲ ἀποκριθεὶς, εἶπε· « Πρὸς τῇ πύλῃ τοῦ μοναστηρίου κεῖται, τίμιε πάτερ. » Τότε παραγενόμενος ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐπὶ τὸν τόπον μετὰ τῶν συνόντων αὐτῷ ἀδελφῶν, ἔκλινε τὰ γόνατα εἰς προσευχὴν καὶ ἐπάνω τοῦ σώματος τοῦ παιδίου τὴν τιμίαν αὐτοῦ κεφαλὴν ἐπικλίνας, καὶ αὖθις ἀναστὰς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐξέτεινε, λέγων· « Κύριε ὁ Θεὸς, μὴ ἐπιβλέψῃς ἐπὶ τὰς ὑμαρτίας μου, ἀλλ' ἐπὶ τὴν πίστιν τοῦ ἀνθρώπου τούτου τοῦ δεομένου ἀναστῆναι τὸν υἱὸν αὐτοῦ, καὶ ἀπόδος τῷ σώματι τούτῳ ἣν ἦρας ψυχήν. » Οὕπω δὲ τῆς τοῦ ἁγίου εὐχῆς πληρωθείσης, ἡ ψυχὴ ἐν τῷ σώματι εἰσῆλθε, καὶ τὸ τοῦ παιδίου σκήνωμα ὅλον ἐδονήθη καὶ τρέμων τῇ χειρὶ ἐψηλάφα, ὥστε ὑπὸ πάντων τῶν αὐτόθι παρὸντων θεαθῆναι τὴν τοῦ ἁγίου ἐπὶ τῷ παιδὶ γενομένην φρικώδη θαυματουργίαν· οὗτινος τῆς χειρὸς λαβόμενος ὁ ἅγιος τῷ πατρὶ ζῶντα καὶ ὁλόκληρον παρέδωκε. Τοῦτο οὖν, Πέτρε, τὸ θαῦμα ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ οὐκ ἔσχεν, ἀλλὰ εἰς προσευχὴν ἑαυτὸν ὑποστρώσας ᾐτήσατο, ἵνα δυνηθῇ τοῦτο ποιῆσαι.
ΠΕΤΡ. Πάντα οὕτω καθὼς λέγεις εἶναι ὁμολογῶ. Ἐμφανῶς γὰρ τοὺς λόγους οὓς προέθου, ἔργοις ἐπίστωσας· Ἀλλ' αἰτῶ σε. ἵνα εἴπῃς ἐὰν οἱ ἅγιοι ἄνδρες πάντα ἅπερ θέλουσι δύνανται, καὶ εἰ εἰς πάντα ἐπιτυγχάνουσιν, ἅπερ λαβεῖν ἐπιθυμοῦσιν.
CAPUT XXXII. De mortuo suscitato. Quodam die cum fratribus ad agri opera fuerat egressus. Quidam vero rusticus defuncti filii corpus in ulnis ferens, orbitatis luctu aestuans, ad monasterium venit, Benedictum patrem quaesivit. Cui cum dictum esset quia idem Pater cum fratribus in agro moraretur, protinus ante monasterii januam corpus exstincti filii projecit, et dolore turbatus, ad inveniendum venerabilem Patrem sese in cursum concitus dedit. Eadem vero hora vir Dei ab agri opere jam cum fratribus revertebatur. Quem mox ut orbatus rusticus aspexit, clamare coepit: Redde filium meum, redde filium meum. Vir autem Dei in hac voce substitit, dicens: Nunquid ego filium tuum tibi abstuli? Cui ille respondit: Mortuus est, veni, resuscita eum. Quod ut mox Dei famulus audivit, valde contristatus est, dicens: Recedite, fratres, recedite; haec nostra non sunt, sed sanctorum apostolorum. Quid nobis onera vultis imponere, quae non possumus portare? At ille, quem nimius cogebat dolor, in sua petitione perstitit, jurans quod non recederet, nisi ejus filium resuscitaret. Quem mox Dei famulus inquisivit, dicens: Ubi est? Cui ille respondit: Ecce corpus ejus ad januam monasterii jacet. Ubi cum vir Dei cum fratribus pervenisset, flexit genua, et super corpusculum infantis incubuit, seseque erigens, ad coelum palmas tetendit dicens: Domine, non aspicias peccata mea, sed fidem hujus hominis, qui resuscitari filium suum rogat, et redde in hoc corpusculo animam quam abstulisti. Vix in oratione verba compleverat, et regrediente anima ita corpusculum pueri omne contremuit, ut sub oculis omnium qui aderant, apparuerit concussione mirifica tremendo palpitasse. Cujus mox manum tenuit, et eum patri viventem atque incolumem dedit. Liquet, Petre, quia hoc miraculum in potestate non habuit, quod prostratus petiit, ut exhibere potuisset. Petr. Sic cuncta esse, ut asseris, constat patenter: quia verba quae proposueras, rebus probas. Sed quaeso te, ut indices si sancti viri omnia quae volunt possunt, et cuncta impetrant quae desiderant obtinere.
