Paginae in lingua graeca scriptae/3

Paginae in lingua graeca scriptae
IV saecolo

 Epistolae (Innocentius I) Epistolae (Caelestinus I) 



ΣΙΛΒΕΣΤΡΟΥ.

Εἰ δέ τισιν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τινα, καὶ ἅμα μὲν κατέχεσθαι, ἅμα δὲ σταυροῦσθαι, καὶ τὸ ἓν τούτων ὑπομένειν τὴν ὕβριν, ἀνθρωπίνῳ ὑποδείγματι τοῦτο ἀποδεῖξαι πειράσομαι· ἡ βασιλικὴ πορφυρὶς, ἔριον ἦν τούτῳ μιγὲν τῆς κογχύλης τὸ αἶμα, χροιὰν πορφυρέαν αὐτῷ παρέσχεν· ὅτε οὖν ἐνηθετο τοῖς δακτύλοις, καὶ ἐκυκλώθετο γενόμενον στήμων, ποῖον ἄρα τὴν στρέψιν ὑπέμενε τὸ ἔριον ἢ ἡ βαφὴ· δῆλον ὅτι τὸ ἔριον· χρὴ τοίνυν ὁμοιῶσαι τῷ μὲν ἐρίῳ τὸν ἄνθρωπον, τῇ δὲ πορφυρέᾳ χροιᾳ τὸν θεὸν λόγον, ὃς ἥνωτο ἐν τῷ πάθει τῷ σταυρῷ, ἀλλὰ τῷ πάθει παντελῶς οὐχ ὑπέπεσεν. Εἰ δὲ οὐκ ἀρκεῖ τὸ ῥηθὲν ὑπόδειγμα, προσθήσω καὶ ἕτερον. Δυνατόν ἐστι δένδρον ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου τμηθῆναι· ἐν τῷ οὖν τέμνεσθαι, θεωροῦμεν ὅτι τὴν πληγὴν τοῦ τέμνοντος σιδήρου ἡ ἀκτὶς πρώτη ὑποδέχεται πρὶν ἢ τὸ ξύλον ὑποδέξασθαι. ἀλλ' ἡ λαμπεδὼν, καίτοι ἐκεῖ οὖσα, οὔτε τμηθῆναι οὔτε διακοπῆναι δύναται· ogr;ὕτω οὖν καὶ ἡ θεότης οὔτε χωρισθῆναι ἠδύνατο οὔτε τμηθῆναι καὶ παθεῖν· τοῦτο δὲ ὑπέπεσε τῷ πάθει, ὃ καθάπερ ξύλον καὶ δεθῆναι ἠδύνατο καὶ κρατηθῆναι. Καὶ ταῦτα μὲν τὰ ὑποδείγματα εἴρηται εὐτελῆ παρ' εὐτελοῦς καὶ θνητοῦ ἀνθρώπου, ἀμυδράν τινα ἔννοιαν τῆς φρικτῆς οἰκονομίας παραστῆσαι τοῖς πιστοῖς ὀφείλοντα· οὐ μὴν δυνατὸν τοῦ παντὸς ἐφικέσθαι, ὅτι μη δὲ δύναται κτιστὴ φύσις καταλαμβάνειν τὴν ἄκτιστον καὶ ἀφατάληπτον οὐσίαν ἐκείνην τοῦ λόγου, ὸς τούτου ἕνεκεν ἀναλαβεῖν σάρκα ἐκ τοῦ ἡμετέρου φυράματος κατηξίωσεν, ἵνα ἡμᾶς κοινωνοὺς ἀπεργάσηται φύσεως, καὶ ἑνώσῃ ἑαυτῷ τὴν ἡμετέραν φύσιν· ἔνωσιν δέ φημι ἀσύγχυτον καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἣν ἐπίσταται μόνος αὐτός.