CAPUT XXXIII. ΚΕΦΑΛ. ΛΓ'. Περὶ οὗ παρεκάλεσε Σχολαστίκα ἡ αὐτοῦ ἀδελφή. ΓΡΗΓΟΡΙΟΣ. Τίς ἐστιν, Πέτρε, ἐν ταύτῃ τῇ ζωῇ τοῦ Παύλου ὑψηλότερος; ἁλλ' οὗτος περὶ τοῦ σκόλοπος τῆς σαρκὸς αὑτοῦ τρὶς τὸν κύριον παρεκάλεσε, καὶ οὗπερ ἐφίετο τυχεῖν οὐκ ἠδυνήθη. Ἐκ τούτου οὖν καὶ περὶ τοῦ σεβασμίου πατρὸς Βενεδίκτου διηγησομαί σοι ὅτι ὑπῆρχέ τι ὅπερ ἠθέλησεν, ἀλλ' οὐδαμῶς ἠδυνήθη ἐκπληρῶσαι. Ἀδελφὴ ὑπῆρχε τῷ μακαρίῳ κατὰ σάρκα, ᾗ ὄνομα Σχολαστίκα, ἥ τις εὐδοκίᾳ τοῦ παντοδυνάμου Θεοῦ ἡγιασμένη ὑπῆρχεν ἐκ νεότητος αὐτῆς. Αὕτη οὖν ἅπαξ τοῦ ἐνιαυτῦ ἔθος εἶχε πρὸς τὸν μακάριον αὑτῆς ἀδελφὸν παραγίνεσθαι, πρὸς ἣν ὁ τοῦ Θεοῦ ἄνθρωπος οὐ μήκοθεν ἔξω τῆς πύλης ἐν κτήματι τοῦ μοναστηρίου κατήρχετο. Ἐν μιᾷ οὖν ἡμέρᾳ παρεγένετο πρὸς αὐτὴν κατὰ τὸ σύνηθες ὁ τοῦ Θεοῦ ἄνθρωπος, ἅμα τῶν ἑαυτοῦ μαθητῶν. Πᾶσαν δὲ τὴν ἡμέραν ἐν ταῖς τῶν ἱερῶν λογίων, καὶ τῶν θεοπνεύστων γραφῶν διηγήσεσι σχολάσαντες, ὀψίας γενομένης, καὶ λοιπὸν ἔτι σκοτίας οὔσης, ἀναπεσόντες, τροφῆς μετελάμβανον. Ἐν δὲ τῷ αὐτοὺς ἐσθίειν, καὶ ἐν τῇ τῶν θεοπνεύστων γραφῶν ὁμιλίᾳ ἐγχρονίζειν, τὸ πολὺ τῆς νυκτὸς μέρος διέδραμεν. Ἡ οὖν ἱερωτάτη καὶ τιμία ἐκείνη παρθένος καὶ κατὰ σάρκα αὐτοῦ ἀδελφὴ ᾐτήσατο αὐτὸν, λέγουσα· « Παρακαλῶ σε, ἀδελφέ μου, μὴ ἐάσῃς με τῇ νυκτὶ ταύτῃ, ἵνα μέχρι πρωΐας περὶ τῆς ἐπουρανίου χαρᾶς, καὶ τῆς ἀϊδίου διαλεχθῶμεν ζωῆς. » Πρὸς ἣν ὁ μακάριος ἀπεκρίθη « Τί ἐστιν ὃ λέγεις, ἀδελφὴ; ἔξω τοῦ κελλίου μου οὐδαμῶς μένειν δύναμαι. » Τοιαύτη οὖν εὐδία τοῦ ἀέρος ὑπῆρχεν, ὡς μηδαμῶς ἴχνος νεφέλης φαίνεσθαι. Ἡ δὲ ἁγιωτάτη ἐκείνη παρθένος, θεασαμένη τὸν ἀδελφὸν μηδαμῶς εἴξαντα τῇ ἑαυτῆς παρακλήσει, πλέξασα τοὺς ἑαυτῆς δακτύλους, ἐπάνω τῆς τραπέζης τὰς χεῖρας ἐθετο· ὑπεράνω δὲ τῶν χειρῶν τὴν ἑαυτῆς κεφαλὴν κλίνασα, τὸν παντοδύναμον Θεὸν ἐδυσώπει. Ἐγένετο δὲ ἐν τῷ ἀναστῆναι τὴν αὐτῆς κεφαλὴν ἀπὸ τῆς τραπέζης τοσούτων ἀστραπῶν καὶ βροντῶν ἦχος, καὶ ὑετοῦ τοσαύτη ἐπηκολούθησεν ἔκχυσις, ὥστε μήτε τὸν σεβάσμιον τοῦ Θεοῦ ἄνθρωπον Βενέδικτον, μήτε τοὺς σὺν αὐτῷ παραγεγονότας ἀδελφοὺς δύνασθαι τῆς τοῦ οἴκου φλιᾶς βραχύ τι ἔξω προελθεῖν. Ἡ δὲ ἁγιωτάτη ἐκείνη θήλεια τὴν κεφαλὴν ἐν ταῖς χερσὶν, ὡς ἦν ἐπὶ τῆς τραπέζης κλίνασα δακρύων ποταμοὺς ἐξέχεεν, δι' ὧν τὴν τοῦ ἀέρος εὐδίαν εἰς πλῆθος ὑετῶν μετέβαλεν, ὥστε μετὰ τὴν εὐχὴν ἡ τοῦ ὕδατος ἐπηκολούθησε κίνησις. Τοσαύτη δὲ τῆς εὐχῆς ἦν ἡ δύναμις, ὥστε τὴν ἑαυτής κεφαλὴν ἐκ τῆς τραπέζης μετὰ τοῦ τῆς βροντῆς ἤχου ἀναστῆσαι, καigvgr; ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν τῶν ἀμφοτέρων γενέσθαι συνέλευσιν, τήν τε τῆς κεφαλῆς τῆς ἱερᾶς παρθένου ἀνάνευσιν, καὶ τὴν τοῦ ὑετοῦ κατένεγξιν. Ὁ δὲ μακάριος κατανοήσας μὴ δύνασθαι ἑαυτὸν ἐπὶ τὸ μοναστήριον ἐπιστρέφειν, διὰ τὴν τῶν ἀστραπῶν καὶ βροντῶν ταραχὴν, καὶ τὴν τοσαύτην τοῦ ὑετοῦ ἐπίκλυσιν, λυπηθεὶς εἶπε πρὸς τὴν ἑαυτοῦ ἀδελφήν· « Συγχωρήσῃ σοι ὁ παντοδύναμος Θεὸς, ἀδελφή. Τί ὲστιν ὃ ἐποίησας; » πρὸς ὃν ἀποκριθεῖσα, εἶπεν· « Ἰδοὺ παρεκάλεσά σε, καὶ ὑπακοῦσαί μου οὐκ ἠθέλησας. Παρεκάλεσα τὸν κύριόν μου, καὶ εἰσήκουσέ μου· ἀρτίως λοιπὸν ἐὰν δύνησαι ἔξελθε, κἀμὲ καταλείψας εἰς τὸ μοναστήριον ἄπελθε. » Αὐτὸς οὗν ἔξω τοῦ οἴκου προκύψαι μὴ δυνάμενος, ἑκουσίως ἐν τῷ τόπῳ μεῖναι μὴ ἀνασχόμενος, ἀκουσίως ἔμεινε παρ' αὐτῇ. Πᾶσαν δὲ τὴν νύκτα ἐκείνην ἀγρυπνοῦντες διετέλεσαν ἐν τοῖς τῆς αἰωνίου ζωῆς ῥήμασι, καigvgr; τοῖς τῶν θεοπνεύστων γραφῶν διηγήμασιν ἑαυτοὺς ἐμπλήσαντες. Ἰδοὺ οὖν περὶ τούτου εἴρηκα θελῆσαι αὐτὸν ποιῆσαί τι καὶ μὴ ἰσχύσαι. Ἐὰν δὲ τοῦ σεβασμίου τούτου πατρὸς τὸ θέλημα κατανοήσωμεν, οὐχ εὑρίσκομεν τοῦτον διστάσαντα. Αὐτὴν γὰρ τὴν εὐδίαν ἤθελε διαμεῖναι, ἥνπερ συνέβη εἶναι, ὅτε ἀπὸ τῆς μονῆς κατῆλθε πρὸς τὴν ὁσιωτάτην αὑτοῦ ἀδελφήν. Ἀλλὰ τὸ ἐναντίον γέγονεν, ὅπερ ἠθέλησε διὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐν τῇ ἑαυτοῦ ἱερωτάτῃ παρθένῳ καὶ ἀδελφῇ θαῦμα. Θαυμαστὸν γὰρ ὄντως ἐστὶν, ὅτι ἡ παρθένος ἐν ἐκείνῳ τῷ καιρῷ πλεῖον αὐτοῦ ἠδυνήθη, ἥτις μεγάλως τὸν ἀδελφὸν ἐπεπόθει θεάσασθαι. Κατὰ γὰρ τὴν Ἰωάννου φωνὴν « ὁ Θεὸς ἀγάπη ἐστίν. » Δικαίᾳ οὖν πάνυ τῇ κρίσει πλεῖον ἐδυνήθη ἐκείνη, ἥτις πλεῖον ἠγάπησεν.
ΠΕΤΡ. Ὁμολογῶ, καὶ πάνυ μοι ἀρέσκει ὃ λέγεις.
CAPUT XXXIII. De miraculo Scholasticae sororis ejus. Gregorius. Quisnam erit, Petre, in hac vita Paulo sublimior, qui de carnis suae stimulo ter Dominum rogavit (II Cor. XII), et tamen quod voluit, obtinere non valuit? Ex qua re necesse est ut tibi de venerabili Patre Benedicto narrem, quia fuit quiddam quod voluit, sed non valuit implere. Soror namque ejus. Scholastica nomine, omnipotenti Domino ab ipso infantiae tempore dedicata, ad eum semel per annum venire consueverat. Ad quam vir Dei non longe extra januam in possessione monasterii descendebat. Quadam vero die venit ex more, atque ad eam cum discipulis venerabilis ejus descendit frater: qui totum diem in Dei laudibus sacrisque colloquiis ducentes, incumbentibus jam noctis tenebris simul acceperunt cibos. Cumque adhuc ad mensam sederent, et inter sacra colloquia tardior se hora protraheret, eadem sanctimonialis femina soror ejus eum rogavit, dicens: Quaeso te ne ista nocte me deseras, ut usque mane de coelestis vitae gaudiis loquamur. Cui ille respondit: Quid est quod loqueris, soror? Manere extra cellam nullatenus possum. Tanta vero erat coeli serenitas, ut nulla in aere nubes appareret. Sanctimonialis autem femina, cum verba fratris negantis audisset, insertas digitis manus super mensam posuit, et caput in manibus omnipotentem Dominum rogatura declinavit. Cumque de mensa levaret caput, tanta coruscationis et tonitrui virtus, tantaque inundatio pulviae erupit, ut neque venerabilis Benedictus, neque fratres qui cum eo aderant, extra loci limen quo consederant, pedem movere potuissent. Sanctimonialis quippe femina caput in manibus declinans, lacrymarum fluvios in mensam fuderat, per quas serenitatem aeris ad pluviam traxit. Nec paulo tardius post orationem inundatio illa secuta est, sed tanta fuit convenientia orationis et inundationis, ut de mensa caput jam cum tonitruo levaret: quatenus unum idemque esset momentum, et levare caput, et pluviam deponere. Tunc vir Dei inter coruscos et tonitruos atque ingentis pluviae inundationem videns se ad monasterium non posse remeare, coepit conqueri contristatus, dicens: Parcat tibi omnipotens Deus, soror; quid est quod fecisti? Cui illa respondit: Ecce te rogavi, et audiri me noluisti; rogavi Dominum meum, et audivit me. Modo ergo si potes, egredere, et me dimissa ad monasterium recede. Ipse autem exire extra tectum non valens, qui remanere sponte noluit, in loco mansit invitus. Sicque factum est ut totam noctem pervigilem ducerent, atque per sacra spiritalis vitae colloquia sese vicaria relatione satiarent. Qua de re dixi eum voluisse aliquid, sed minime potuisse: quia si venerabilis viri mentem aspicimus, dubium non est quod eamdem serenitatem voluerit in qua descenderat permanere; sed contra hoc quod voluit, in virtute omnipotentis Dei ex feminae pectore miraculum invenit. Nec mirum quod plus illo femina, quae diu fratrem videre cupiebat, in eodem tempore valuit: quia enim juxta Joannis vocem, Deus charitas est (I Joan. IV, 16), justo valde judicio illa plus potuit, quae amplius amavit.
Petr. Fateor, multum placet quod dicis.
CAPUT XXXIV. ΚΕΦΑΛ. ΑΔ', Περὶ τῆς ψυχῆς τῆς αὐτῆς ἀδελφῆς αὐτοῦ Σχολαστίκης, πῶς αὐτὴν εἶδεν, ὡσεὶ περιστερὰν εἰς οὐρανοὺς ἀνιπταμένην. ΓΡΗΓΟΡΙΟΣ. Τῇ οὖν ἑξῆς ἡμέρᾳ ἡ αὐτὴ σεβάσμιος παρθένος εἰς τὸ ἑαυτὴς κελλίον ἀνεχώρησεν Ὡσαύτως δὲ καὶ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ μοναστηρίῳ αὑτοῦ ὑπέστρεψε. Καὶ ἰδοὺ μετὰ τρίτην ἡμέραν ἐν τῷ ἑαυτοῦ κελλίῳ ἑστὼς, ἐπάρας ἐν τῷ ἀέρι τοὺς ὀφθαλμοὺς, εἶδε τῆς ὁσίας αὑτοῦ ἀδελφῆς τὴν ἁγίαν ψυχὴν ἐκ τοῦ σώματος αὐτῆς ἐν εἴδει περιστερᾶς ἐξελθοῦσαν, καὶ ἐπὶ τὰ τοῦ οὐρανοῦ μυστήρια ἀναληφθεῖσαν. Ὅστις τῇ τοσαύτῃ δόξῃ αὐτῆς συγχαιρόμενος, τῷ παντοδυνάμῳ Θεῷ ἐν ὕμνοις καὶ αἴνοις εὐχαριστίας ἀπέδωκε, καὶ τὴν αὐτῆς τελείωσιν τοῖς ἀδελφοῖς ἐμηνυσεν. Οὓς καὶ ἀπέστειλεν εὐθέως, ἴνα τὸ σεμνὸν αὐτῆς καὶ τίμιον σῶμα εἰς τὸ μοναστήριον ἀγάγωσιν, καὶ ἐν τῷ μνήματι ὃ ἦν ἑαυτῷ ἑτοιμάσας, θάψωσιν. Ὧν γὰρ ὁ νοὺς ἐν ἁγίῳ πνεύματι ἡνωμένος ἦν ἐπ' ἀλλήλοις, καὶ πρὸς Θεὸν διαπαντὸς ἀνατεταγμένος ὑπῆρχεν, τούτων τὰ πανίερα σώματα οὔτε ἡ ταφὴ χωρίσαι ἠδύνατο.
CAPUT XXXIV. De anima sororis ejus visa qualiter e corpore sit egressa. Gregorius. Cumque die altero eadem venerabilis femina ad cellam propriam recessisset, vir Dei ad monasterium rediit. Cum ecce post triduum in cella consistens, elevatis in aera oculis vidit ejusdem sororis suae animam de ejus corpore egressam, in columba specie coeli secreta penetrare. Qui tantae ejus gloriae congaudens, omnipotenti Deo in hymnis et laudibus gratias reddidit, ejusque obitum fratribus denuntiavit. Quos etiam protinus misit, ut ejus corpus ad monasterium deferrent, atque in sepulcro quod sibi ipse paraverat, ponerent. Quo facto contigit ut quorum mens una semper in Deo fuerat, eorum quoque corpora nec sepultura separaret.
CAPUT XXXV. ΚΕΦΑΛ. ΛΕ' Περι τῆς ψυχῆς Γερμανοῦ ἐπισκόπου πόλεως Καπύης. Ἐν ἄλλῳ τοίνυν χαιρῷ Σερβανδὸς διάκονος καὶ ἡγούμενος τοῦ μοναστηρίου τοῦ διακειμένου ἐν τοῖς μέρεσι τῆς Καμπανίας ὑπὸ Λιβερίου τοῦ τηνικαῦτα Πατρικίου κτισθέντος, πρὸς τὸν μακάριον πατέρα Βενέδικτον ἐπισκέψεως χάριν ἐν τῷ μοναστηρίῳ παρέβαλεν, ἔθος ἔχων τοῦτο ποιεῖν. Καὶ αὐτὸς γὰρ ὁ ἀνὴρ διδαχῆς οὐρανίου ἀνάπλεως ὑπῆρχεν. Ἑαυτοὺς οὖν τοῖς μελιῤῥύτοις τῆς αἰωνίου ζωῆς ῥήμασιν ἀρδεύσαντες, ἤδη τὰ τῆς ἡδυτάτης βρώσεως ἀπέλαυσαν, τῆς ἐπουρανίου πατρίδος ἀκορέστῳ πόθῳ ὀρεγόμενοι. Καὶ ἐν τούτοις ἀεὶ ἐντρυφῶντας ἑαυτοὺς ἑώρων, κόρον τῆς τοιαύτης πνευματικῆς τρυφῆς μὴ εἰσδεχόμενοι· ὅτε δὲ καὶ αἰσθητῆς τροφῆς ἡ τοῦ σώματος χρεία ἀπῄτει στενάζοντες ταύτην μετελάμβανον. Τοῦ δὲ καιροῦ ἡσυχάζειν ἀπαιτοῦντος, ἐν τῷ ἑαυτοῦ πύργῳ ὁ εὐλαβέστατος πατὴρ Βενέδικτος ἀνῆλθε. Ὡσαύτως δὲ καὶ Σερβανδὸς ὁ διάκονος ἐν τοῖς αὐτοῦ κατωγείοις εἰσῳκίσθη, ἐν ᾧ τόπῳ τὰ κατώγαια τοῖς ἀνωγείοις διὰ τοῦτο κατεσκευάσθησαν, ἵνα ἐν συντόμῳ ἡ ἄνοδος γίνηται. Ἄντικρυς δὲ τοῦ πύργου οἴκημα ἕτερον ὑπῆρχεν, ἔνθα τῶν ἀμφοτέρων οἱ μαθηταὶ ἡσύχαζον. Ὁ δὲ τοῦ Θεοῦ θεράπων Βενέδικτος, ἔτι τῶν ἀδελφῶν ἀναπαυομένων τῇ παννύχῳ τῆς νυκτερινῆς προσευχῆς ὥρᾳ ἅπαντας προφθάσας ἐν τῇ ἑαυτοῦ θυρίδι ἑστohgvgr;ς, καὶ τὸν παντοδύναμον Θεὸν δυσωπῶν, αἰφνίδιον ἐν τῇ τῆς νυκτὸς ἀωρίᾳ ἀναβλέψας, εἶδε, καὶ ἰδοὺ φωτοχυσία ἐφάνη πολλὴ οὐρανόθεν, ὥστε πᾶσαν τὴν τῆς νυκτὸς σκοτίαν φυγαδευθῆναι. Τοσούτῳ δὲ φωτὶ ἡ νὺξ ἐκείνη κατελαμπρύνθη, ὥστε καὶ τῆς ἡμέρας τὸ φῶς ὑπερβάλλειν, ἐκ τοῦ οὐρανόθεν καταλάμψαντος φωτός. Θαύματος δὲ πλῆρες μυστήριον ἐν τῇ τῆς ὀπτασίας ἐκείνης ὥρᾳ ἐξηκολούθησεν, καθὼς ὁ αὐτὸς πατὴρ μετέπειτα διηγήσατο. Εἶδον γὰρ, ἔφασκεν, καὶ ἰδοὺ ὅλος ὁ κόσμος, ὡς ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα ἦν συναθροισθείς. Ἔτι δὲ ταύτῃ τοῦ φωτὼς τῇ λαμπρότητι ἀτενῶς προσέχων, εἶδε Γερμανοῦ τοῦ Καπύης ἐπισκόπου τὴν ἁγίαν ψυχὴν ἐν πυρίνῃ σφαίρᾳ ὑπὸ ἀγγέλων ἐν τῷ οὐρανῷ παραλαμβανομένην. Τότε ὁ τίμιος πατὴρ Βενέδικτος τῆς φοβερᾶς ταύτης ὁράσεως κοινωνόν τε καὶ μάρτυρα προκαταστῆσαι θέλων Σερβανδὸν τὸν διάκονον, μετὰ κραυγῆς ἰσχυρᾶς δὶς καὶ τρὶς τοῦτον ἐκάλεσεν. Ἐκεῖνος δὲ ταραχθεὶς ἐπὶ τῇ ἀσυνήθει τοῦ πατρὸς κραυγῇ, ἔκθαμβος καὶ σπουδαῖος ἀνῆλθεν. Ἐθεάσατο δὲ οὐ τὸ πᾶν τῆς ὁράσεως, μέρος δὴ βραχὺ τοῦ φωτὸς ἐκείνου ἑώρακεν. Αὐτοῦ δὲ ἐκπλαγέντος ἐπὶ τῷ θαύματι, ὁ τοῦ Θεοῦ ἄνθρωπος καθεξῆς αὐτῷ ἅπερ ἐθεάσατο διηγήσατο. Παραυτὰ δὲ ἐν τῷ κάστρῳ Κασίνῳ τῷ σπουδαιοτάτῳ ἀνδρὶ Θεοπρέπῳ ἀπέστειλεν ὅπως ἐυ Καπύῃ τῇ πόλει πέμψῃ, καὶ τὰ περὶ Γερμανοῦ τοῦ ἐπισκόπου σαφῶς διαγνῷς καὶ μηνύσῃ αὐτῷ. Τούτου δὲ γεγονότος ὁ ἀποσταλεὶς λοιπὸν τὸν ἐν ἁγίοις Γερμανὸν τὸν ἐπίσκοπον ἐν κυρίῳ τελειώθέντα εὗρεν. Ἐρευνήσας δὲ καὶ ἀκριβῶς μαθὼν, ἔγνω ὅτι ἐν αὐτῇ τῇ ῤόπῇ ἡ τελείωσις αὐτοῦ γέγονεν, ἐν ᾗ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐθεάσατο τὴν πρὸς οὐρανὸν αὐτοῦ ἄνοδον.
ΠΕΤΡ. Θαυμαστὸν πρᾶγμα σφόδρα, καὶ λίαν ἐκπλῆττόν με· ἀλλὰ τοῦτο ὅπερ ἐῤῥέθη ἐρωτῶ, πῶς ἐνώπιον τῶν ὀφθαλμῶν τοῦ δικαίου, ὡσεὶ ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα, ἅπαντα τὸν κόσμον συναχθῆναι πρὸ τῆς κοινῆς ἀναστάσεως; ἀλλ' οὐδὲ καταλαβέσθαι τοῦτο δύναμαι, ποίᾳ τάξει γενέσθαι ὀφείλει, ἵνα πᾶς ὁ κόσμος ὑπὸ ἀνθρώπου ἑνὸς ὁραθῇ.
ΓΡΗΓΟΡ. Ἀσφαλῶς κάτεχε, Πέτρε, ὅπερ λέγω. Ψυχῇ τῇ θεωμένῃ τὸν κτίστην, πᾶσα ἡ κτίσις στενὴ αὐτῇ ἐστιν. Ὅστις οὖν ὀλίγον τι τοῦ φωτὸς τοῦ κτίστου ἐθεάσατο, μικρὸν αὐτῷ γίνεται πᾶν μέρος τῶν κτισμάτων, ὅτι αὐτὴ ἡ τοῦ φωτὸς θεωρία ἔνδον ἐν τῷ νοεῖν ἐμπλατύνεται, καὶ τοσοῦτον πρὸς Θεὸν ἐφαπλοῖ τὸν νοῦν, ὥστε λοιπὸν ἀνώτερος παντὸς τοῦ κόσμου καθίστασθαι, γίνεται δὲ αὕτη ἡ τοῦ θεωροῦντος ψυχὴ καθ' ἑαυτήν. Ἡνίκα δὲ ἐν τῷ τοῦ Θεοῦ φωτὶ ἄρξηται ἁρπάζεσθαι, ὑπεράνω αὐτῆς ἐν τοῖς ἐνδοτέροις πλατύνεται. Ὅταν δὲ ἑαυτὴν πλατυνθεῖσαν θεάσηται, ἐπιγινώσκει ὅσον βραχύ ἐστιν ὅπερ ἐν τῇ ταπεινώσει οὖσα κατασχεῖν οὐκ ἠδύνατο. Ὁ τοίνυν ἀνὴρ οὖτος ὁ τὴν τοῦ πυρὸς σφαίραν θεασάμενος, καὶ τοὺς ἀγγέλους ἐν τῷ οὐρανῷ ὑποστρέφοντας, προδήλως τοῦτο θεωρῆσαι οὐκ ἠδύνατο, εἰ μὴ ἐν τῷ φωτὶ τοῦ Θεοῦ ὑπῆρχε. Τί οὖν θαυμαστὸν εἰ καὶ τὸν κόσμον ὅλον ἐνώπιον αὐτοῦ συναχθέντα εἶδεν, ὅστις ὑψωθεὶς ἐν τῷ νοερῷ φωτὶ ἔξω τοῦ κόσμον ὑπῆρχεν; ὅτι δὲ συνελθὼν ἅπας ὁ κόσμος ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ εἴρηται, οὐχὶ ὁ οὐρανὸς καὶ ἡ γῆ παρέστη ἐπὶ τὸ αὐτό· ἀλλὰ τοῦ θεωροῦντος ἡ ψυχὴ ἐπλατύνθη, ἥτις πρὸς Θεὸν ἁρπαγεῖσα ἄνευ δυσκολίας θεωρῆσαι ἠδυνήθη ἕκαστον ὄπερ ἔνδον τοῦ Θεοῦ ἐστιν. Ἐν αὐτῷ οὖν τῷ φωτὶ τῷ ἐν τοῖς ἔξωθεν ὀφθαλμοῖς ἐξαστράψαντι φῶς ἐνδότερον ἐν τοῖς τῆς ψυχῆς νοεροῖς ὀφθαλμοῖς ὑπῆρχεν. Ὁ γὰρ τὴν ψυχὴν θεασάμενος ἐν ὑψίστοις ἁρπαγεῖσαν, ἐδείχθη αὐτῷ, πόσον αὐτῷ στενώτατά εἰσιν πάντα τὰ κατώτερα μέρη.
ΠΕΤΡ. Ὁρῶ ἑαυτὸν μὴ ἐπιγνόντα ἀκριβῶς ἅπερ εἴρηκας. Διὰ γὰρ τὴν ἐμὴν βραδύτητα, ἡ ἐξήγησίς σου τοσοῦτον ἐπλεόνασεν· ἀλλ' ἐπειδὴ ταῦτα ἀρτίως σαφῶς ἐν τῇ ἐμῇ διανοίᾳ ἐξέχεας, αἰτῶ ὅπως ἐν τῇ τῆς διηγήσεως τάξει ἐπανέλθῃς.
CAPUT XXXV. De mundo ante oculos ejus collecto, et de anima Germani Capuanae civitatis episcopi. Alio quoque tempore Servandus diaconus atque abbas ejus monasterii quod in Campaniae partibus a Liberio quondam patricio fuerat constructum, ad eum visitationis gratia ex more convenerat. Ejus quippe monasterium frequentabat; ut quia idem quoque vir doctrina gratiae coelestis influebat, dulcia sibi invicem vitae verba transfunderent, et suavem cibum coelestis patriae, quia adhuc perfecte gaudendo non poterant, saltem suspirando gustarent. Cumque hora jam quietis exigeret, in cujus turris superioribus se venerabilis Benedictus, in ejus quoque inferioribus se Servandus diaconus collocavit: quo videlicet in loco inferiora superioribus pervius continuabat ascensus. Ante eamdem vero turrim largius erat habitaculum in quo utriusque discipuli quiescebant. Cumque vir Dei Benedictus, quiescentibus adhuc fratribus, instans vigiliis, nocturnae orationis tempora praevenisset, ad fenestram stans, et omnipotentem Deum deprecans, subito intempesta noctis hora respiciens, vidit fusam lucem desuper cunctas noctis tenebras effugasse, tantoque splendore clarescere, ut diem vinceret lux illa quae inter tenebras radiasset. Mira autem res valde in hac speculatione secuta est: quia, sicut post ipse narravit, omnis etiam mundus velut sub uno solis radio collectus, ante oculos ejus adductus est. Qui venerabilis Pater, dum intentam oculorum aciem in hoc splendore coruscae lucis infigeret, vidit Germani Capuani episcopi animam in sphaera ignea ab angelis in coelum ferri. Tunc tanti sibi testem volens adhibere miraculi, Servandum diaconum iterato bis terque ejus nomine, cum clamoris magnitudine vocavit. Cumque ille fuisset insolito tanti viri clamore turbatus, ascendit, respexit, partemque jam lucis exiguum vidit. Cui tantum hoc obstupescenti miraculum, vir Dei per ordinem quae fuerant gesta narravit, statimque in Cassinum castrum religioso viro Theoprobo mandavit ut ad Capuanam urbem sub eadem nocte transmitteret, et quid de Germano episcopo ageretur agnosceret et indicaret. Factumque est, et reverentissimum virum Germanum episcopum is qui missus fuerat jam defunctum reperit, et requirens subtiliter agnovit eodem momento fuisse illius obitum quo vir Domini ejus cognovit ascensum.
Petr. Mira res valde, et vehementer stupenda. Sed hoc quod dictum est, quia ante oculos ipsius quasi sub uno solis radio collectus omnis mundus adductus est, sicut nunquam expertus sum, ita nec conjicere scio quonam ordine fieri potest, ut mundus omnis ab homine uno videatur.
Gregor. Fixum tene, Petre, quod loquor: quia animae videnti Creatorem angusta est omnis creatura. Quamlibet etenim parum de luce Creatoris aspexerit, breve ei fit omne quod creatum est: quia ipsa luce visionis intimae, mentis laxatur sinus, tantumque expanditur in Deo, ut superior existat mundo: fit vero ipsa videntis anima etiam super semetipsam. Cumque in Dei lumine rapitur super se, in interioribus ampliatur; et dum se sub se conspicit exaltata, comprehendit quam breve sit quod comprehendere humiliata non poterat. Vir ergo Dei, qui intuens globum igneum, angelos quoque ad coelum redeuntes videbat, haec procul dubio cernere nonnisi in Dei lumine poterat. Quid itaque mirum si mundum ante se collectum vidit, qui sublevatus in mentis lumine extra mundum fuit? Quod autem collectus mundus ante ejus oculos dicitur, non coelum et terra contracta est, sed videntis animus est dilatatus, qui in Deo raptus videre sine difficultate potuit omne quod infra Deum est. In illa ergo luce quae exterioribus oculis fulsit, lux interior in mente fuit, quae videntis animum cum ad superiora rapuit, ei quam angusta essent omnia inferiora monstravit.
Petr. Videor mihi utiliter non intellexisse quae dixeras, quando ex tarditate mea tantum crevit expositio tua. Sed quia haec liquido meis sensibus infudisti, quaeso ut ad narrationis ordinem redeas.
CAPUT XXXVI. ΚΕΦΑΛ. Λς'. Περὶ τοῦ συγγραφέντος παρ' αὐτοῦ μοναχικοῦ κανόνος. ΓΡΗΓΟΡΙΟΣ. Ἡδέως, Πέτρε, ἔτι περί τοῦ σεβασμίου τούτου ἀνδρὸς πολλὰ διηγούμην, ἀλλὰ σπουδῇ τὰ μὲν τῶν αὐτοῦ παρατρέχω, διὰ τὸ εἰς τὰ τῶν ἄλλων πεπραγμένα με σπεύδειν· τοῦτο δέ σε ἀγνοεῖν οὐ θέλω, ὅτι σὺν τοῖς θαύμασι, δι' ὧν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ κόσμῳ ἐδοξάσθη, καὶ διδασκαλίᾳ λόγου οὐ μετρίως διέλαμψε Διετυπώσατο γὰρ τοὺς τῶν μοναχῶν κανόνας διακρίσει ἐξαιρέτῳ καὶ λόγῳ φωτοειδεῖ. Οὗτινος ἐάν τις θελήσειεν ἀκριβῶς τά τε ἔθη καὶ τὴν πολιτείαν καταμαθεῖν, δύναται ἐν τῇ αὐτῇ συγγραφῇ τοῦ κανόνος πᾶσαν τὴν τῆς διδαχῆς αὐτοῦ διαγωγὴν ἐπιγνῶναι. Ὁ γὰρ ἅγιος ἐκεῖνος ἀνὴρ οὐδαμῶς ἠδυνήθη ἄλλως πως διδάξαι ἢ παιδεῦσαι εἰ μὴ καθὼς ἔζησεν.
CAPUT XXXVI. Quod regulam monachorum scripserit. Gregorius. Libet, Petre, adhuc de hoc venerabili Patre multa narrare: sed quaedam ejus studiose praetereo, quia ad aliorum gesta evolvenda festino. Hoc autem nolo te lateat, quod vir Dei inter tot miracula, quibus in mundo claruit, doctrinae quoque verbo non mediocriter fulsit. Nam scripsit monachorum regulam, discretione praecipuam, sermone luculentam. Cujus si quis velit subtilius mores vitamque cognoscere, potest in eadem institutione regulae omnes magisterii illius actus invenire: quia sanctus vir nullo modo potuit aliter docere quam vixit.
CAPUT XXXVII. ΚΕΦΑΛ. ΛΖ'. Περὶ τῆς ἑαυτοῦ ἐξόδου, ἣν τοῖς ἀδελφοῖς προείρηκεν. Ἐν τῷ χρόνῳ ἐν ᾧ ἤμελλεν ὁ ἀοίδιμος οὗτος ἀνὴρ ἐκ ταύτης τῆς προσκαίρου ζωῆς ἐκδημεῖν, τοῖς συνοῦσιν αὑτῷ μαθηταῖς αὐτοῦ, καὶ τοῖς ἐκ μήκους οἰκοῦσι τῆς ἁγίας αὐτοῦ τελευτῆς τὴν ἡμέραν ἐμήνυσε. Καὶ τοῖς μὲν παροῦσι διεμαρτύρετο λέγων, μυστικῶς ἐν ἑαυτοῖς κατέχειν τὰ ἐν τοῖς ὠσὶν αὐτῶν ἀκουσθέντα· τοῖς δὲ ἀποῦσιν ἐμήνυσε ὁποῖον αὐτοῖς σημεῖον γενήσεται, ὅτε ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ σώματος μέλλει ἐξιέναι. Πρὸ οὖν ἕκτης ἡμέρας τῆς αὐτοῦ παντίμου τελευτῆς, ἀνεῳχθῆναι τὸ ἑαυτοῦ μνημεῖον ἐκέλευσε, καὶ εὐθέως πυρετῷ σφοδροτάτῳ περιπεσὼν, τῇ ὑπερβολῇ τῆς ἐκκαύσεως λοιπὸν αἱ τῆς ψυχῆς δυνάμεις ἐλεπτύνοντο. Ὁρῶν δὲ ἑαυτὸν καθ' ἑκάστηυ ἡμέραν, ὡς εἰπεῖν, ἐκ τοῦ λαβρωτάτου πυρετοῦ ἐκλιμπάνοντα, τῇ ἕκτῃ ἡμέρᾳ βασταχθῆναι ἑαυτὸν ὑπὸ τῶν μαθητῶν καὶ ἐν τῷ εὐκτηρίῳ ἀπενεχθῆναι πεποίηκεν. Ἐκεῖ οὖν τὴν ἑαυτοῦ ἔξοδον τῇ ὑποδοχῇ τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος ἐστήριξε, καὶ ἐν μέσῳ τῶν μαθητῶν ἑστὼς, ταῖς αὐτῶν χερσὶ τὰ ἀδύνατα μέλη ὑποστηριζόμενος, ὑψώσας ἐν τῷ οὐρανῷ τὰς χεῖρας, ἔστη κατὰ ἀνατολὰς, καὶ τὴν ἡγιασμένην καὶ καθαρωτάτην αὐτοῦ ψυχὴν σὺν τῇ προσευχῇ εἰς οὐρανοὺς ἀνεσφαίρισεν. Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ δυσὶν ἀδελφοῖς, τῷ μὲν ἐνὶ ἐν τῷ ἑαυτοῦ κελλίῳ ἡσυχάζοντι, τῷ δὲ ἑτέρῳ μήκοθεν οἰκοῦντι, ἀποκάλυψις μία καὶ ἐφάμιλλος ἐφάνη. Εἶδον τοίνυν ἑκάτεροι, καὶ ἰδοὺ ὁδὸς ἀπὸ τοῦ κελλίου αὐτοῦ μέχρι τοῦ οὐρανοῦ παρατεινομένeegr;, ἐκ σηρικῶν ἱματίων ὅλη ἐστρωμένη, καὶ λαμπάδες ἀμέτρητοι ἐν αὐτῇ κατὰ ἀνατολὰς ἐνορδίνως καιόμεναι. Καὶ ἰδοὺ ἀνὴρ εὐσχήμων, καὶ φαιδρὸς τῷ σχήματι ὑπεράνωθεν ἑστὼς ἠρώτα τούτους, λέγων· « Τίνος ἐστὶν ἡ ὁδὸς αὕτη, ἣν κατανοεῖτε θαυμάζοντες; » αὐτῶν δὲ ἀγνοεῖν ὁμολογησάντων, ἔφη πρὸς αὐτούς· « Αὕτη ἐστὶν ἡ ὁδὸς, δι' ἧς ὁ τοῦ Θεοῦ ἀγαπητὸς Βενέδικτος ἐν τῷ οὐρανῷ ἀνέρχεται. » Τότε οὖν συνῆκαν τὴν τοῦ ἁγίου ἀνδρὸς τελείωσιν. Καθάπερ γὰρ οἱ παρόντες μαθηταὶ ἐθεάσαντο, ὁμοίως καὶ οἱ ἀπόντες διέγνωσαν ἐκ τοῦ προλεχθέντος αὐτοῖς σημείου. Ἐτάφη δὲ τὸ ἡγιασμένον αὐτοῦ σῶμα ἐν τῷ εὐκτηρίῳ τοῦ μακαρίου Ἰωάννου τοῦ Βαπτιστοῦ, ἐν ᾧπερ τὸν Ἀπόλλωνος βωμὸν κατέστρεψεν, καὶ τὸν εὐκτήριον οἶκον τοῦ προδρόμου συνεστήσατο. Ἐν τῷ σπηλαίῳ τῷ ὑπὸ τὸν λάκκον, ἐν ᾧ τὸ πρὶν κατῴκησεν, ἕως τοῦ παρόντος, ἐὰν μετὰ πίστεως οἱ αἰτούμενοι προσέρχονται, μεγίστη θαυμάτων χάρις διαλάμπει.
CAPUT XXXVII. De prophetia sui exitus fratribus denuntiata. Eodem vero anno quo de hac vita erat exiturus, quibusdam discipulis secum conversantibus, quibusdam longe manentibus, sanctissimi sui obitus denuntiavit diem: praesentibus indicens ut audita per silentium tegerent; absentibus indicans quod vel quale eis signum fieret quando ejus anima de corpore exiret. Ante sextum vero sui exitus diem aperiri sibi sepulturam jubet. Qui mox correptus febribus, acri coepit ardore fatigari. Cumque per dies singulos languor ingravesceret, sexta die portari se in oratorium a discipulis fecit, ibique exitum suum dominici corporis et sanguinis perceptione munivit, atque inter discipulorum manus imbecillia membra sustentans, erectis in coelum manibus stetit, et ultimum spiritum inter verba orationis efflavit. Qua scilicet die duobus de eo fratribus, uni in cella commoranti, alteri autem longius posito, revelatio unius atque indissimilis visionis apparuit. Viderunt namque quia strata palliis atque innumeris corusca lampadibus via recto orientis tramite ab ejus cella in coelum usque tendebatur. Cui venerando habitu vir desuper clarus assistens, cujus esset via quam cernerent, inquisivit. Illi autem se nescire professi sunt. Quibus ipse ait: Haec est via qua dilectus Domino coelum Benedictus ascendit. Tunc itaque sancti viri obitum sicut praesentes discipuli viderunt, ita absentes ex signo quod eis praedictum fuerat, agnoverunt. Sepultus vero est in oratorio beati Joannis Baptistae, quod destructa ara Apollinis ipse construxit. Qui et in eo specu in quo prius Sublacus habitavit, nunc usque si petentium fides exigat, miraculis coruscat.
CAPUT XXXVIII. ΚΕΦΑΛ. ΛΗ'. Περὶ ἰαθείσης γυναικὸς διὰ προσευχῆς τοῦ ἁγίου. Ὅπερ γὰρ διηγοῦμαι πρᾶγμα ἀρτίως αὐτόθι γέγονε. Γυνή τις τῶν κατὰ φύσιν ἐκστᾶσα φρενῶν, ἐν ὄρεσι καὶ κοιλάσιν, ὕλαις τε καὶ πεδίοις νύκτωρ τε καὶ μεθ' ἡμέραν πλαζομένη ἐπλανᾶτο. Ἐκεῖ δὲ καὶ μόνον ἀνεκλίνετο, ἔνθα ταύτην ἡ ἀτονία καθεύδειν ἠνάγκαζεν. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἡνίκα κατὰ τὴν ἔρημον ἐπλανᾶτο, ἐν τῷ τοῦ μακαρίου ἀνδρὸς Βενεδίκτου σπηλαίῳ ὁδηγηθεῖσα, ἀγνοοῦσα εἰσῆλθε καὶ ἔμεινεν, πρωΐας δὲ γενομένης οὕτως ὑγιὴς τῷ φρονήματι ἐξῆλθεν, ὡς ὄτε οὐδεμίαν βλάβην φρενῶν ποτε ὑπέμεῖνεν. Ἥτις ἐν παντὶ χρόνῳ τῆς ζωῆς αὐτῆς ἐν τῇ δωρηθείσῃ αὐτῇ ὑγείᾳ διέμεινεν.
ΠΕΤΡ. Τί τοῦτο εἶναι λέγομεν, ὅπερ ἐν τοῖς τῶν ἁγίων μαρτύρων λειψάνοις θεωροῦμεν γινὸμενον; πλεῖον γὰρ, σχεδὸν εἰπεῖν, θαυματουργίαι ἐπιτελοῦνται ἐν τοῖς εὐκτηρίοις, ἐν οἷς λείψανα ἐπ' ὀνόματι αὐτῶν κατατίθενται, ἤπερ ἐν ᾧ τὰ τούτων κατάκεινται σώματα. Πληρεστάτως μὲν οὖν κᾀκεῖ τὴν τοῦ Θεοῦ χάριν εἶναι πιστεύομεν, ὡς καὶ ἐν τοῖς ἁγίοις αὐτῶν σώμασιν· ἐκεῖ δὲ μᾶλλον μεγὰλα σημεῖα ἐπιδεικνύουσιν, ἔνθα ὅλῳ τῷ σώματι οὐ κατάκεινται.
ΓΡΗΓΟΡ. Ἔνθα τὰ τῶν ἁγίων μαρτύρων σώματα κεῖνται, δισταγμὸς, Πέτρε, οὐκ ἔστιν, ὅτι πολλὰ σημεῖα δύνανται ἐπιδεῖξαι, ὥσπερ καὶ ποιοῦσιν. Τοῖς γὰρ καθαρῷ τῷ λογισμῷ προσερχομένοις, ἀμέτρητα θαύματα ἐπιδεικνύουσι. Διὰ δὲ τὸ ἐν δισταγμῷ ὑπάρχειν τοὺς ἀσθενέστερον τῷ λογισμῷ διακειμένους, ὡς μὴ παρεῖναι τοὺς ἁγίους ἔνθα τὰ αὐτῶν ὁλικῶς οὐ κατάκεινται σώματα, καὶ ὡς ἐκ τούτου τοὺς προσερχομένους μὴ εἰσακούεσθαι, ἐκεῖ μᾶλλον αὐτοὺς ἀναγκαῖόν ἐστι μεγάλα σημεῖα ἐπιδεῖξαι, ἔνθα περὶ τῆς αὐτῶν παρουσίας ὁ ἀσθενὴς λογισμὸς διστάζει. Ὧν δὲ ὁ νοῦς ἡδραιωμένος ἐν τῷ Θεῷ ὑπάρχει, οὗτοι ἐν τῷ τῆς πίστεως ἀξιώματι ὅντες, γινώσκουσιν ὄτι εἰ καὶ μὴ κεῖνται αὐτῶν ἐκεῖσε τὰ σώματα, πλὴν ὅμως τοῦ ταῖς εὐχαῖς εἰσακούειν μὴ ἀπολιμπάνεσθαι αὐτοὺς. Ὅθεν τοίνυν καὶ αὐτὴ ἡ ἀλήθεια ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα πίστιν τοῖς μαθηταῖς προσθῇ εἶπεν· « Εἰ μὴ ἐγὼ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς. » Φανερὸν οὖν ὑπάρχει, ὅτι τὸ παράκλητον πνεῦμα ἐκ τοῦ πατρὸς προέρχεται, καὶ ἐν τῷ Υἱῷ διαμένει. Τίνος οὖν χάριν ἑαυτὸν ὁ υἱὸς πορευθῆναι λέγει, ἵνα ἐκεῖνος ἔλθῃ ὅστις οὐδέποτε ἀπ' αὐτοῦ ἐχωρίσθη; Οἱ μαθηταὶ ἐν σαρκὶ τὸν κύριον ὁρῶντες, τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον πάντοτε θεωρεῖν ἐπεθύμουν. Ὀρθῶς οὖν αὐτοῖς ἐῤῥέθη· « Εἰ μὴ ἐγὼ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται· » τουτέστιν, Εἰ μὴ τὸ σῶμα ἀποκρύψω, τί ἐστιν ὁ τοῦ πνεύματος πόθος οὐ δεικνύω, καὶ εἰ μὴ ἐμὲ καταλείψητε σωματικῶς θεωρεῖν, οὐδέποτε μανθάνετε πνευματικῶς με ἀγαπᾷν.
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.
ΓΡΗΓΟΡ. Ὀλίγον λοιπὸν ἐκ τῆς συντυχίας παυσώμεθα, ἵνα ἐὰν εἰς τὰ τῶν λοιπῶν θαὺματα τὸν λόγον ἐν τῇ διηγήσει παρεκτείνωμεν, δύναμιν τοῦ λέγειν διὰ τῆς σιγήσεως ἀνακαινίσωμεν.
CAPUT XXXVIII. De insana muliere in ejus specu sanata. Nuper namque est res gesta quam narro; quia quaedam mulier mente capta, dum sensum funditus perdidisset, per montes et valles, silvas et campos die noctuque vagabatur; ibique tantummodo quiescebat, ubi hanc quiescere lassitudo coegisset. Quadam vero die dum vaga nimium erraret, ad beati viri Benedicti specum devenit, ibique nesciens ingressa mansit. Mane autem facto ita sanato sensu egressa est, ac si eam nunquam insania capitis ulla tenuisset; quae omni vitae suae tempore in eadem quam acceperat salute permansit.
Petr. Quidnam esse dicimus, quod plerumque in ipsis quoque patrociniis martyrum sic esse sentimus, ut non tanta per corpora sua, quanta beneficia per reliquias ostendant, atque illic majora signa faciunt, ubi minime per semetipsos jacent?
Gregor. Ubi in suis corporibus sancti martyres jacent, dubium, Petre, non est quod multa valeant signa demonstrare, sicut et faciunt, et pura mente quaerentibus innumera miracula ostendunt. Sed quia ab infirmia potest mentibus dubitari, utrumne ad exaudiendum ibi praesentes sint, ubi constat quia in suis corporibus non sint; ibi necesse est eos majora signa ostendere, ubi de eorum praesentia potest mens infirma dubitare. Quorum vero mens in Deo fixa est, tanto magis habet fidei meritum, quanto illic eos novit et non jacere corpore, et tamen non deesse ab exauditione. Unde ipsa quoque Veritas, ut fidem discipulis augeret, dixit: Si non abiero, Paracletus non veniet ad vos (Joan. XVI, 7). Cum enim constet quia Paracletus Spiritus a Patre semper procedat et Filio, cur se Filius recessurum dicit, ut ille veniat, qui a Filio nunquam recedit? Sed quia discipuli in carne Dominum cernentes, corporeis hunc oculis semper videre sitiebant, recte eis dicitur: Nisi ego abiero, Paracletus non veniet; ac si aperte diceretur: Si corpus non subtraho, quis sit amor Spiritus non ostendo; et nisi me desieritis corporaliter cernere, nunquam me discetis spiritaliter amare.
Petr. Placet quod dicis.
Gregor. Aliquantum jam a locutione cessandum est, ut si ad aliorum miracula enarranda tendimus, loquendi vires interim per silentium reparemus.